Ὣς ἄρ' ὅγ' οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς· Ἀλλ' οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις, Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν (Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς), Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος, Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν. Ἔνθεν ἄρ' ἐβλάστησαν ἐπιχθόνιοι κακότητες, Δαίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ, Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς, Ψεῦσταί θ', ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων, Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι, Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες, Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες,
Thus then, lifted up in pride, he came down from the heavenly vault; yet not alone did he slip, for when insolence destroyed him, he fell headlong together with many whom he had taught wickedness (like some transgressor tearing an army away from the King), both out of envy of the godly choir of the Ruler on high, and because he had a desire to reign over many evil ones. Thence, accordingly, sprouted earthly wickednesses: demons, attendants of the man-slaying evil king, feeble, shadowy, baneful-to-meet phantoms of the night, liars and insolent ones, teachers of sins, wanderers, drinkers of unmixed wine, laughter-lovers, rousers of revels, oracle-mongers, crooked, strife-lovers, blood-stained, Tartarean, lurking in recesses, shameless, arch-sorcerers,