Δάκρυα θερμὰ χέων, ἡ δ' οὐ συνέρευσεν ἁμαρτάς. Καὶ τὰ μὲν ἐξεκένωσα, τὰ δ' ἔνδοθεν αὖθις ἀγείρω Ἄλλαις ἀμπλακίῃσιν, ἄκους δέ τε φάρμακα ρίψα. Σάρκεσι παρθένος εἰμὶ, καὶ εἰ φρεσὶν, οὐ σάφα οἶδα. Αἰδὼς ὄμμ' ἐκάλυψε, νόος δ' ἀνένευσεν ἀναιδὴς, Ὀξυφαὴς ξείνοισι κακοῖς, ἰδίοις δέ τ' ἀφεγγής. Οὐράνιος μύθοισιν, ἐπιχθόνιας πραπίδεσσιν Εἰμὶ, γαληνιόων τε, καὶ εὔδιος· ει δ' ἄρ' ἀήτης Καὶ τυτθὸς πνεύσειεν, ἀνίσταμαι οἰδαλέοισι Κύμασιν, οὐδ' ἀπέληξε ῥόθος πάρος, ἠὲ γενέσθαι Νηνεμίην. Τῆμος δὲ πεσεῖν χόλον, οὐ μέγα θαῦμα. Πολλάκι δ' εὐδρομέοντα αὺν ἐλπωρῇσιν ἀρίσταις, Ἤδη καὶ μεσάτης ἀρετῆς ὑπερεκτείνοντα,
shedding hot tears, yet sin did not flow away together with them. And some tears I have poured out to the dregs, while others within I gather afresh by other transgressions, and have cast away the medicines of healing. In flesh I am a virgin, yet whether in mind also, I do not clearly know. Modesty veiled my eye, yet my shameless mind tossed its head aloft, keen-sighted for others' faults, but sightless towards its own. Heavenly in words, earthly in thoughts am I, calm and serene; yet if even a slight breeze blows, I rise up in swollen waves, nor does the surge abate before a calm comes on; and that anger should subside then is no great marvel. And often, as I ran fair with noblest hopes, already stretching out even beyond middle virtue,