Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο, Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο· Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως. Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν, Πρόσθε φέρων τόδ' ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον, Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ' ὁμόσεπτον, Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων. Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω. Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν. Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι
From one first-born man came both consort and Seth, she cut as a half-portion, and he the offspring of the pair by the laws of marriage; one not begotten, and one begotten, yet mortals alike they were. Remembering these things, dishonour naught of the Godhead, setting one above, another beneath. One nature there is—unmeasured, uncreated, timeless, good, free, and equally worshipped— one God in threefold flashings wheeling the world. By These I am raised up new and another, whenever in the laver, with death buried, I come rushing back into the light; for the threefold Godhead made me rise light-bearing. Not to you, dear cleansing, no, I will not prove false! If, in Godhead