οὐ καλῶς μὲν ἴσως, οὐδὲ δικαίως, ἀπήγαγε δ' οὖν. Σκοπῶ δὲ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνωμαλία καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν οὐκ εὔοδον, οὐδὲ τῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως ἄξιον. Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον. Τὸν δὲ, ἡ πολύτροπος τοῦ Θεοῦ φιλανθρωπία, καὶ περὶ τὸ ἡμέτερον γένος οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα, καὶ ἀεὶ λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προτίθησι περιφανῆ τε καὶ περιβόητον, τοῖς ἱεροῖς τοῦ πρεσβυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ, διὰ μιᾶς τῆς Καισαρέων πόλεως, τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα. Καὶ τίνα τρόπον; Οὐ σχεδιάσασα τὸν βαθμὸν, οὐδὲ ὁμοῦ τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς τῶν νῦν τῆς προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς ἀναβάσεως, τῆς τιμῆς ἀξιώσασα
not nobly perhaps, nor justly, yet it led me away. And I consider whether it was not from this source that all the unevenness and difficulty in my life befell me, and that my path towards philosophy has not been smooth, nor worthy of my desire and my purpose. Let our affairs, then, be guided as is pleasing to God; and may they be guided better through his intercessions. But him the manifold loving-kindness of God, and His dispensation towards our race, having made known through many intervening duties, and having shown ever more illustrious, sets forth as a conspicuous and celebrated lamp of the Church, having enrolled him in the meantime among the sacred thrones of the presbytery, and, through the single city of the Caesareans, shining as a beacon to the whole inhabited world. And in what manner? Not having improvised the rank, nor having at the same time washed and made wise, like the majority of those who now covet the presidency; but by the order and law of spiritual ascent, having deemed him worthy of the honour
ΚϚʹ. Οὐκ ἐπαινῶ γὰρ ἐγὼ την παρ' ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ' ὧν προεδρευόντων ἐν βήμασιν. Οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον. Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχειρίσας τῷ νῦν κυβερνήτῃ, κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν, καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει, μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν, καὶ τὴν τῶν ἀνέμων διάσκεψιν. Ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης, ταξίαρχος, στρατηγός. Αὕτη ἡ τάξις ἀρίστη καὶ λυσιτελεστάτη τοῖς ἀρχομένοις. Τὸ δ' ἡμέτερον, πολλοῦ ἂν ἦν ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει, τὸ πάντων ἁγιώτατον τάγμα, τῶν παρ' ἡμῖν πάντων εἶναι καταγελαστότατον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον, ἢ κακουργίας, ἡ προεδρία· οὐδὲ τῶν ἀξιωτέρων, ἀλλὰ τῶν δυνατωτέρων, οἱ θρόνοι. Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων· ἀλλὰ καὶ Σαοὺλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν βασιλεῦσιν, ὁ Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοὰμ, ὁ δοῦλος καὶ ἀποστάτης. Καὶ ἰατρὸς μὲν οὐδεὶς, οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις ἀῤῥωστημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνεκέρασεν, ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως, μὴ πονηθεὶς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθεὶς, ὡς ὁ μῦθος ποιεῖ τοὺς γίγαντας. Πλάττομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν τοὺς
Chapter XXVI. For I do not praise the disorder and unseemliness among us, existing at times and in the case of some who preside in sanctuaries. For I shall not dare to accuse all, nor is it just. I praise the nautical law, which, having first entrusted the oar to him who is now helmsman, and having led him thence to the prow, and entrusted him with the forward parts, thus seats him at the tillers, after much sea has been smitten, and after the observation of the winds. And so too it holds in military matters: soldier, captain, general. This order is best and most profitable for those who are ruled. And our state would be worth much, if it were so. But as it is, the most holy order of all is in danger of being the most ridiculous of all things among us. For the presidency comes not from virtue rather than from knavery; nor do the thrones belong to the worthier, but to the more powerful. Samuel is among the prophets, he who sees the things before; yet Saul also, the castaway. Rehoboam is among the kings, the son of Solomon; yet Jeroboam also, the servant and apostate. And no one is a physician, nor a painter, who has not first examined the natures of infirmities, or mixed many colours, or shaped forms; whereas a prelate is found easily, without having toiled, and fresh in his dignity, at once sown and sprung up, as the myth makes the giants. We mould saints in a single day, and bid those to be wise who