Βαλλόμενος, ποταμοῖσι καὶ εἰν ἀνέμοισι κεδασθῶ, Ἢ σπόρος ὡς ἐπὶ γαῖαν ἰὼν ξηρὴν καὶ ἄκαρπον, Ὦκα μὲν ἀντείλαιμι, τάχιστα δὲ αὖος ἔοιμι Ἠελίοιο βολῇσι τυπεὶς, καὶ πήμασι τυτθοῖς· Ἤ με φάγοι πετεηνὰ, καὶ ἐκθλίψειαν ἄκανθαι. Μὴ δέ μοι ὑπνώοντι κακὸν σπόρον ἐγκαταμίξῃ Ζιζανίων ἀρότης τε κακῶν, καὶ βάσκανος ἐχθρός. Μὴ δ' ἄρ' ὁμοῦ χλοάουσι βαλὼν ἐπὶ χεῖρα φυτοῖσιν Ἐσθλοῖς ἠδὲ κακοῖσι, πρὶν ἐν σταχύεσσι σταθῆναι, Σύν που ζιζανίοισι καλὸν φυτὸν ἐξολέσαιμι. Παύρων γὰρ τοιοῖσδε νοήμονα χεῖρ' ἐπιθεῖναι, Ἔνθ' ἀρετὴ κακίη τε διάνδιχα ναιετάουσαι, Ἀγχίθυροι γεγάασι, κακὸν δ' ἐπιτέλλεται ἐσθλῷ.
casting, I be scattered in rivers and in winds, or, going like seed upon dry and fruitless ground, spring up swiftly indeed, yet most quickly become withered, struck by the rays of the sun and by slight harms; or birds devour me, and thorns choke me out. And may the sower of evil tares and envious enemy not mix in evil seed while I sleep. Nor then, laying my hand upon plants sprouting together, both good and bad, before they stand in ears of corn, may I perchance destroy the good plant along with the tares. For it belongs to few to lay a discerning hand upon such things, where virtue and vice, dwelling apart, have been born next-door neighbours, and evil springs up beside good.
Αἰνῶ τὸν ὀλίγον νάπυος σπόρον, ὡς ὀλίγος μὲν, Δενδροῦται δὲ τάχιστα, καὶ ἐς τόσον ὕψος ὁδεύει,
I praise the small seed of mustard, how, though small indeed, it becomes a tree most swiftly, and travels to so great a height,