Migne Reading Room

PG 36 · cols. 520–529 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:520Read from the page
γυμνούμενον, ἐξαίφνης μεταβαλὼν, πρύμναν τε ἐκρουσάμην, ἐκείνῳ θέμενος, καὶ ἑτεραλκέα τὴν νίκην ἐποίησα. Ὁ δὲ ἥσθη τε αὐτίκα τῷ γενομένῳ (καὶ γὰρ ἦν ἀγχίνους, εἰ καί τις ἄλλος), καὶ προθυμίας πλησθεὶς, ἵνα τελέως αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας ἐκείνους, καὶ παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν, ἢ τελέως τρέψασθαι, καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὗτος δεύτερος ἡμῖν τῆς φιλίας, οὐκ ἔτι σπινθὴρ, ἀλλ' ἤδη πυρσὸς ἀνάπτεται περιφανὴς καὶ ἀέριος.
laid bare, suddenly changing about, I backed water, ranged myself on his side, and made the victory incline the other way. And he straightway was delighted at what had happened (for indeed he was quick-witted, if ever anyone was), and filled with eagerness, that I may describe him altogether in Homeric fashion, he pursued, routing with his argument those noble youths, and smiting them with syllogisms, he did not desist before he had completely put them to flight and cleanly bound the victory upon his brow. This second beginning of our friendship, no longer a spark, but already a beacon-fire, is kindled, conspicuous and high in the air.
ΙΗʹ. Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁμολογῆσαι, καὶ προδοσίαν ἐπικαλεῖν, οὐκ ἐκείνων μόνον, ἀλλὰ καὶ αὐτῶν Ἀθηνῶν· ὡς διὰ τῆς πρώτης πείρας ἐληλεγμένων, καὶ ᾐσχυμμένων ὑφ' ἑνὸς ἀνδρὸς, καὶ ταῦτα μηδὲ τοῦ θαῤῥεῖν καιρὸν ἔχοντος. Ὁ δὲ (καὶ γὰρ ἀνθρώπινον τὸ πάθος, ὅταν μεγάλα ἐλπίσαντες ἀθρόως τοῖς ἐλπισθεῖσιν ἐντύχωμεν, ἐλάττω τῆς δόξης ὁρᾷν τὰ φαινόμενα), τοῦτο καὶ αὐτὸς πάσχων, ἐσκυθρώπαζεν, ἐδυσφόρει, τῆς ἐπιδημίας ἑαυτὸν ἐπαινεῖν οὐκ εἶχεν. Ἐζήτει τὸ ἐλπισθέν· κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν. Ὁ μὲν δὴ ταῦτα· ἐγὼ δὲ τῆς λύπης ἀφῄρουν τὸ πλεῖστον, καὶ λογικῶς συγγινόμενος, καὶ κατεπᾴδων τοῖς λογισμοῖς· καὶ, ὅπερ ἦν ἀληθὲς, οὔτε ἦθος ἀνδρὸς εὐθὺς ἁλωτὸν εἶναι, λέγων, ὅτι μὴ χρόνῳ πολλῷ καὶ συνουσίᾳ τελεωτέρᾳ, οὔτε παίδευσιν τοῖς πειρωμένοις, ἐξ ὀλίγων τε καὶ ἐν ὀλίγῳ γνωρίζεσθαι. Ὅθεν ἐπανῆγον αὐτὸν εἰς τὸ εὔθυμον, καὶ πεῖραν διδοὺς καὶ λαμβάνων, πλέον ἐμαυτῷ συνέδησα.
18. They, therefore, departed thus unsuccessful, blaming themselves much for their rashness, and being much vexed with me for my stratagem, so as even to avow open enmity, and to charge me with betrayal, not only of themselves, but also of Athens herself, as having been refuted through the first trial and put to shame by a single man, and that too one who had not even had time to gain confidence. But he (for indeed the feeling is human, when after hoping for great things we suddenly meet with the things hoped for, to see what appears as less than its reputation), experiencing this himself also, was downcast, was uneasy, and could not congratulate himself on his arrival. He sought what he had hoped for; he called Athens an empty bliss. Thus indeed did he feel; while I took away the greatest part of his grief, both conversing with him rationally and charming him with arguments, and saying, what was true, that neither is a man's character straightway to be grasped, save by much time and more perfect intimacy, nor is learning recognized by those who make trial of it from a few things and in a brief time. Whence I brought him back to cheerfulness, and both giving and receiving proof, I bound him more closely to myself.
