Migne Reading Room

PG 36 · cols. 544–553 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:544Read from the page
καὶ τὸ ἐνδέον ἀνεπινόητον, οὐκ ἔχουσιν ὅπως, ἢ διαθώμεθά τι τῶν ὄντων, ἢ τῶν οὐκ ὄντων εἰσκομισόμεθα· καὶ ὃ χαλεπώτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τῶν ἐχόντων ἀναλγησία καὶ ἀπληστία. Τηροῦσι γὰρ τοὺς καιροὺς, καὶ καταπραγματεύονται τῆς ἐνδείας, καὶ γεωργοῦσι τὰς συμφοράς· οὔτε, τῷ Κυρίῳ δανείζειν τὸν ἐλεοῦντα πτωχοὺς, ἀκούοντες· οὐδ' ὅτι ὁ συνέχων σῖτον δημοκατάρατος· οὔτ' ἄλλο οὐδὲν τῶν ἢ τοῖς φιλανθρώποις ἐπηγγελμένων, ἢ τοῖς ἀπανθρώποις ἠπειλημένων. Ἀλλ' εἰσὶ τοῦ δέοντος ἀπληστότεροι, καὶ φρονοῦσι κακῶς· ἐκείνοις μὲν τὰ ἑαυτῶν, ἑαυτοῖς δὲ τὰ τοῦ Θεοῦ σπλάγχνα κλείοντες, οὗ καὶ μᾶλλον χρήζοντες ἀγνοοῦσιν, ἢ αὐτῶν ἕτεροι. Ταῦτα μὲν οἱ σιτῶναι καὶ σιτοκάπηλοι, καὶ μήτε τὸ συγγενὲς αἰδούμενοι, μήτε περὶ τὸ Θεῖον εὐχάριστοι, παρ' οὗ τὸ ἔχειν αὐτοῖς, ἄλλων πιεζομένων.
and our deficiency is beyond contrivance, since we have no means whereby we might either dispose of aught of the things that are, or import of the things that are not; and what is most grievous in such circumstances is the insensibility and insatiability of those who have. For they watch the seasons, and make traffic of scarcity, and farm calamities; neither hearing that he who pities the poor lends to the Lord; nor that he who withholds corn is cursed by the people; nor anything else of the things either promised to the humane, or threatened against the inhumane. But they are more insatiable than is needful, and are minded evilly; closing their own bowels of compassion to those men, and the bowels of God to themselves, of Whom they know not that they stand in need even more than others do of them. Such indeed are the corn-buyers and corn-dealers, neither respecting kindred, nor thankful towards the Divine, from Whom comes their having, while others are hard pressed.
ΛΕʹ. Ὁ δὲ ὕειν μὲν οὐκ εἶχεν ἄρτον ἐξ οὐρανοῦ δι' εὐχῆς, καὶ τρέφειν ἐν ἐρήμῳ λαὸν φυγάδα, οὐδὲ πυθμέσι πηγάζειν τροφὴν ἀδάπανον κενώσει πληρουμένοις, ὃ καὶ παράδοξον, ἵνα τρέφῃ τρέφουσαν εἰς φιλοξενίας ἀντίδοσιν· οὐδὲ πέντε ἄρτοις ἑστιᾷν χιλιάδας, ὧν καὶ τὰ λείψανα πολλῶν τραπεζῶν ἄλλη δύναμις. Ταῦτα γὰρ Μωϋσέως ἦν, καὶ Ἠλίου, καὶ τοῦ ἐμοῦ Θεοῦ, παρ' οὗ κἀκείνοις τὸ ταῦτα δύνασθαι. Ἴσως δὲ καὶ τῶν καιρῶν ἐκείνων, καὶ τῆς τότε καταστάσεως· ἐπειδὴ τὰ σημεῖα τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἃ δὲ τούτοις ἐστὶν ἀκόλουθα, καὶ εἰς ταυτὸν φέρει, ταῦτα καὶ διενοήθη καὶ κατεπράξατο μετὰ τῆς αὐτῆς πίστεως. Λόγῳ γὰρ τὰς τῶν ἐχόντων ἀποθήκας ἀνοίξας καὶ παραινέσεσι, ποιεῖ τὸ τῆς Γραφῆς· Διαθρύπτει πεινῶσι τροφὴν, καὶ χορτάζει πτωχοὺς ἄρτων, καὶ διατρέφει αὐτοὺς ἐν λιμῷ, καὶ ψυχὰς πεινώσας ἐμπίμπλησιν ἀγαθῶν. Καὶ τίνα τρόπον; οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς προσθήκην. Συναγαγὼν γὰρ ἐν ταυτῷ τοὺς λιμοῦ τραυματίας, ἔστι δὲ οὓς καὶ μικρὸν ἀναπνέοντας, ἄνδρας καὶ γυναῖκας, νηπίους, γέροντας, πᾶσαν ἡλικίαν ἐλεεινὴν, πᾶν εἶδος τροφῆς ἐρανίζων, ὅση τυγχάνει λιμοῦ βοήθεια, ἔτνους τε πλήρεις προθεὶς λέβητας, καὶ τοῦ ταριχευτοῦ παρ' ἡμῖν ὄψου, καὶ πένητας τρέφοντος. Ἔπειτα τὴν τοῦ Χριστοῦ διακονίαν μιμούμενος, ὃς, καὶ λεντίῳ διαζωννύμενος, οὐκ ἀπηξίου νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ τοῖς ἑαυτοῦ παισὶν, εἴτουν συνδούλοις, πρὸς τοῦτο συνεργοῖς
