Ἐμοὶ δὲ πάντων Χριστός ἐστιν ὤνιος, Σταυρόν τε τὸν πένητα πλουσίως φέρω, Ῥίψας τὰ σητῶν καὶ στροφήν πεττευμάτων. Τούτου νόμος μὲν πρῶτος, ἡ πρώτη τρυφὴ, Ἐδὲμ δὲ καὶ παράδεισος εὐθαλὴς φυτοῖς, Πηγή τ' ἐς ἀρχὰς τέτταρας τετμημένη. Οὐ χρυσὸς, οὐκ ἤλεκτρον, οὐδὲ ἄργυρος, Οὐκ εὐχρόων τε καὶ φανῶν λίθων χάρις, Ἃ γῆ δίδωσι τοῖς κάτω νενευκόσι· Μόνοις δὲ καρποῖς ἀφθόνως διέτρεφε Τὸν ἐργάτην Θεοῦ τε καὶ θείας τρυφῆς. Κἀνταῦθ' ὅρος τις ἡδονῇ μετρούμενος· Ξύλου γὰρ εἶργε γνώσεως ἐναντίων. Ὃς οὐ φυλαχθεὶς, παντὸς ἐστέρησέ με, Καὶ γῆς πόνοις ἔδωκε μητρὸς τῆς ἐμῆς.
for me, however, Christ is to be bought with all things, and I richly bear the poor Cross, having cast away the things of moths and the turning of dice. His first law was the first delight, Eden and a paradise flourishing with plants, and a fountain parted into four heads. There was neither gold, nor electrum, nor silver, nor the charm of fair-hued and gleaming stones, which earth gives to those bowed downwards; with fruits alone He abundantly nourished the worker of God and of divine delight. Even there, a certain bound was measured out for pleasure: for He barred him from the tree of the knowledge of opposites. Which, not being kept, stripped me of all, and gave me over to the toils of earth my mother.