Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ' ἐν σπλάγχνοισι τεκούσης Ζωὸν ἔτ', εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα; Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης, Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας. Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων, Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν, Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν· Εἶμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως, Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες, Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες, Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν. Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τό δε κύκλος ἀνώγῃ.
And if it abides, what then held me, and what was still living in the inward parts of her who bore me, if she drew me in beforehand while I was outside? And if you make her a mother of still more children, you have honoured her with yet more souls being consumed. This account does not belong to prudent men, idle toys of books, who also granted to the soul ever to exchange many bodies resembling its former lives, good and bad, either as a reward of virtue or as some penalty of transgression; clothing a man unseemly as though in garments, or stripping him in turn, labouring in vain, whirling him upon the wheels of most sinful Ixion, they fashioned beast, plant, mortal, bird, serpent, dog, fish; oftentimes even twice each one, whenever the cycle commands this.