35. But he indeed was not able to rain down bread from heaven through prayer, and to feed a fugitive people in the wilderness, nor from vessel-bottoms to make unexpended food gush forth when filled by emptying, which is even a paradox, that he might feed her who fed him in return for hospitality; nor with five loaves to feast thousands, the remnants whereof too were another power of many tables. For these things belonged to Moses, and to Elijah, and to my God, from Whom came to them also the ability to do these things. And perhaps they belonged also to those times, and to the condition then prevailing; since signs are for unbelievers, not for those who believe. But the things that are consequent upon these, and tend to the same end, these he both devised and accomplished with the same faith. For having opened the storehouses of those who had by word and exhortations, he does that of the Scripture: he breaks food to the hungry, and satisfies the poor with loaves, and sustains them in famine, and fills hungry souls with good things. And in what manner? For neither is this a small thing by way of addition. For having gathered together into the same place the wounded of famine, and some who were even scarcely breathing, men and women, infants, old men, every pitiable age, collecting by contributions every kind of food that happens to be an aid against famine, and having set forth cauldrons full both of pulse-porridge and of the salted relish among us that nourishes the poor. Then, imitating the ministry of Christ, Who, even girding Himself with a towel, did not disdain to wash the feet of the disciples, and using his own servants, or rather fellow-servants, as fellow-workers for this
PG 36:545Read from the page
χρώμενος, ἐθεράπευε μὲν τὰ σώματα τῶν δεομένων, ἐθεράπευε δὲ τὰς ψυχὰς, συμπλέκων τῇ χρείᾳ τὸ τῆς τιμῆς, καὶ ῥᾴους ποιῶν ἀμφοτέρωθεν.
purpose, he tended indeed the bodies of the needy, and he tended their souls, interweaving the element of honour with the need, and making them more relieved on both sides.
ΛϚʹ. Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτερος Ἰωσήφ· πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ, καὶ τὴν Αἴγυπτον ἐξωνεῖται τῷ φιλανθρώπῳ, τὸν τῆς ἀφθονίας καιρὸν εἰς τὸν τοῦ λιμοῦ διαθέμενος, καὶ τοῖς ἑτέρων ὀνείροις εἰς τοῦτο διαταττόμενος· ὁ δὲ προῖκα χρηστὸς ἦν, καὶ τῆς σιτοδείας ἐπίκουρος ἀπραγμάτευτος, πρὸς ἓν ὁρῶν, τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον κτήσασθαι, καὶ τῶν ἐκεῖθεν τυχεῖν ἀγαθῶν διὰ τῆς ἐνταῦθα σιτομετρίας. Ταῦτα μετὰ τῆς τοὺ λόγου τροφῆς, καὶ τῆς τελεωτέρας εὐεργεσίας καὶ διαδόσεως, τῆς ὄντως οὐρανίου καὶ ὑψηλῆς· εἴπερ ἄρτος ἀγγέλων λόγος, ᾧ ψυχαὶ τρέφονται καὶ ποτίζονται Θεὸν πεινῶσαι, καὶ ζητοῦσαι τροφὴν οὐ ῥέουσαν, οὐδ' ἀπιοῦσαν, ἀλλ' ἀεὶ μένουσαν· ἧς σιτοδότης ἦν ἐκεῖνος, καὶ μάλα πλούσιος, ὁ πενέστατος ὧν ἴσμεν καὶ ἀπορώτατος, οὐ λιμὸν ἄρτων, οὐδὲ δίψαν ὕδατος ἐξιώμενος, λόγου δὲ πόθον, τοῦ ἀληθῶς ζωτικοῦ καὶ τροφίμου, καὶ εἰς αὔξησιν ἄγοντος πνευματικῆς ἡλικίας τὸν καλῶς τρεφόμενον.
36. Such was our new corn-giver, and second Joseph; save that we have even something more to say. For the one makes traffic of the famine, and buys up Egypt by his humanity, disposing the season of abundance for the season of famine, and being appointed to this by the dreams of others; whereas the other was freely kind, and an untrafficking helper in scarcity of corn, looking to one thing, by humanity to win humanity, and to obtain the good things from yonder through the rationing of corn here. These things were alongside the nourishment of the word, and the more perfect benefaction and distribution, the truly heavenly and lofty one; if indeed the word is the bread of angels, wherewith souls are fed and watered that hunger for God, and seek nourishment neither flowing away nor departing, but ever abiding; whereof that man was a corn-giver, and a very rich one, he who was the poorest and most destitute of those we know, healing thoroughly neither a famine of loaves nor a thirst for water, but a longing for the word, the truly life-giving and nourishing word, and leading him who is well nourished to an increase of spiritual stature.
