Κακῶν βοηθῷ τοῦ κακοῦ κεχρημένος. Τίνων ἔρωτες, εἰπέ μοι, καὶ ἀῤῥένων; Δεῖ γὰρ πλέον τι τοὺς θεοὺς ὑμῶν ἔχειν. Τίνων Φρυγίσκοι μείρακες καὶ συμπόται, Ἥδιστον νέκταρ οἰνοχοῦντες ἐκλύτως; Αἰσχύνομαι γὰρ τοῖς Διὸς μυστηρίοις. Τίνων, γάμων κλοπαί τε καὶ δεσμῶν ὕβρεις; Θέατρον αἰσχρὸν καὶ γέλως κεκλημένοις. Πῶς πάντα ποιοῦσ' αἱ γυναῖκες τὸν Δ⟨ί⟩α, Ταῦρον, κεραυνὸν, κύκνον, ἄνδρα, θηρίον, Χρυσὸν, δράκοντα, τὰς ἔρωτος ἐκστάσεις, Τὸν ὕπατόν τε καὶ κακίστων μήστορα; Τίς ἡδονῶν δέσποιναν ἡγεῖται θεὸν, Βωμούς τ' ἐγείρει καὶ ναοὺς παθήμασι;
making use for his evil of a helper of evils. Whose are passions, tell me, even for males? For your gods must needs have something more than you. Whose are Phrygian striplings and boon companions, pouring out sweetest nectar dissolutely? For I am ashamed of the mysteries of Zeus. Whose are thefts of wedlock and outrages of bonds? A shameful theatre and laughter for those invited. How do women turn Zeus into all things, a bull, a thunderbolt, a swan, a man, a wild beast, gold, a serpent, the frenzies of love, him the supreme and counsellor of the worst deeds? Who deems the mistress of pleasures a goddess, and raises altars and temples to passions?