ΙΘʹ. Ὡς δὲ, προϊόντος τοῦ χρόνου, τὸν πόθον ἀλλήλοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζόμενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι, ὁμοδίαιτοι, συμφυεῖς, τὸ ἓν βλέποντες, ἀεὶ τὸν πόθον ἀλλήλοις συναύξοντες θερμότερόν τε καὶ βεβαιότερον. Οἱ μὲν γὰρ τῶν σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσί, καὶ
19. And when, as time advanced, we confessed our longing to one another, and that philosophy was the object of our zeal, then already we were all things to one another, sharing the same roof, sharing the same table, grown together, looking to the one thing, ever increasing our longing for one another warmer and firmer. For bodily loves, inasmuch as they belong to fleeting things, also
PG 36:521Read from the page
ῥέουσιν ἴσα καὶ ἠρινοῖς ἄνθεσιν. Οὔτε γὰρ φλὸξ μένει, τῆς ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται, οὔτε πόθος ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οἱ δὲ κατὰ Θεόν τε καὶ σώφρονες, ἐπειδὴ πράγματος ἑστῶτός εἰσι, διὰ τοῦτο καὶ μονιμώτεροι, καὶ ὅσῳ πλέον αὐτοῖς τὸ κάλλος φαντάζεται, τοσούτῳ μᾶλλον ἑαυτῷ τε καὶ ἀλλήλοις συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς. Οὗτος τοῦ ὑπὲρ ἡμᾶς ἔρωτος ⟨ν⟩όμος. Αἰσθάνομαι μὲν οὖν ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος, καὶ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐμπίπτω τοὺς λόγους, οὐκ ἔχω δ' ὅπως ἐμαυτὸν ἐπίσχω τοῦ διηγήματος. Ἀεὶ γάρ μοι τὸ παρεθὲν ἀναγκαῖον φαίνεται, καὶ κρεῖττον τοῦ προληφθέντος. Κἄν μέ τις ἀπάγῃ τοῦ πρόσω τυραννικῶς, τὸ τῶν πολυπόδων πείσομαι, ὧν τῆς θαλάμης ἐξελκομένων, προσέξονται ταῖς κοτύλαις αἱ πέτραι, καὶ οὐ πρὶν ἀφεθήσονται, ἢ παρ' ἀλλήλων τι προσλαβεῖν ἐκ τῆς βίας. Εἰ μὲν οὖν συγχωρήσοι τις, ἔχω τὸ ζητούμενον· εἰ δὲ μὴ, παρ' ἐμαυτοῦ λήψομαι.
pass away like spring flowers. For neither does a flame remain when the fuel is consumed, but it departs together with that which kindles it, nor does longing subsist when the tinder withers away. But those loves that are according to God and chaste, inasmuch as they belong to a thing that stands firm, are on that account also more abiding; and the more beauty displays itself to them, the more closely it binds both to itself and to one another the lovers of the same things. This is the law of the love that is above us. Now I perceive that I am being carried beyond the occasion and the measure, and I know not how I fall into these words, yet I have no way to restrain myself from the narrative. For ever does what has been passed over appear to me necessary, and better than what has been taken up before. And even if someone should drag me away tyrannically from going forward, I shall suffer the fate of the polyps, whose suckers, when they are dragged out of their lair, cling fast to the rocks, and will not let go before they have taken some part from one another by reason of the violence. If, therefore, someone should grant me indulgence, I have what is sought; but if not, I shall take it from myself.