ΛΖʹ. Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων (τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν;) ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος, καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναποψύξαντος, ἐπὶ τὸν ὑψηλὸν τῆς ἐπισκοπῆς θρόνον ἀνάγεται· οὐκ ἀμογητὶ μὲν, οὐδὲ ἄνευ βασκανίας καὶ πάλης τῶν τε τῆς πατρίδος προεδρευόντων, καὶ τῶν πονηροτάτων τῆς πόλεως ἐκείνοις συντεταγμένων. Πλὴν ἔδει νικῆσαι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ μέντοι καὶ νικᾷ πολλῇ τῇ περιουσίᾳ. Κινεῖ γὰρ ἐκ τῆς ὑπερορίας τοὺς χρίσοντας, ἄνδρας ἐπ' εὐσεβείᾳ γνωρίμους καὶ ζηλωτὰς, καὶ μετὰ τούτων τὸν νέον Ἀβραὰμ καὶ πατριάρχην ἡμέτερον, τὸν ἐμὸν λέγω πατέρα, περὶ ὅν τι καὶ συμβαίνει θαυμάσιον. Οὐ γὰρ τῷ πλήθει τῶν ἐτῶν μόνον ἐκλελοιπὼς, ἀλλὰ καὶ νόσῳ τετρυχωμένος, καὶ πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὢν, κατατολμᾷ τῆς ὁδοῦ, βοηθήσων τῇ ψήφῳ, καὶ θαρσήσας τῷ Πνεύματι. Καί τι σύντομον φθέγξομαι, νεκρὸς ἐντεθεὶς ὡς τάφῳ τινὶ τῷ φορείῳ, νέος ἐπάνεισιν, εὐσθενὴς, ἄνω βλέπων, ῥωσθεὶς ἐκ τῆς χειρὸς καὶ
37. From these things then and such as these (for why must one tarry in telling all things?), when he who bore the name of piety had just been translated, and had gladly breathed his last in his hands, he is led up to the lofty throne of the episcopate; not without toil indeed, nor without envy and wrestling both of those who presided over the fatherland, and of the most wicked men of the city ranged with them. Yet the Holy Spirit had to prevail; and indeed He does prevail with great superabundance. For He stirs up from abroad those who should anoint him, men notable and zealous for piety, and with these the new Abraham and our patriarch, I mean my father, concerning whom also something wonderful comes to pass. For having failed not only through the multitude of his years, but also worn down by disease, and being at his last breaths, he ventures boldly upon the journey, in order to aid with his vote, having taken courage in the Spirit. And I will utter something brief: having been laid as a corpse in the litter as in a kind of tomb, he returns young, vigorous, looking upwards, strengthened from the hand and
Notes, col. 545

On the reading

Printed τοὺ, for τοῦ.

PG 36:548Read from the page
τῆς χρίσεως, οὐ πολὺ δὲ εἰπεῖν, ὅτι καὶ τῆς κεφαλῆς τοῦ χρισθέντος. Τοῦτο προσκείσθω τοῖς παλαιοῖς διηγήμασιν, ὅτι πόνος ὑγείαν χαρίζεται, καὶ προθυμία νεκροὺς ἀνίστησι. καὶ πηδᾷ γῆρας χρισθὲν τῷ Πνεύματι.
from the anointing, and it is not much to say, from the head also of him who was anointed. Let this be added to the ancient narratives, that toil bestows health, and eagerness raises the dead. And old age leaps when anointed with the Spirit.
