Ὄμμα δίκης μύθων τε, Νεμέσσιε, ὃς τοπάροιθεν Βήμασι ἰθυδίκοισι, φέρων κλέος ἐκ βασιλῆος, Πρώτοις Αὐσονίοις τε νόμοις μέγα κάρτος ὀπάζων, Ἐξ ὀπὸς ἀντιπάλοιο καὶ ἥσσονα μῦθον ἐλέγχων, Ὕστατον ἀντέλλεις θώκων ὕπερ ἠγαθέοισι Καππαδόκοισι, θέμιστος ἀπάργματα σῆς ἀναφαίνων· Ἄλλοι μὲν μολπῇσιν, ἐριγδούποισί τ' ἀοιδαῖς, Καὶ ῥήτρην πυρόεσσαν ἀπὸ στομάτων προχέοντες Τὴν σὴν, ᾗ ῥα σὺ πάντας ἀπόπροθε πολλὸν ἔθηκας, Σὸν κλέος ὑμνείοιεν, ἐπεὶ πλεόνεσσι λόγοισιν Ἄρκιος, ἢν ἐθέλωσι διακριδὸν ἐξαγορεύειν,
Eye of justice and of eloquence, Nemesius, who aforetime upon straight-judging tribunals, winning renown from the emperor and bestowing great strength upon the foremost Ausonian laws, refuting with opposing voice even the worse plea, at last rise above the seats of judgement among the hallowed Cappadocians, displaying the first-fruits of your righteousness: others indeed in songs and loud-resounding lays, pouring forth from their mouths even fiery rhetoric, your own, whereby you have set all men far behind you, may hymn your glory, since for many discourses you suffice, if they wish to recount distinctly,