Δαίμονας ἧκε σύεσσι τὸ πέμπτον, ἐν Γεργεσσηνοῖς. Ἕκτον, ἑὴν κλίνην ἦρε βαρὺς μέλεσιν. Ἕβδομον, ἁψαμένης πηγήν σχέθεν αἱμοροούσης. Ἄρχοντος θυγάτηρ ὄγδοον εὗρε φάος. Ἔννατον αὖ, τυφλοῖσι πόρεν φάος. Ἐκ δ' ἐλαθέντος Δαίμονος, οὐ λαλέων ῥῆξε λόγον, δέκατον. Σαββάτῳ ἑνδέκατον, ξηρὴν χέρα λύσατο δεσμῶν, Ὄσσε δὲ δαιμονίου κ' οὔατα, δωδέκατον. Ἐκ δεκάτοιο τρίτον, κοφίνους δυοκαίδεκα πλῆσε, Κἀνδρῶν χιλιάδας πέντ' ἀπὸ πέντ' ἀκόλων. Τέτρατον ἐκ δεκάτου δὲ, κιχήσατο νῆα πόδεσσι· Τοῖς δ' ὑπόειξε μέγας πόντος ὀρινόμενος. Πέντε δὲ καὶ δέκατον, Χαναναίας πνεῦμ' ἐδίωξε, Μητρὶ χαριζόμενος πολλὰ λιταζομένῃ. Ἕκτον καὶ δέκατον, σπυρίδας λίπον ἕπτ' ἀπὸ ἑπτὰ
Fifth, He sent demons into the swine among the Gergesenes. Sixth, one heavy in his limbs took up his own bed. Seventh, He stayed the fountain of the haemorrhaging woman when she touched Him. Eighth, the ruler's daughter found light. Ninth in turn, He bestowed light on blind men; and when a demon was driven out, one not speaking broke forth into speech, tenth. Eleventh, on the Sabbath He loosed a withered hand from its bonds; and eyes and ears from a demon, twelfth. Thirteenth, He filled twelve baskets, and five thousand men, from five morsels. Fourteenth, He overtook the ship on foot, and the great sea, though stirred up, yielded to His feet. Fifteenth, He drove out the spirit from the Canaanite's daughter, granting favour to the mother entreating much. Sixteenth, they left seven baskets from seven