ΛΗʹ. Οὕτω δὲ τῆς προεδρίας ἀξιωθεὶς, ὡς, τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους, εἰκός· οὐ κατήσχυνεν οὐδενὶ τῶν ἑξῆς, ἢ τὴν ἑαυτοῦ φιλοσοφίαν, ἢ τὰς τῶν πεπιστευκότων ἐλπίδας· ἀλλὰ τοσοῦτον ἑαυτὸν ὑπερβάλλων ἀεὶ, ὅσον πρὸ τούτου τοὺς ἄλλους ἐδείκνυτο, κάλλιστά τε καὶ φιλοσοφώτατα περὶ τούτων διανοούμενος. Ἡγεῖτο γὰρ, ἰδιώτου μὲν ἀρετὴν εἶναι, τὸ μὴ κακὸν εἶναι, ἤ τι καὶ ποσῶς ἀγαθόν. Ἄρχοντος δὲ καὶ προστάτου κακίαν, καὶ μάλιστα τὴν τοιαύτην ἀρχὴν, τὸ μὴ πολὺ τῶν πολλῶν προέχειν, μηδὲ ἀεὶ κρείττω φαίνεσθαι, μηδὲ συμμετρεῖν τῇ ἀξίᾳ καὶ τῷ θρόνῳ τὴν ἀρετήν. Μόγις γὰρ εἶναι τῷ ἄκρῳ τοῦ μέσου κατατυγχάνειν, καὶ τῷ περιόντι τῆς ἀρετῆς ἕλκειν τοὺς πολλοὺς εἰς τὸ μέτριον· μᾶλλον δὲ, ἵνα τι φιλοσοφήσω περὶ τούτων ἄμεινον, ὅπερ ἐπὶ τοῦ Σωτῆρος ἐγὼ θεωρῶ, οἶμαι δὲ καὶ τῶν σοφωτέρων ἕκαστος, ἡνίκα μεθ' ἡμῶν ἐγένετο, μορφωθεὶς τὸ ὑπὲρ ἡμᾶς καὶ ἡμέτερον, τοῦτο κἀνταῦθα συμβεβηκέναι λογίζομαι. Ἐκεῖνός τε γὰρ προέκοπτε, φησὶν, ὥσπερ ἡλικίᾳ, οὕτω δὴ καὶ σοφίᾳ καὶ χάριτι· οὐ τῷ ταῦτα λαμβάνειν αὔξησιν, (τί γὰρ τοῦ ἀπ' ἀρχῆς τελείου γένοιτ' ἂν τελεώτερον;) ἀλλὰ τῷ κατὰ μικρὸν ταῦτα παραγυμνοῦσθαι καὶ παρεκφαίνεσθαι. Τήν τε τοῦ ἀνδρὸς ἀρετὴν, οὐχὶ προσθήκην, ἀλλ' ἐργασίαν οἶμαι μείζω τηνικαῦτα λαμβάνειν, ὕλῃ πλείονι τῇ ἐξουσίᾳ χρωμένην.
38. And having been deemed worthy of the presidency in such a manner as was fitting for those who had proved such men, and had obtained such grace, and were thus esteemed; he did not put to shame by anything that followed either his own philosophy or the hopes of those who had entrusted it to him; but ever surpassing himself by as much as before this he was shown to surpass others, being minded most nobly and most philosophically concerning these things. For he accounted the virtue of a private person to be the not being bad, or being even in some measure good; whereas the vice of a ruler and president, and especially over such a rule, was the not excelling the many by much, nor ever appearing better, nor measuring out virtue in proportion to his dignity and throne. For it belongs to the highest summit scarcely to attain the mean, and by the superabundance of virtue to draw the many towards what is moderate; or rather, that I may philosophize somewhat better concerning these things, what I behold in the case of the Saviour, and as I suppose each of the wiser does also, when He came to be among us, having been formed according to that which is above us and ours, this I reckon to have come to pass here also. For both He advanced, it says, just as in stature, so indeed also in wisdom and grace; not by these things receiving increase (for what could become more perfect than that which is perfect from the beginning?), but by these things being gradually laid bare and manifested forth. And the virtue of the man, I suppose, received at that time not an addition, but a greater working, using his authority as fuller matter.
ΛΘʹ. Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερὸν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον· δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ μοι φιλοσοφοῦντι περὶ τὸν καιρὸν ἐκεῖνον συνεφιλοσόφει! Τῶν γὰρ ἄλλων ἁπάντων οἰομένων καὶ προσδραμεῖσθαί με τῷ γεγονότι, καὶ περιχαρήσεσθαι (ὅπερ ἑτέρου καὶ παθεῖν ἴσως ἦν), καὶ συνδιανεμεῖσθαι τὴν ἀρχὴν μᾶλλον ἢ παραδυναστεύειν, καὶ τῇ φιλίᾳ τοῦτο τεκμαιρομένων· ἐπειδὴ τὸ φορτικὸν φεύγων ἐγὼ, καὶ γὰρ ἐν ἅπασιν, εἴπερ ἄλλος τις, καὶ ἅμα τοῦ καιροῦ τὸ ἐπίφθονον, ἄλλως τε καὶ τῶν κατ' αὐτὸν ὠδινόντων ἔτι καὶ ταρασσομένων, οἴκοι κατέμεινα, βίᾳ χαλινώσας τὸν πόθον. Μέμφεται