Κʹ. Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ συνεργοῖς χρώμενοι. Ὢ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω μνήμην; Ἴσαι μὲν ἐλπίδες ἦγον ἡμᾶς, πράγματος ἐπιφθονωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ ἐσπουδάζετο. Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρωτεῖον ἔχοι, ἀλλ' ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον ἐποιούμεθα. Μία μὲν ἀμφοτέροις ἐδόκει ψυχὴ, δύο σώματα φέρουσα. Καὶ εἰ τὸ πάντα ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν· ἀλλ' ἡμῖν γε πειστέον, ὡς ἐν ἀλλήλοις, καὶ παρ' ἀλλήλοις ἐκείμεθα. Ἓν δ' ἀμφοτέροις ἔργον, ἡ ἀρετὴ, καὶ τὸ ζῆν πρὸς τὰς μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν, ἐνθένδε μεθισταμένοις. Πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς οὕτως ἀγόμενοι, καὶ ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες· καὶ, εἰ μὴ μέγα ἐμοὶ τοῦτο εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς τὸ εὐθὲς, καὶ μὴ, διακρίνεται. Ἑταίρων τε γὰρ ὡμιλοῦμεν, οὐ τοῖς ἀσελγεστάτοις, ἀλλὰ τοῖς σωφρονεστάτοις· οὐδὲ τοῖς μαχιμωτάτοις, ἀλλὰ τοῖς εἰρηνικωτάτοις, καὶ οἷς συνεῖναι λυσιτελέστατον· εἰδότες, ὅτι κακίας ῥᾷον μετα-
20. Being thus disposed towards one another, and having set such golden pillars beneath a well-walled chamber, as Pindar says, thus we went forward, using God and longing as fellow-workers. Oh! how without tears shall I bear the memory of these things? Equal hopes led us on, in a matter most enviable, eloquence; yet envy was absent, while emulation was earnestly pursued. And the contest for both was not which of us should himself hold the first place, but how he might yield it to the other; for we counted each other's renown our own. One soul seemed to belong to both, bearing two bodies. And if no credence is to be given to those who say that all things lie in all things, yet credence must at least be given to us, that we lay in one another and beside one another. And both had one work, virtue, and to live for the hopes to come, removing hence before departing hence. Looking towards which, we directed both our whole life and every action, both being led thus by the commandment, and sharpening virtue in one another; and, if it be not boastful for me to say this, being rules and plumb-lines to one another, whereby what is straight and what is not is discerned. For of comrades we associated not with the most licentious, but with the most temperate; nor with the most quarrelsome, but with the most peaceable, and those with whom it was most profitable to be together; knowing that it is easier to contract vice
PG 36:524Read from the page
λαβεῖν, ἢ ἀρετῆς μεταδοῦναι· ἐπεὶ καὶ νόσου μετασχεῖν μᾶλλον, ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίστοις πλέον, ἢ τοῖς καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθεν ἔστιν, ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους, ἢ πρὸς κακίαν.
to receive, than to impart virtue; since it is also easier to partake of disease than to bestow health. And among studies we rejoiced not more in the most pleasant than in the noblest; since from this source also youth are moulded either towards virtue or towards vice.
ΚΑʹ. Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους, καὶ τοὺς ἐκεῖσε διδασκάλους φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας δὲ τοῖς βουλομένοις παρήκαμεν, ἑορτὰς, θέατρα, πανηγύρεις, συμπόσια. Οὐδὲν γὰρ, οἶμαι, τίμιον, ὃ μὴ πρὸς ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδάζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ πατρόθεν, ἢ οἴκοθεν, ἐκ τῶν ἰδίων ἐπιτηδευμάτων, ἢ πράξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα, Χριστιανοὺς καὶ εἶναι, καὶ ὀνομάζεσθαι· ᾧ πλέον ἐφρονοῦμεν, ἢ τῇ στροφῇ τῆς σφενδόνης ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε Μίδας, δι' ὃν ἀπώλετο ἐπιτυχὼν τῆς εὐχῆς, καὶ πάντα χρυσὸν κτησάμενος· ἄλλος οὗτος Φρύγιος μῦθος. Τὸν γὰρ Ἀβάριδος ὀϊστὸν τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου, ἢ τὸν Ἀργεῖον Πήγασον, οἷς οὐ τοσοῦτον ἦν τὸ δι' ἀέρος φέρεσθαι, ὅσον ἡμῖν τὸ πρὸς Θεὸν αἴρεσθαι δι' ἀλλήλων, καὶ σὺν ἀλλήλοις; Εἴπω τι συντομώτερον· Βλαβεραὶ μὲν τοῖς ἄλλοις Ἀθῆναι, τὰ εἰς ψυχὴν (οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβάνεται τοῖς εὐσεβεστέροις)· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν πλοῦτον, εἴδωλα, μᾶλλον τῆς ἄλλης Ἑλλάδος, καὶ χαλεπὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγόροις· ἡμῖν δ' οὐδεμία παρὰ τούτων ζημία, τὴν διάνοιαν πεπυκνωμένοις καὶ πεφραγμένοις. Τούναντίον μὲν οὖν, εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδηλον, ἐνταῦθα δαιμόνων καταφρονήσαντες, οὗ θαυμάζονται δαίμονες. Καὶ εἴ τίς ἐστιν, ἢ πιστεύεται ποταμὸς, δι' ἅλμης ῥέων γλυκὺς, ἢ ζῶον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα ἁλίσκεται, τοῦτο ἦμεν ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.
