Πνεῦμα Θεοῦ μεγάλου, καὶ νοῖ δῶκε χέρα, Σώματος ἀργαλέοιο λύον κλόνον, ἠδὲ κελαινῶν Εὐνάζον παθέων οἶδμ' ἐπανιστάμενον. Ἡ δὲ καὶ ὣς λυσσῆεν ἔχει μένος, οὐδ' ἀπολήγει Σὰρξ πολέμου, κλίνει δ' ἔνθα καὶ ἔνθα μάχη. Ἄλλοτε μέν τε νόῳ χοῦς δάμναται· ἄλλοτε δ' αὖτε Σαρκὶ νοὸς κρατερῇ ἕσπεται οὐκ ἐθέλων. Ἀλλὰ τὸ μὲν ποθέει, τό γε βέλτερον· ὃ στυγέει δὲ, Ἔρδων, δουλοσύνην μύρεται ἀργαλέην, Πατρός τ' ἀρχεγόνοιο πλάνην, καὶ μητρὸς ἀλιτρὴν Πάρφασιν, ἡμετέρης μητέρα μαργοσύνης, Καὶ σκολιοῖο δράκοντος ἀτάσθαλον αἱμοβόροιο Ψεῦδος, ὃς ἀνθρώπων τέρπεται ἀμπλακίαις, Καὶ ξύλον, ἠδὲ φυτοῖο βροτῶν δηλήμονα καρπὸν, εῦσίν τ' οὐλομένην, καὶ θανάτοιο πύλας,
the Spirit of the great God, and gave a hand to the mind, loosing the tumult of the grievous body, and lulling the surging swell of dark passions. Yet even so the flesh holds a raging fury, nor does it cease from war, and the battle inclines this way and that. At one time dust is tamed by the mind; at another time again the mind unwillingly follows the strong flesh. Yet the one thing it desires, namely the better; while doing that which it hates, it weeps over its grievous bondage, and the error of the first-born father, and the sinful beguilement of the mother, the mother of our mad lust, and the reckless falsehood of the crooked, bloodthirsty dragon, who delights in the transgressions of men, and the tree, and the bane-working fruit of the plant for mortals, and the destructive tasting, and the gates of death,