Ἰωναδὰβ δὲ παισὶν εἰσάγων ποτὲ Ἀκτησίαν τε καὶ τὸν ὑψηλὸν βίον (Ἤδει γὰρ, ᾔδει φιλοσοφεῖν, καίπερ τότε Οὐδὲ πενίας πω κειμένης ἐν θαύματι)· Τάδ' εἶπε, πατρὸς λίαν ὡς χρηστοῦ λόγον· « Ὦ παῖδες, οἷον ὑμῖν, ὡς ἄγαν πολὺν Κλῆρον πορίζω, οἷον οὔπω τις πατὴρ Παισὶν δέδωκεν, οὐδ' ὃς εὐπορώτατος· Φεύγοιτε πάντα κλῆρον, εὔλυτον βίον Ἔχοιτε, δεσμῷ μηδένι κρατούμενοι. Σκηνὰς μὲν οἰκεῖτ', οἰκίας κινουμένας· Τέμνοι δὲ γῆν ἄλλος τις· ἄμπελος δέ γε Τούτῳ φυτεύοιθ', ὅντιν' οἶνος εὐφρανεῖ· Ὑμῖν δ' ἄοινος, ἐγκρατὴς ἔστω βίος.
And Jonadab, introducing once to his sons non-possession and the lofty life (for he knew, he knew how to practise philosophy, even though poverty was not yet held in wonder), spoke thus, the word as of a most kindly father: "O children, how great, how exceedingly ample an inheritance I provide for you, such as no father has yet given to his children, not even the wealthiest: flee every landed lot, hold an unencumbered life, mastered by no bond. Dwell in tents, moving houses; let another cleave the earth, and let a vine be planted by him whom wine will gladden; but for you let life be wineless, continent.