Chapter XXI. Two ways were known to us: the first and more honourable, the second and not of equal account; the one leading to our sacred houses and the teachers there, and the other to the secular instructors. The rest we left to those who wished them—feasts, theatres, assemblies, banquets. For nothing, I think, is honourable which does not lead to virtue, nor makes better those who are earnest about it. Different persons, then, have different appellations, either from their fathers, or from their home, from their own pursuits, or actions; but for us the great reality and name was both to be, and to be called, Christians; in which we took more pride than Gyges in the turning of the bezel of his ring, if indeed it was not a myth, whereby he became tyrant of the Lydians; or than Midas of old in his gold, through which he perished upon obtaining his prayer and acquiring all things as gold—another Phrygian myth is this. For why should I speak of the arrow of Abaris the Hyperborean, or the Argive Pegasus, for whom being borne through the air was not so great a thing as for us being lifted up towards God through one another, and with one another? Let me say something more concise: Athens is harmful to others in the things that concern the soul (for not without reason is this supposed by the more pious); for indeed it is rich in the evil wealth, idols, more than the rest of Greece, and it is hard not to be carried away along with their panegyrists and advocates; yet to us there was no harm from them, since we were made dense and fenced in our mind. On the contrary, then, if one must even say something paradoxical, we were confirmed in the faith from that source, having perceived thoroughly their deceitful and counterfeit nature, despising demons in the very place where demons are admired. And if there is, or is believed to be, any river flowing sweet through the brine, or creature bounding in fire, by which all things are subdued, this were we among all our peers.
Notes, col. 524

On the reading

Printed Τούναντίον, for Τοὐναντίον.

PG 36:525Read from the page
ΚΒʹ. Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ' ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη, καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ παρὰ Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον· ἐξ ὧν ὑπῆρχεν ἡμῖν ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις δὲ παρὰ τῇ Ἑλλάδι πάσῃ, καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις. Ἤδη δὲ καὶ μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς γέγονεν ἐκ πλειόνων τῶν ταῦτα διηγουμένων. Παρὰ τοσούτοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταὶ, παρ' ὅσοις Ἀθῆναι· παρὰ τοσούτοις δὲ ἡμεῖς, παρ' ὅσοις οἱ παιδευταὶ, συνακουόμενοί τε ἀλλήλοις καὶ συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος, καὶ ὄντες παρ' αὐτοῖς, καὶ ἀκούοντες. Οὐδὲν τοιοῦτον αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι, τῆς Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα ἐλαύνειν, μεριζομένους ἐν ταυτῷ ἡνίας καὶ μάστιγας. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν, εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς ἐπαίνους, ὁ μηδὲ παρ' ἑτέρου ποτὲ τοῦτο δεξάμενος. Καὶ θαυμαστὸν οὐδὲν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπέλαυσα, ὥσπερ ζῶντος εἰς ἀρετὴν, οὕτω μεταστάντος εἰς εὐφημίαν. Ἀλλ' ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος.
Chapter XXII. And what was noblest of all was that there was also around us a certain brotherhood not ignoble, being trained and led under that leader, and rejoicing in the same things; even if we ran on foot beside a Lydian chariot, his course and manner of life; whence it came about for us to be distinguished on the one hand among our instructors and fellow-students, and distinguished on the other hand throughout all Greece, and especially among the most notable men therein. And already we even advanced beyond the borders, as has become clear from many who relate these things. For among as many as Athens was known, our instructors were known; and among as many as our instructors were known, we were known, being heard of together with one another and spoken of together, and a pair not nameless, both being so among them and being so reputed. Nothing like this to them were their Oresteses and Pyladeses; nothing the Molionidae, the marvel of the Homeric page, whom fellowship in misfortunes made famous, and driving a chariot well, sharing at the same time reins and whips. But indeed I have unawares been drawn into praises of myself, I who never accepted this even from another. And it is no marvel if here also I have enjoyed some benefit by the way from his friendship, just as while he lived towards virtue, so after he departed towards good repute. But let our discourse be brought back again to the turning-post.