39. First indeed he makes that manifest to all, that what was given was not a work of human favour for him, but a gift of God; and our own case too will make it clear. For what philosophy he shared with me when I was philosophizing about that season! For while all the others supposed both that I would run up to what had come to pass, and would rejoice exceedingly (which perhaps belonged to another even to experience), and would share in distributing the rule rather than hold subordinate power alongside, and conjectured this from our friendship; since I, shunning what is vulgar, as indeed in all things, if anyone else does, and at the same time the envy of the season, especially as his affairs were still in travail and troubled, remained at home, having curbed my longing by force. He blames me
PG 36:549Read from the page
μὲν, συγγινώσκει δέ. Καὶ μετὰ τοῦτο ἐπιστάντα μὲν, τὴν δε τῆς καθέδρας τιμὴν οὐ δεξάμενον, τῆς αὐτῆς ἕνεκεν αἰτίας, οὐδὲ τὴν τῶν πρεσβυτέρων προτίμησιν, οὔτε ἐμέμψατο, καὶ προσεπῄνεσεν, εὖ ποιῶν· τῦφον κατηγορηθῆναι μᾶλλον ὑπ' ὀλίγων ἑλόμενος, τῶν ταύτην ἀγνοησάντων τὴν οἰκονομίαν, ἤ τι πρᾶξαι τῷ λόγῳ καὶ τοῖς αὐτοῦ βουλεύμασιν ἐναντίον. Καίτοι, πῶς ἂν μᾶλλον ἔδειξεν ἄνθρωπος πάσης θωπείας καὶ κολακείας κρείττω τὴν ψυχὴν ἔχων, καὶ πρὸς ἓν μόνον βλέπων, τὸν τοῦ καλοῦ νόμον, ἢ περὶ ἡμῶν οὕτω διανοηθεὶς, οὓς ἐν πρώτοις τῶν ἑαυτοῦ φίλων καὶ συνήθων ἐγνώρισεν;
indeed, yet pardons me. And after this, when I came indeed, yet did not accept the honour of the seat, for the same cause, nor the precedence of the presbyters, he neither blamed me, and besides praised me, doing well; choosing rather to be accused of pride by a few, who were ignorant of this dispensation, than to do anything contrary to reason and to his own counsels. And yet, how could a man more show that he had a soul superior to all wheedling and flattery, and looked to one thing alone, the law of the good, than by being thus minded concerning us, whom he recognized among the first of his own friends and intimates?
Μʹ. Ἔπειτα, τὸ στασιάζον πρὸς ἑαυτὸν μαλάσσει, καὶ θεραπεύει λόγοις ἰατρικῆς μεγαλόφρονος. Οὐ γὰρ θωπευτικῶς, οὐδὲ ἀνελευθέρως τοῦτο ποιεῖ, ἀλλὰ καὶ λίαν νεανικῶς καὶ μεγαλοπρεπῶς, ὡς ἄν τις οὐ τὸ παρὸν σκοπῶν μόνον, ἀλλὰ καὶ τὴν μέλλουσαν εὐπείθειαν οἰκονομῶν. Ὁρῶν γὰρ τὸ μὲν ἁπαλὸν, ἔκλυτον καὶ μαλακίζον, τὸ δὲ αὐστηρὸν, τραχῦνον καὶ ἀπαυθαδιάζον, ἀμφοτέροις βοηθεῖ δι' ἀλλήλων· ἐπιεικείᾳ μὲν τὸ ἀντιτυπὲς, στεῤῥότητι δὲ τὸ ἁπαλὸν κερασάμενος· ὀλίγα μὲν λόγου προσδεηθεὶς, ἔργῳ δὲ τὰ πλείω δυνηθεὶς πρὸς τὴν θεραπείαν· οὐ τέχνῃ δουλούμενος, ἀλλ' εὐνοίᾳ σφετεριζόμενος· οὐ δυναστείᾳ προσχρώμενος, ἀλλὰ τῷ δύνασθαι μὲν. φείδεσθαι δὲ προσαγόμενος. Τὸ δὲ μέγιστον, τῷ πάντας ἡττᾶσθαι τῆς αὐτοῦ διανοίας, καὶ ἀπρόσιτον εἰδέναι τὴν ἀρετήν· καὶ μίαν μὲν ἑαυτοῖς σωτηρίαν ἡγεῖσθαι, τὸ μετ' ἐκείνου τε καὶ ὑπ' ἐκείνῳ τετάχθαι, ἕνα δὲ κίνδυνον, τὸ προσκρούειν ἐκείνῳ, καὶ ἀλλοτρίωσιν ἀπὸ Θεοῦ νομίζειν τὴν ἀπ' ἐκείνου διάστασιν· οὕτως ἑκόντες ὑπεχώρησαν καὶ ἡττήθησαν, καὶ ὡς ἠχῷ βροντῆς ὑπεκλίθησαν, ἄλλος ἄλλον εἰς ἀπολογίαν προφθάνοντες, καὶ τὸ μέτρον τῆς ἀπεχθείας εἰς μέτρον μετενεγκόντες εὐνοίας, καὶ τῆς εἰς ἀρετὴν ἐπιδόσεως, ἣν δὴ μόνην ἀπολογίαν ἰσχυροτάτην ηὕρισκον· πλὴν εἴ τις διὰ κακίαν ἀνίατον ἠμελήθη καὶ παρεῤῥίφη, ἵν' αὐτὸς ἐν ἑαυτῷ συντριβῇ καὶ καταναλωθῇ, καθάπερ ἰὸς σιδήρῳ συνδαπανώμενος.
