Οἶον ἐμοὶ κτέαρ ἔσκεν ἐράσμιον, οἶος ἀπ' ἄλλων Πλοῦτος, θαλπωρὴ λησμοσύνη καμάτων, Τῆς μεγάλης Τριάδος ξυνὸν σέλας, ἣν ἀναφαίνων, Ἄχρι καὶ ἀλλοδαπῶν ἤλυθον εὐπατριδῶν· Οὐ μὴν πάμπαν ἄτρωτος, ἐπὴν λάεσσιν ἐδέχθην, Ὥς τις ἀλιτήμων. Σὴ, Τριὰς, ἥδε χάρις. Ἔμπαγε μὴν ἀνέφηνα, καὶ ὡς κύκλον περὶ κέντρῳ Πάντας ἐτορνύμην ῥήμασιν εὐσεβίης. Ἦν δρόμος, ἀλλά μ' ἔπεμψε φθόνος καὶ νοῦσος ὀπίσσω, Πολλὰ μάλα φθονερῷ δαίμονι μεμφόμενον, Ὅστις ἐμῆς ὠδῖνος ἁγνὸν τόκον ἐξετίναξεν, Ἀρτιπαγῆ, ζωῆς ἑσταότ' ἐν προθύροις. Ἡ δ' ἄρ' ἐμὴ Τριὰς αὖθις ἀπὸ στομάτων ἀθεμίστων Τέμνεται, ἔν τ' ἀγοραῖς, ἔν τε χοροστασίαις,
One lovely possession had I, one wealth apart from others, a comforting forgetfulness of toils, the common splendour of the great Trinity, proclaiming which, I came even unto foreign nobles; yet not altogether unwounded, since I was received with stones, like some sinner. Thine, O Trinity, is this grace. Nevertheless I proclaimed it, and like a circle around a centre I turned all men with words of piety. There was a course, but envy and sickness sent me back, blaming very greatly the envious demon, who shook out the pure offspring of my travail, newly formed, standing in the forecourts of life. And my Trinity again by lawless mouths is cut asunder, both in marketplaces, and in choral gatherings,