ΚΓʹ. Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν, καὶ πρὸ τῆς πολιᾶς; ἐπειδὴ τούτῳ καὶ Σολομὼν τὸ γῆρας ὁρίζεται. Τίς δὲ οὕτως αἰδέσιμος, ἢ παλαιοῖς, ἢ νέοις, μὴ ὅτι τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον προειληφότων; τίς μὲν ἧττον ἐδεῖτο λόγων, διὰ τὸν τρόπον; τίς δὲ μᾶλλον μετέσχε λόγου, καὶ μετὰ τοῦ τρόπου; ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; μᾶλλον δὲ, ποῖον οὐ μεθ' ὑπερβολῆς ὡς μόνον; Οὕτω μὲν ἅπαντα διελθὼν, ὡς οὐδεὶς ἕν· οὕτω δὲ εἰς ἄκρον ἕκαστον, ὡς τῶν ἄλλων οὐδέν. Σπουδὴ γὰρ εὐφυΐᾳ συνέδραμεν, ἐξ ὧν ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσιν. Ἥκιστα μὲν τάχους φύσεως διὰ τόνον δεόμενος, ἥκιστα δὲ τόνου διὰ τάχος· οὕτω δ'
Chapter XXIII. Who was so grey in understanding, even before grey hairs? since by this Solomon also defines old age. And who was so venerable, either to old or to young, not only of those in our own time, but also of those who lived long before? Who had less need of words, on account of his character? Yet who partook more of eloquence, even along with his character? What branch of education did he not traverse? Or rather, which did he not traverse with pre-eminence as though it were the only one? Having thus gone through all things as no one goes through one; and thus to the summit of each, as though nothing of the rest. For industry concurred with natural genius, from which sciences and arts hold their mastery. Needing quickness of nature least of all on account of his strenuousness, and strenuousness least of all on account of his quickness; yet he so
PG 36:528Read from the page
ἀμφότερα συλλαβὼν, καὶ εἰς ἓν ἀγαγὼν, ὥστε ἄδηλον εἶναι, ποτέρῳ τούτων ἐκεῖνος θαυμασιώτερος. Τίς μὲν ῥητορικὴν τοσοῦτος, τὴν πυρὸς μένος πνέουσαν, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ ῥήτορας ἦν; τίς δὲ γραμματικὴν, ἣ γλῶσσαν ἐξελληνίζει, καὶ ἱστορίαν συνάγει, καὶ μέτροις ἐπιστατεῖ, καὶ νομοθετεῖ ποιήμασιν; τίς δὲ φιλοσοφίαν, τὴν ὄντως ὑψηλήν τε καὶ ἄνω βαίνουσαν, ὅση τε πρακτικὴ καὶ θεωρητικὴ, ὅση τε περὶ τὰς λογικὰς ἀποδείξεις καὶ ἀντιθέσεις ἔχει καὶ τὰ παλαίσματα, ἣν δὴ διαλεκτικὴν ὀνομάζουσιν· ὡς ῥᾷον εἶναι τοὺς λαβυρίνθους διεξελθεῖν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διαφυγεῖν, εἰ τούτου δεήσειεν; Ἀστρονομίας δὲ, καὶ γεωμετρίας, καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον λαβὼν, ὅσον μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς· τὸ περιττὸν διέπτυσεν, ὡς ἄχρηστον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν τοῦ παρεθέντος ἐξεῖναι θαυμάζειν, μᾶλλον δὲ τοῦ αἱρεθέντος τὸ παρεθέν. Ἰατρικὴν μὲν γὰρ καὶ ἡ τοῦ σώματος ἀρῥωστία, καὶ νοσοκομία, φιλοσοφίας καὶ φιλοπονίας οὖσαν καρπὸν, ἀναγκαίαν αὐτῷ πεποιήκασιν· ὅθεν ἀρξάμενος, εἰς ἕξιν τῆς τέχνης ἀφίκετο· καὶ ταύτης, οὐχ ὅση περὶ τὸ φαινόμενον ἔχει καὶ κάτω κείμενον, ἀλλ' ὅσον δογματικὸν καὶ φιλόσοφον. Ἀλλὰ τί ταῦτα, καίπερ τηλικαῦτα τυγχάνοντα, πρὸς τὴν ἐν τῷ ἤθει τοῦ ἀνδρὸς παίδευσιν; Λῆρος τοῖς τοῦ ἀνδρὸς πεπειραμένοις ὁ Μίνως ἐκεῖνος, καὶ ὁ Ῥαδάμανθυς, οὓς ἀσφοδελῶν λειμώνων καὶ Ἠλυσίων πεδίων ἠξίωσαν Ἕλληνες, ἐν φαντασίᾳ τοῦ καθ' ἡμᾶς παραδείσου γενόμενοι, ἐκ τῶν Μωσαϊκῶν, οἶμαι, βιβλίων καὶ ἡμετέρων, εἰ καὶ περὶ τὴν κλῆσίν τι διηνέχθησαν, ἐν ἄλλοις ὀνόμασι τοῦτο παραδηλώσαντες.
