Θῆκε Θεὸς, ζωῆς σπέρμα χαριζόμενος· Οὔτε νόμον τρομέοντες, ὃν ἔν ποτε λαϊνέῃσι Γράμματι ἀτρεκίην Χριστὸς ὑποσκιάων Πλαξὶν ἄναξ ἐχάραξε, καὶ ὕστατον ἐν κραδίῃσιν Ἡμετέραις, αἴγλῃ Πνεύματος εὐαγέος· Καὶ Χριστοῦ παθέεσσιν ἐναντία μητιόωντες, Οἷσίν μ' ἐκ παθέων εἵλκυσεν ἀργαλέων, Σάρκα λαβὼν, σταυρῷ τε παγεὶς, πήξας τε μέλαιναν Πλάσματος ἀμπλακίην, καὶ Βελίαο κράτος, Ὄφρα παλιγγενέες τε καὶ ἐκ τύμβοιο θορόντες, Χριστῷ σὺν μεγάλῳ κῦδος ἔχωμεν ἄνω. Πολλὰ μὲν δὴ πᾶσιν ἐπιχθονίοισι Θεοῖο Δῶρα, τὰ καὶ γλώσσης κρείττονα ἡμετέρης. Καὶ γάρ με πληγῇσιν ἀτασθαλέοντα δαμάζων, Ἕλκει πρὸς ζωήν, καὶ φίλα μητιόων.
God placed, graciously bestowing a seed of life; nor trembling at the law, which once on tablets of stone Christ the King engraved, shadowing forth truth by the letter, and lastly in our hearts by the radiance of the pure Spirit; and devising things contrary to the sufferings of Christ, by which He drew me out of grievous passions, having taken flesh, and been fixed to the cross, and having nailed fast the dark transgression of His moulded creature, and the power of Belial, that being reborn and leaping forth from the tomb, we may have glory on high with the great Christ. Many indeed for all earthly men are the gifts of God, which are even greater than our tongue can tell. For taming me by strokes when I act recklessly, He draws me towards life, even while devising friendly things.