40. Next, he softens the faction seditious against himself, and heals it by words of a magnanimous medical art. For not wheedlingly, nor illiberally does he do this, but even very spiritedly and magnificently, as one looking not to the present alone, but also dispensing future obedience. For seeing that what is soft is slack and effeminizing, whereas what is austere exasperates and makes stubborn, he aids both through each other; having tempered what is resistant with gentleness, and what is soft with firmness; having needed little of word indeed, and having been able to accomplish the greater part by deed towards the healing; not enslaving by artifice, but winning over as his own by goodwill; not employing domination besides, but drawing them to himself by being able indeed, yet sparing. And what is greatest, by all being overcome by his understanding, and knowing his virtue to be unapproachable; and accounting one thing indeed as salvation for themselves, to be ranged both with him and under him, and one danger, to offend against him, and reckoning separation from him to be alienation from God; thus willingly they gave way and were overcome, and bowed down as to a peal of thunder, anticipating one another in making defence, and having transferred the measure of enmity into a measure of goodwill, and of advance towards virtue, which alone indeed they found to be a most strong defence; save if anyone through incurable wickedness was neglected and cast aside, that he might be crushed and consumed within himself, just as rust is wasted away together with iron.
ΜΑʹ. Ἐπεὶ δὲ τὰ οἴκοι κατα νοῦν εἶχεν αὐτῷ, καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν ἀπίστων κἀκεῖνον ἠγνοηκό-
41. And when domestic affairs stood according to his mind for him, and as none of the unbelieving and those ignorant of him too would have supposed,
Notes, col. 549

On the reading

Printed δε, for δὲ.

Printed κατα, for κατὰ.

PG 36:552Read from the page
των, περινοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν γὰρ ἄλλων ἁπάντων τὸ ἐν ποσὶ μόνον ὁρώντων, καὶ τὸ κατ' αὐτοὺς ὅπως ἀσφαλῶς ἕξει λογιζομένων, εἴπερ τοῦτο ἀσφαλὲς, περαιτέρω δ' οὐ προϊόντων, οὐδέ τι μέγα καὶ νεανικὸν, ἢ ἐννοῆσαι, ἢ καταπράξασθαι δυναμένων· καίτοι τἄλλα μέτριος ὢν, ἐν τούτοις οὐ μετριάζει· ἀλλ' ὑψοῦ τὴν κεφαλὴν διάρας, καὶ κύκλῳ τὸ τῆς ψυχῆς ὄμμα περιαγαγὼν, πᾶσαν εἴσω ποιεῖται τὴν οἰκουμένην, ὅσην ὁ σωτήριος λόγος ἐπέδραμεν. Ὁρῶν δὲ τὸν μέγαν τοῦ Θεοῦ κλῆρον, καὶ τοῖς αὐτοῦ λόγοις, καὶ νόμοις, καὶ πάθεσι περιποιηθέντα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, κακῶς διακείμενον, εἴς τε μυρίας δόξας καὶ πλάνας διεσπασμένον· καὶ την ἐξ Αἰγύπτου μετηρμένην καὶ μεταπεφυτευμένην ἄμπελον, ἐκ τῆς ἀθέου καὶ σκοτεινῆς ἀγνοίας εἰς κάλλος τε καὶ μέγεθος ἄπειρον προελθοῦσαν, ὡς καλύψαι πᾶσαν τὴν γῆν, καὶ ὀρῶν καὶ κέδρων ὑπερεκτείνεσθαι· ταύτην πονηρῷ καὶ ἀγρίῳ συῒ, τῷ διαβόλῳ, λελυμασμένην· οὐκ αὔταρκες ὑπολαμβάνει θρηνεῖν ἡσυχῆ τὸ πάθος, καὶ πρὸς Θεὸν μόνον αἴρειν τὰς χεῖρας, καὶ παρ' ἐκείνου τῶν κατεχόντων κακῶν λύσιν ζητεῖν, αὐτὸς δὲ καθεύδειν· ἀλλά τι καὶ βοηθεῖν, καὶ παρ' ἑαυτοῦ συνεισφέρειν ᾤετο δεῖν.
he conceives in his understanding something greater and loftier. For while all the others looked only to what was at their feet, and reckoned how their own affairs would be safe, if indeed this is safe, and did not advance further, nor were able either to conceive or to accomplish anything great and spirited; although he was moderate in other things, in these he does not observe moderation; but having lifted his head on high, and having cast the eye of his soul around in a circle, he brings within his view the whole inhabited world, as much as the saving word had overrun. And seeing the great heritage of God, purchased by His words, and laws, and sufferings, the holy nation, the royal priesthood, in an evil plight, and torn asunder into ten thousand opinions and errors; and the vine removed and transplanted out of Egypt, which had advanced from godless and dark ignorance unto infinite beauty and greatness, so as to cover the whole earth, and to stretch out above mountains and cedars—seeing this ravaged by a wicked and wild boar, the devil; he does not suppose it sufficient to lament the calamity in quiet, and only to lift up his hands towards God, and to seek from Him a deliverance from the prevailing evils, while he himself slept; but he thought it necessary both to give some aid and to contribute from himself.