combined both, and brought them into one, that it was uncertain by which of the two he was more admirable. Who was so great in rhetoric, which breathes the might of fire, even though his character was not after the manner of rhetoricians? Who in grammar, which perfects the tongue in Greek, and compiles history, and presides over metres, and legislates for poems? And who in philosophy, that truly lofty one which walks on high, both as much of it as is practical and contemplative, and as much as is concerned with logical demonstrations and oppositions and wrestlings, which indeed they call dialectic; so that it was easier to thread the labyrinths than to escape the nets of his arguments, if there were need of this? And of astronomy, and geometry, and numerical proportion having taken so much as not to be shaken by those who are subtle in these matters, he spurned the superfluous, as useless to those who wish to live piously; so that one may admire what was chosen more than what was passed over, and again what was passed over more than what was chosen. For medicine, which is the fruit of philosophy and industry, both the infirmity of his body and the care of the sick made necessary for him; beginning from which, he arrived at a mastery of the art; and of this art, not so much as is concerned with what is visible and lies below, but so much as is doctrinal and philosophical. Yet what are these things, great as they happen to be, compared with the training in the character of the man? Nonsense to those who have had experience of the man is that famous Minos, and Rhadamanthus, whom the Greeks deemed worthy of asphodel meadows and Elysian plains, having formed an imagination of our paradise from the Mosaic books, I think, and ours, even if they differed somewhat regarding the name, indicating this same thing under other names.
ΚΔʹ. Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύσεως ἡ φορτὶς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει (τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν)· ἔδει δὲ λοιπὸν ἐπανόδου καὶ βίου τελεωτέρου, καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων ἡμῖν καὶ συγκειμένων. Παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα, καὶ ὅσα τῆς
Chapter XXIV. Thus, then, these things stood, and the merchant-ship was full of learning, so far at least as is attainable by human nature (for what lies beyond Gades is not passable); and thereafter there was need of return and of a more perfect life, and of laying hold of the things hoped for and agreed upon by us. Present was the day of departure, and all that belongs to
PG 36:529Read from the page
ἐκδημίας, ἐξιτήριοι λόγοι, προπόμπιοι, ἀνακλήσεις, οἰμωγαὶ, περιπλοκαὶ, δάκρυα. Οὐδὲν γὰρ οὕτως οὐδενὶ λυπηρὸν, ὡς τοῖς ἐκεῖσε συννόμοις, Ἀθηνῶν, καὶ ἀλλήλων τέμνεσθαι. Γίνεται δὴ τότε θέαμά τι ἐλεεινὸν καὶ ἱστορίας ἄξιον. Περιστάντες ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλίκων χορὸς, ἔστι δὲ ὧν καὶ διδασκάλων, οὐδ' ἂν, εἴ τι γένοιτο, μεθήσειν ἔφασκον, ἀντιβολοῦντες, βιαζόμενοι, πείθοντες· τί γὰρ οὐ λέγοντες; τί δ' οὐ πράττοντες, ὧν τοὺς ἀλγοῦντας εἰκός; Ἐνταῦθά τι κατηγορήσω μὲν ἐμαυτοῦ, κατηγορήσω δὲ τῆς θείας ἐκείνης καὶ ἀλήπτου ψυχῆς, εἰ καὶ τολμηρόν. Ὁ μὲν γὰρ, τὰς αἰτίας εἰπὼν τῆς περὶ τὴν ἐπάνοδον φιλονεικίας, κρείττων ὤφθη τῶν κατεχόντων· καὶ βίᾳ μὲν, συνεχωρήθη δ' οὖν ὅμως τὴν ἐκδημίαν. Ἐγὼ δὲ ὑπελείφθην Ἀθήνῃσι· τὸ μέν τι μαλακισθεὶς (εἰρήσεται γὰρ τἀληθὲς), τὸ δέ τι προδοθεὶς παρ' ἐκείνου, πεισθέντος ἀφεῖναι μὴ ἀφιέντα, καὶ παραχωρῆσαι τοῖς ἕλκουσι. Πρᾶγμα, πρὶν γενέσθαι, μὴ πιστευόμενον· γίνεται γὰρ ὥσπερ ἑνὸς σώματος εἰς δύο τομὴ, καὶ ἀμφοτέρων νέκρωσις· ἢ μόσχων συντρόφων καὶ ὁμοζύγων διάζευξις, γοερὸν μυκωμένων ἐπ' ἀλλήλοις, καὶ οὐ φερόντων τὴν ἀλλοτρίωσιν. Οὐ μὴν μακρότερόν μοι τὸ τῆς ζημίας· οὐ γὰρ ἠνειχόμην ἐπιπλεῖον ἐλεεινὸς ὁρᾶσθαι, καὶ πᾶσι λόγον ὑπέχειν τῆς διαστάσεως· ἀλλ' ἐπιμείναντά με ταῖς Ἀθήναις χρόνον οὐχὶ συχνὸν, ποιεῖ τὸν Ὁμηρικὸν ἵππον ὁ πόθος· καὶ τὰ δεσμὰ ῥήξας τῶν κατεχόντων, κροαίνω κατὰ πεδίων, καὶ πρὸς τὸν σύννομον ἐφερόμην.
