Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς, Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἐλίσσει, Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ, Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι· Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς. Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν, Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νἔον. Οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ,
meeting the clouds in reflected rings, a ray of the sun winds a many-coloured rainbow, and all around it the sky close by gleams with thick-set circles that dissolve again on the outside: such also is the nature of lights, the supreme Light ever irradiating lesser minds with His beams. Truly He is the fountain of lights, a Light neither nameable nor graspable, fleeing the speed of the mind as it draws near, ever outrunning forward the thoughts of all, so that by our longings we may stretch towards a height ever new. And they are second lights from the Triad that possesses royal glory—radiant, unseen angels, who, standing round the great throne, since they are nimble minds,