Ἅζομ' ἐγώ. Κακίη μὲν ἐμὴ, κακίη δέ τε πατρὸς, Πατρὸς δ' εἰσέτι μᾶλλον, ἐπεὶ καὶ φέρτερός ἐστιν Ἀμφότερον πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν· Εἴ τοι μὴ κακίη γε, δυσωνυμίη δ' ἀλεγεινὴ, Ἥτε καὶ ἐσθλὸν ἐόντα χαμαὶ βάλε πολλάκι φῶτα. Πολλοὶ μὲν γὰρ ἴσασιν ἀληθέα, οὐκ ὀλίγοι δὲ Δόξαν ἐποπτεύουσι, τό σε φράζεσθαι ἄνωγα. Καὶ γὰρ ἅπαντ' ἐθέλω πάντων κρατέειν γενετῆρα, Καὶ μάλα χωόμενός περ, ἐπεὶ φύσις ὧδε κελεύει, Καὶ κλέος ἐσθλὸν ἔχοντα μετ' ἀνδράσιν, ὕψι φέρεσθαι. Πῶς σε, πάτερ, ξείνῳ τις ἐνηέα φῶτα δοκήσει, Τοσσάτιον τεκέεσσι χολούμενον, οὓς ἐφύτευσας, Οὓς ἠρω πότ' Ἄνακτι τεοῖς ἐπὶ γούνασι θεῖναι, Καὶ κλεινῇσι γέρηρας ἐπωνυμίῃσι φανέντας.
I stand in awe. The fault is mine, and the fault is also my father's, and still more my father's, since he is superior both in his grey hair and in his glorious character; or if not a fault, yet a painful ill-repute, which has often cast even a good man down to the ground. For many know the truth, yet not a few look to reputation, which I bid you consider. For in all things I wish my begetter to surpass all men, even though I am deeply grieved, since nature so commands, and, holding a good renown among men, to be borne aloft. How, father, will anyone think you a kindly man towards a stranger, when you are so greatly angered against the children whom you begot, whom you once prayed the King to place upon your knees, and whom, when they appeared, you honoured with illustrious names?