departure—words of farewell, of escort, calls to return, lamentations, embraces, tears. For nothing is so painful to anyone as for those who have been fellow-students there to be severed from Athens and from one another. There takes place, then, at that time a spectacle pitiable and worthy of record. Surrounding us, the band of comrades and peers, and of some teachers too, declared that under no circumstances whatever would they let us go, entreating, using force, persuading—for what did they not say? and what did they not do, of the things likely for those in grief? Here I shall bring some accusation against myself, and some accusation also against that divine and irreprehensible soul, bold though it be. For he, having stated the reasons for his earnest contention regarding his return, proved stronger than those who were detaining him; and though with difficulty, he was nevertheless granted his departure. But I was left behind at Athens, partly softened (for the truth shall be told), and partly betrayed by him, who was persuaded to let go one who would not let him go, and to yield to those who were dragging me back. A thing before it happened not to be believed! For there takes place, as it were, the cutting of one body into two, and the mortification of both; or a severing of calves reared together and yoked together, lowing mournfully over one another, and not enduring the estrangement. Yet not for very long was my loss; for I could not bear to be seen pitiable any longer, and to render an account of our separation to all; but after I had remained at Athens no long time, longing makes me the Homeric horse; and having burst the bonds of those who detained me, I stamp over the plains, and was borne rushing to my consort.
ΚΕʹ. Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι, καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι (οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς, οὐδ' ἐπιδεικτικῶς), τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν, καὶ τελοῦμεν εἰς ἄνδρας ἐξ ἀγενείων, ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνοντες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι (οὐ γὰρ ἀφῆκεν ὁ φθόνος), τῷ πόθῳ δὲ σὺν ἀλλήλοις. Τὸν μὲν γὰρ ἡ Καισαρέων κατέχει πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον· ἔπειτα ἐκδημίαι τινὲς, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγκαίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς προκειμένης φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια, καὶ γηροκομία, καὶ συμφορῶν ἐπανάστασις κατασχοῦσα, τοῦ ἀνδρὸς ἀπήγαγεν·
Chapter XXV. When, therefore, we had returned, having gratified the world and the stage a little, and just enough to acquit ourselves of the desire of the multitude (for we ourselves were not Theatrical or ostentatious in disposition), very quickly we became our own masters, and were ranked among men instead of beardless youths, advancing more manfully towards philosophy; no longer together with one another in body (for envy did not permit it), yet in longing together with one another. For him the city of the Caesareans detains, as a kind of second founder and city-guardian; afterwards certain journeys abroad, since indeed he did not have us, take him up as necessary matters, and not away from the mark of the philosophy set before him. But me reverence for my parents, and the care of their old age, and an uprising of calamities held fast, and led away from the man;