Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ' ἐς κτίσματα Χριστὸν, Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον, Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ' οὐ Θεὸς, εἴπερ ἐτύχθη. Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τὸ δέ· κἄν τι Θεοῖο Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη. Τίς δὲ λόγος. σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι, Τὸν δ' ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον Δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο; Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν (Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι' ἅμαξαν), Ως κεν ἔμ' Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ· Ὧδ' ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο
you should deny the [generation], and cast Christ among creatures, you have insulted the Godhead of Both, O empty-minded man: the One you have bereaved of a Son, and the Other [is] not God, if indeed He was made. For all that once was not, of those [creatures] is this; even if through the great counsels of God it should abide somewhat, and be steadfast. And what reason [is there] that you, having started hence, O best of men, should through the sufferings of Christ afterwards become god, yet bring Him under bonds, and call Him your fellow-servant, honoured with the prizes of servitude instead of God? If the great God fashioned Him afterwards as a noble instrument (as a smith having wrought a hammer for the sake of a wagon), so that God might acquire me by the hand of the First-born, thus too creation would be, than heavenly Christ,