Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον. Ἦ ῥ' ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει, Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ, Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ' ἄρ' ἐμοῖσι φίλοις. Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης, Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης, Ἀρμενίης, ἣ πολλὸν ἀριστεύουσ' ἐπὶ γαίης, Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος. Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε, Σοὶ δ' αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων, Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης.
Yet to me Christ the Lord gave a boast above all, a crown of many pious ones. Truly indeed: to the small God ever bestows grace, just as the ancient promise is to Bethlehem among the former, newly to my small town, to the one by His birth, and to the other by my friends. This other choir shines forth for you from my land, such as that of your fatherland, mother of the best, Armenia, which, excelling greatly upon earth, holds as its best boast a wealth of the unwedded. Doing favour to these, know, O best of men, that you grant a small favour to me, but a great one to yourself, bringing the greatest wealth to yourself, and to your children, and to your dear wife, the hope of a brighter life.