Ἢν χθαμαλοφρονέῃς, πλάσμα Χριστοῖο τέτυξαι, Καὶ πνοὴ, μοίρη τε σεβάσμιος, ἔνθεν ἐπήχθης, Οὐράνιος, χθόνιος, τυκτὸς Θεὸς, ἔργον ἄληστον, Τοῖς Χριστοῦ παθέεσσιν ἐς ἄφθιτον εὖχος ὁδεύων. Τοὔνεκα μὴ σάρκεσσι χαρίζεο, μὴ τὰ περισσὰ Τοῦδε βίου φιλέειν, νηὸν δέ τε λῴονα τεύχειν. Νηὸς γὰρ μεγάλοιο Θεοῦ βροτὸς, ὅνπερ ἔτευξε Κινύμενος γαίηθεν, ἐς οὐρανὸν αἰὲν ἰδεύων. Τόν περ ἐγὼ κέλομαί σε θυώδεα πᾶσι φυλάσσειν Ἔργμασιν ἠδὲ λόγοισιν, ἀεὶ Θεὸν ἐντὸς ἔχοντα, Αἰὲν ἄριστον ἐόντα, ἐτήτυμον, οὐ δοκέοντα. Μὴ ναῦν μιλτοπάρηον, ἐῦχροον, ἢ παρασήμοις Κάλλεσιν ἀστράπτουσαν ἄγειν ἐπὶ νῶτα θαλάσσης·
If you are lowly-minded, you have been fashioned as Christ's handiwork, and breath, and a venerable portion, whence you were compacted, heavenly, earthly, a fashioned god, an unforgettable work, journeying through Christ's sufferings unto imperishable glory. Wherefore do not gratify the flesh, do not love the superfluities of this life, but fashion a better temple. For a mortal is a temple of great God, which he builds when rising from earth, ever journeying unto heaven. This very temple I bid you keep fragrant with all deeds and words, ever holding God within, ever being best in truth, not in seeming. Do not guide over the backs of the sea a vermilion-cheeked ship, fair-complexioned, or flashing with counterfeit beauties;