Θνησκούσης ὠδῖνος ἀναυδέος, οἱ δὲ μάχοντο Οἷα καθισταμένου κύματος ἐξ ἀνέμων. Πάντας δ' εὐεπίη κατεκήλεεν, εὐφραδέας τε Καὶ μύθων ἱερῶν ἴδμονας εὐσεβέων, Ἡμετέρους τε νόθους τε, καὶ οἳ μάλα τηλόθι μάνδρης Τλήμονες εἰδώλων λάτριες ἀδρανέων. Ὡς δὲ βότρυς λιαρῇσιν ὑπ' ἀκτίνεσσι μελαγχθεὶς, Οὔτ' ὄμφαξ καθαρῶς ἠρέμα λυόμενος, Οὔθ' ὅλος ὥριός ἐστι, τὸ μὲν μέλας, ἄλλο δ' ἐρυθρὸς, Ἄλλο δ' ἄρ' αἰθαλόεις, ὄμφακα δ' ἄλλο ἔχει · Ὣς οἵ δηριόωντο πεπαινομένης κακότητος, Ἤδη καὶ ληνοῖς γήθεον εὐρυτέραις. Ταῦτ' ἔχον · ἐκ δέ μοι ὕπνον ἀπὸ βλεφάρων ἐτίναξε Γῆρυς ἀλεκτρυόνων, τῷ δ' ἅμ' Ἀναστασίαν.
as their voiceless travail died away, while others fought like a wave stirred up by winds. Yet eloquence charmed them all, both the well-spoken and those skilled in sacred pious words, both our own and the spurious, and those very far from the fold, wretched worshippers of powerless idols. And as a cluster of grapes darkened under warm rays, gently loosening, is neither purely an unripe grape nor wholly ripe, in one part black, in another red, in another smoky-brown, and in another it holds unripeness; so they contended as their wickedness was ripening, and already I rejoiced in wider winepresses. Thus I was; and the cry of cocks shook sleep from my eyelids, and together with it Anastasia.