Ἔξοχα δ' αὖθ' ἱερῆες, ὅσους δώροισι γεραίρεις, Καὶ τίεις μεγαροισιν, ἀτιμάζεις δ' ἀπεόντας, Πολλάκι καὶ παρεόντας ἐπεῖ σέ γε παρφασίῃσιν Οὐκ οἶον μαλακῇσι, καὶ εὐμενέεσσι προσώποις, Ἀλλ' οὖν καὶ στερεοῖσιν ἐπιστύφουσι λόγοισι· Γρηγόριος πρώτιστον ὁμωνυμίῃ τε βίῳ τε, Συζυγέα στομάτεσσιν ἐρευγόμενος θεότητα· Βοσπόριος δ' ἄρ', ἔπειτα καὶ Ἀμφίλοχος, μεγαθύμω, Οἷς ἄρα καὶ στυγερὴ νούσων ὑποδάμνατ' ἀνίη Εὐχαῖς τε Τριάδος τε σεβάσματι, καὶ θυέεσσι. Σοὶ δ' οὔτ' εὐχωλὴ κάμπτει φρένας, οὔτε θυηλή· Οὐδὲ μὲν ἀθλοφόροισι δίδως χάριν, οὓς σὺ γεραίρων Εἰς ἔτος ἐξ ἔτεος μεγάλῃ καὶ ἀπείρονι χειρὶ, Βήμασι, καὶ δώροισι, καὶ εἰλαπίνῃσι χορείαις,
and above all the priests, whom you honour with gifts and esteem in your halls, yet dishonour when absent, and often even when present, since they chide you not only with gentle persuasions and kindly countenances, but also with stern words: Gregory first of all both in sameness of name and in life, uttering forth with his lips the yoked Godhead; and Bosporius next, and Amphilochus, great-hearted pair, by whom even the hateful anguish of diseases is subdued through prayers, and reverence of the Trinity, and sacrifices. Yet neither prayer bends your mind, nor sacrifice; nor indeed do you grant a favour to the prize-bearing martyrs, whom you honour from year to year with a great and boundless hand, with shrines, and gifts, and festive dances,