ΜΒʹ. Τί γὰρ εἶναι τῆς συμφορᾶς ταύτης ἀνιαρότερον, ὑπὲρ δὲ τοῦ κοινοῦ χρῆναι μᾶλλον σπουδάζειν τὸν ἄνω βλέποντα; Ἑνὸς μὲν γὰρ εὖ πράττοντος, ἢ κακῶς, οὐδὲν τῷ κοινῷ τοῦτο ἐπισημαίνειν· τοῦ κοινοῦ δὲ οὕτως ἢ ἐκείνως ἔχοντος, καὶ τὸν καθ' ἕκαστον ὁμοίως ἔχειν, πᾶσαν εἶναι ἀνάγκην. Ταῦτ' οὖν ἐννοῶν καὶ σκοπῶν ἐκεῖνος, ὁ τοῦ κοινοῦ κηδεμὼν καὶ προστάτης (ἐπειδὴ σὴς ὀστέων καρδία αἰσθητικὴ, ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ· καὶ τὸ μὲν ἀνάλγητον, εὔθυμον· τὸ δὲ συμπαθὲς, λυπηρόν· καὶ τῆξις καρδίας, ἔμμονος λογισμὸς), διὰ τοῦτο ἐσφάδαζεν, ἠνιᾶτο, κατετιτρώσκετο, ἔπασχε τὸ Ἰωνᾶ, τὸ Δαβιδ, ἀπελέγετο τὴν ψυχὴν, οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις· προσεδαπάνα τὸ λειπόμενον τῶν σαρκῶν ταῖς φροντίσιν, ἕως εὕρῃ τοῦ κακοῦ λύσιν· ἐπιζητεῖ θείαν βοήθειαν, ἢ ἀνθρωπίνην, ἥτις στήσει τὸν κοινὸν ἐμπρησμὸν, καὶ τὴν ἐπέχουσαν ἡμᾶς σκοτόμαιναν.
42. For what, he thought, was more grievous than this calamity, whereas he who looks upwards ought rather to be earnest on behalf of the common weal? For when one man fares well or ill, this signifies nothing for the common weal; whereas when the common weal is in this or that state, there is every necessity that each individual also should be in a like state. Pondering and considering these things therefore, that guardian and protector of the common weal (since a sensitive heart is a moth of the bones, as seems good to Solomon and to the truth; and insensibility is cheerful, whereas sympathy is sorrowful, and persistent thought is a melting of the heart), on this account he writhed, was distressed, was wounded, suffered the experience of Jonah, that of David, renounced his life, gave no sleep to his eyes, nor slumber to his eyelids; he expended besides what remained of his flesh upon anxieties, until he should find a deliverance from the evil; he seeks after divine or human aid, which will stay the common conflagration, and the dizzying darkness overspreading us.
ΜΓʹ. Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον· Συναγαγὼν ἑαυτὸν, ὡς οἷόν τε ἦν, καὶ συγ-
43. That one thing indeed therefore he devises, and a very saving one: having collected himself, so far as was possible, and having shut
Notes, col. 552

On the reading

Printed την, for τὴν.

Printed Δαβιδ, for Δαβὶδ.

PG 36:553Read from the page
κλείσας τῷ πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς κινήσας, πᾶν δὲ τῶν Γραφῶν βάθος ἀναλεξάμενος, λογογραφεῖ την εὐσέβειαν, καὶ ἀντιθέτοις πάλαις καὶ μάχαις τὸ πολὺ τῶν αἱρετικῶν ἀποκρούεται θράσος· τοὺς μὲν καὶ εἰς χεῖρας ἰόντας, ἀγχεμάχοις ὅπλοις τοῖς ἀπὸ γλώσσης καταστρεφόμενος· τοὺς δὲ πόῤῥωθεν, βάλλων τοξεύμασι τοῖς ἐκ μέλανος, οὐδὲν ἀτιμοτέρου τῶν ἐν ταῖς πλαξὶ χαραγμάτων· οὐδὲ ἑνὶ τῆς Ἰουδαίας ἔθνει, καὶ μικρῷ τούτῳ, νομοθετοῦντος περὶ βρωμάτων, καὶ πωμάτων, καὶ προσκαίρων θυσιῶν, καὶ σαρκὸς καθαρσίων· ἀλλὰ παντὶ γένει καὶ μέρει τῆς οἰκουμένης, περὶ τοῦ λόγου τῆς ἀληθείας, ἐξ οὗ καὶ τὸ σώζεσθαι περιγίνεται. Δεύτερον δὲ (καὶ γὰρ ὁμοίως ἀτελὲς ἄλογος πρᾶξις, καὶ λόγος ἄπρακτος), προσετίθει τῷ λόγῳ καὶ τὴν ἐκ τοῦ πράττειν ἐπικουρίαν· τοῖς μὲν ἐπιδημῶν, πρὸς δὲ τοὺς πρεσβεύων, τοὺς δὲ καλῶν, νουθετῶν, ἐλέγχων, ἐπιτιμῶν, ἀπειλῶν, ὀνειδίζων, προπολεμῶν ἐθνῶν, πόλεων, τῶν καθ' ἕκαστον, πᾶν εἶδος ἐπινοῶν σωτηρίας, πανταχόθεν ἰώμενος· ὁ Βεσελεὴλ ἐκεῖνος, ὁ τῆς θείας ἀρχιτέκτων σκηνῆς, πάσῃ πρὸς τὸ ἔργον ὕλῃ καὶ τέχνῃ χρώμενος, καὶ πάντα πλέκων εἰς κάλλους ἑνὸς περιουσίαν καὶ ἁρμονίαν.
