Ἄλλοι μὲν κτεάτεσσι τεοῖς ἔπι τέρψιν ἔχουσι, Ξεῖνοί θ' ἡμεδαποί τε, θεουδέες, ἀφραδέοντες. Ξυνὸς γὰρ πάντεσσι λιμὴν χατέουσι τέτυκται Σὸς δόμος· ἡ δὲ τράπεζα, καὶ ἄλσεος Ἀλκινόου Τερπνοτέρη, πλήθουσα φίλοις, πλήθουσα δ' ἐδωδῆς Ἠερίων, χθονίων τε καὶ ὁππόσα νήχεται ὕδωρ. Ἡμεῖς δ' ἦμαρ ἐπ' ἦμαρ ἐπ' ἀλλοτρίῃσι θύρῃσιν Αὐαλέοι, κρυεροὶ, καὶ ἀνείμονες, ἔνθα καὶ ἔνθα Πλαζόμεθ', οὐδέ τίς ἐστι δύης ἄκος, οὐδὲ πρόσωπον Σεῖο, πάτερ, λεύσσοντες ἐπὶ χρόνον, εὖτ' ἐχολώθης, Καὶ μάλα περ ποθέοντες, ὃ καὶ δμώεσσιν ὀπάζεις Πολλάκι, χωόμενός περ, ὃ δὴ πόνος. Ἀλλὰ τραπέζαις Ἥμεθ' ἐπὶ σχεδίῃσι δυσάμμοροι, οὐδ' ὀλίγας περ, Λάζαρος ὥς τις ἐκεῖνος, ὑπερφιάλοιο τραπέζης
Others indeed have enjoyment over your possessions, both strangers and countrymen, the God-fearing and the senseless. For your house is made a common harbour for all who are in need; and your table is more delightful even than the grove of Alcinous, filled with friends, and filled with food of creatures of the air, and of the earth, and as many as swim the water. But we day after day at others' doors, parched, freezing, and unclothed, wander hither and thither, nor is there any remedy for our woe, not even beholding your face, father, for a long time since you grew angry, though we long for it very greatly, a thing that you often grant even to bondservants, angry though you be, which is indeed a grief. Instead, ill-fated, we sit at makeshift tables, not even snatching a few