Και νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ· Οἱ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν Ἱστᾶσιν Βελίου οἶδμ' ἐπανιστάμενον, Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι, Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι, Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες, Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι, Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες, Ψυχῶν τ' εὐσεβέων κεῖθι χοροστασίην. Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις, Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν,
and stones of a great temple, whom Christ bound to one another by the lovely harmony of the Spirit; who with small sparks of life live lightly this life, gratifying little the belly, the beginning of evil, and stay the heavy tumult of passions and the dark surge of Belial rising up, laying weights upon speech, and measure upon silence, and bonds upon laughter, upon ears, and upon steady eyes, unshod, parched, mourning, wearing a single tunic, dead upon the earth, living above in their minds, ever holding in their eyes the greater brightness of God, and the choral dance of pious souls there. And maiden women, as many as celebrate the Lord the Bridegroom, mingling with purest hearts, who watch for Christ with sleepless eyes,