himself up with the spirit, and having stirred up all human reckonings, and gathered up every depth of the Scriptures, he writes treatises on piety, and by opposing wrestlings and battles beats back the great boldness of the heretics; overthrowing those who came to close quarters with weapons of close combat from the tongue; and striking those afar off with arrows made of ink, in no way less honourable than the carvings on the tablets; nor legislating for one nation of Judaea, and this a small one, concerning meats, and drinks, and temporary sacrifices, and purifications of the flesh; but for every race and part of the inhabited world, concerning the word of truth, whence also comes being saved. And secondly (for action without word and word without action are alike imperfect), he added to the word also the succour from action; visiting some, sending embassies to others, summoning others, admonishing, convicting, rebuking, threatening, reproaching, fighting in defence of nations, cities, individuals, devising every kind of salvation, healing from every side; that Bezalel, the architect of the divine tabernacle, using every material and art for the work, and weaving all things into the superabundance and harmony of one beauty.
ΜΔʹ. Τί τἄλλα χρὴ λέγειν; Ἀλλ' ἧκεν αὖθις ἡμῖν ὁ χριστομάχος βασιλεὺς, καὶ τῆς πίστεως τύραννος, μετὰ πλείονος τῆς ἀσεβείας καὶ θερμοτέρας τῆς παρατάξεως, ὡς πρὸς ἀνταγωνιστὴν ἰσχυρότερον ὄντος αὐτῷ τοῦ λόγου, κατὰ τὸ ἀκάθαρτον ἐκεῖνο πνεῦμα καὶ πονηρὸν, ὃ τοῦ ἀνθρώπου λυθὲν καὶ περιπλανηθὲν, πρὸς τὸν αὐτὸν ἀναστρέφει μετὰ πλειόνων πνευμάτων εἰσοικισθησόμενον, ὥσπερ ἐν τοῖς Εὐαγγελίοις ἠκούσαμεν. Τούτου γίνεται μιμητὴς ἐκεῖνος, ὁμοῦ τε τὴν προτέραν ἧτταν ἀνακαλεσόμενος, καὶ προσθήσων τι τοῖς πρώτοις παλαίσμασι. Δεινὸν γὰρ εἶναι καὶ σχέτλιον, πολλῶν μὲν ἐθνῶν ἐπάρχοντα, πολλῆς δὲ δόξης ἠξιωμένον, πάντας δὲ τοὺς κύκλῳ καταστρεψάμενον τῷ κράτει τῆς ἀσεβείας, καὶ χειρωσάμενον πᾶν τὸ προστυχὸν, ἑνὸς ἀνδρὸς, καὶ μιᾶς πόλεως ἥττω ὀφθῆναι, καὶ γέλωτα ὄφλειν, οὐ τοῖς ἄγουσι μόνον αὐτὸν προστάταις τῆς ἀθεΐας, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις, ὡς ὑπελάμβανε.
44. Why must one tell the rest? But there came again upon us the Christ-fighting emperor, and tyrant of the faith, with greater impiety and a hotter battle-array, as having to reckon with a stronger antagonist, after the manner of that unclean and wicked spirit, which having been loosed from the man and having wandered about, returns to the same man to settle in with more spirits, just as we have heard in the Gospels. Of this spirit that man becomes an imitator, at once both to retrieve his former defeat, and to add something to his first wrestlings. For it was a dreadful and intolerable thing, that he who ruled over many nations, and had been deemed worthy of much glory, and had subdued all those round about by the might of impiety, and had mastered everything that met him, should be seen to be inferior to one man and one city, and should incur laughter, not only before the champions of godlessness who led him, but also before all men, as he supposed.
ΜΕʹ. Τὸν μὲν δὴ Περσῶν βασιλέα φασὶν, ἐπειδή ποτε κατὰ τῆς Ἑλλάδος ἐστράτευε, πᾶν μὲν γένος ἀνθρώπων ἐπ' αὐτοὺς ἐλαύνων, παντὶ δὲ ζέων θυμῷ καὶ φρονήματι, οὐ ταύτῃ μόνον ἐπαίρεσθαι,
45. Now they say that the king of the Persians, when once he marched against Greece, driving every race of men against them, and boiling with all wrath and pride, was not lifted up in this way alone,
Notes, col. 553

On the reading

Printed την, for τὴν.