Migne Reading Room

PG 36 · cols. 364–373 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:364Read from the page
διδόμενον· χάρισμα δὲ, ὡς καὶ ὀφείλουσι· βάπτισμα δὲ, ὡς συνθαπτομένης τῷ ὕδατι τῆς ἁμαρτίας· χρίσμα δὲ, ὡς ἱερὸν καὶ βασιλικὸν (ταῦτα γὰρ ἦν τὰ χριόμενα)· φώτισμα δὲ, ὡς λαμπρότητα· ἔνδυμα δὲ, ὡς αἰσχύνης κάλυμμα· λουτρὸν δὲ, ὡς ἔκπλυσιν· σφραγῖδα δὲ, ὡς συντήρησιν, καὶ τῆς δεσποτείας σημείωσιν. Τούτῳ συγχαίρουσιν οὐρανοί· τοῦτο δοξάζουσιν ἄγγελοι, διὰ τὸ συγγενὲς τῆς λαμπρότητος· τοῦτο εἰκὼν τῆς ἐκεῖθεν μακαριότητος· τοῦτο ἡμεῖς ἐξυμνεῖν βουλόμεθα μὲν, οὐ δυνάμεθα δὲ ὅσον ἄξιον.
grace, as being given even to debtors; baptism, as sin being buried together with it in the water; anointing, as sacred and royal (for these were the things anointed); illumination, as brightness; garment, as a covering of shame; laver, as a washing out; seal, as preservation, and the mark of lordship. In this the heavens rejoice together; this the angels glorify, on account of its kinship of brightness; this is the image of the blessedness from thence; this we wish indeed to hymn, yet we are not able so much as is worthy.
Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ καταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω, τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος. Δεύτερον δὲ φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα· οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες. Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος, ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν.
V. God indeed is the highest, and unapproachable, and ineffable Light, neither comprehensible by mind nor utterable by word, illuminative of every rational nature. This is among intelligible things what the sun is among sensible things: appearing in proportion as we are purified; and loved in proportion as we behold it; and again understood in proportion as we love it; contemplative and comprehensive of Itself, pouring forth a little to things outside. And I mean the Light that is contemplated in Father, and Son, and Holy Spirit, Whose wealth is Their connaturality, and the one leaping forth of brightness. And a second light is the angel, a certain efflux or participation of the first Light, possessing illumination by its inclination and ministry towards It; I know not whether having its illumination apportioned according to the order of its station, or receiving its order according to the measures of its illumination. A third light is man, which is manifest even to those outside; for they call man light on account of the power of reason within us; and of ourselves again, those who are more godlike, and draw nearer to God. I know also another light, whereby the primeval darkness was driven away or cut asunder, having first subsisted of the visible creation, and the cyclical circuit of the stars, and the beacon-light from above, illuminating the whole world.
ϛʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς· καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ καὶ τὸ φθονερὸν σκότος ἐπεισελθὸν τὴν κακίαν ἐδημιούργησεν· φῶς δὲ τυπικὸν καὶ σύμμετρον τοῖς ὑποδεχομένοις, ὁ γραπτὸς νόμος, σκιαγραφῶν τὴν ἀλήθειαν, καὶ τὸ τοῦ μεγάλου φωτὸς μυστήριον· εἴπερ καὶ τὸ Μωϋσέως πρόσωπον τούτῳ δοξάζεται. Καὶ ἵνα πλείονα φῶτα δῶμεν τῷ
VI. Light indeed was also the firstborn commandment given to the firstborn man (since, The commandment of the law is a lamp and a light; and because, Thy statutes are a light upon the earth), even though the envious darkness coming in besides fashioned wickedness; and a typical light, proportioned to those receiving it, was the written law, sketching in shadow the truth and the mystery of the great Light, since the face of Moses also is glorified thereby. And that we may give more lights to our
PG 36:365Read from the page
λόγῳ, φῶς μὲν ην ἐκ πυρὸς τῷ Μωϋσεῖ φανταζόμενον, ἡνίκα τὴν βάτον ἔκαιε μὲν, οὐ κατέκαιε δὲ, ἵνα καὶ τὴν φύσιν παραδείξῃ, καὶ γνωρίσῃ τὴν δύναμιν· φῶς δὲ, τὸ ἐν στύλῳ πυρὸς ὁδηγῆσαν τὸν Ἰσραὴλ, καὶ ἡμερῶσαν τὴν ἔρημον· φῶς, τὸ Ἠλίαν ἁρπάσαν ἐν τῷ τοῦ πυρὸς ἅρματι, καὶ μὴ συμφλέξαν τὸν ἁρπαζόμενον· φῶς, τὸ τοὺς ποιμένας περιαστράψαν, ἡνίκα τὸ ἄχρονον φῶς τῷ χρονικῷ ἐμίγνυτο· φῶς, τὸ τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεὲμ κάλλος, ἵνα καὶ Μάγους ὁδηγήσῃ, καὶ δορυφορήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς, μεθ' ἡμῶν γενόμενον φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στεῤῥοτέρα δὲ ὄψεως· φῶς, ἡ Παῦλον περιαστράψασα φαντασία, καὶ πληγῇ τῶν ὄψεων, τὸν σκότον τῆς ψυχῆς θεραπεύσασα· φῶς, καὶ ἡ ἐκεῖθεν λαμπρότης, τοῖς ἐνταῦθα κεκαθαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασιλέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος· φῶς παρὰ ταῦτα ἰδιοτρόπως, ὁ τοῦ βαπτίσματος φωτισμὸς, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, μέγα καὶ θαυμαστὸν τὸ τῆς σωτηρίας ἡμῶν περιέχων μυστήριον.
discourse, light was that appearing out of fire to Moses, when it burned the bush indeed, yet did not consume it, that He might both show His nature and make known His power; and light was that which in a pillar of fire guided Israel, and tamed the wilderness; light was that which caught up Elias in the chariot of fire, and did not burn up him who was caught up; light was that which shone round about the shepherds, when the timeless Light was mingled with the temporal; light was the beauty of the star that ran before unto Bethlehem, that it might both guide the Magi and attend as bodyguard the Light above us, which came to be with us; light was the Godhead manifested slightly on the mountain to the disciples, yet almost too strong for their sight; light was the vision that shone round about Paul, and by the smiting of his eyes healed the darkness of his soul; light also is the brightness from thence for those purified here, when the righteous shall shine forth as the sun, in the midst of whom God stands, since they are gods and kings, distinguishing and dividing the ranks of the blessedness from thence; and light besides these in a special manner is the illumination of baptism, concerning which our discourse now is, containing the great and wonderful mystery of our salvation.
Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως· ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος· θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώπινον, καὶ τῆς κάτω συνθέσεως· σύνθεσις γὰρ ἀρχὴ διαστάσεως· οὐκ ᾠετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλάσμα καταλιπεῖν ὁ Δεσπότης, οὐδὲ περιϊδεῖν κινδυνεῦον τὴν ἀπ' αὐτοῦ διάστασιν. Ἀλλ' ὥσπερ οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασε, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις· ἵνα μὴ τῇ ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι' ἀπόγνωσιν πίπτωμεν· μηδὲ εἰς κακῶν
VII. For since to sin in nothing belongs to God, and to the first and uncompounded nature (for simplicity is peaceful and free from faction; and I venture to say, to the angelic nature also, or very near to this, on account of its nearness to God), whereas to sin is human, and belongs to the composition below (for composition is the beginning of separation), the Master did not think it right to leave His own creature unhelped, nor to overlook it when in danger of separation from Him; but just as He brought into subsistence those who were not, so He refashioned those who had come into subsistence, by a refashioning both more divine and loftier than the first, which for beginners is a seal, and for those more mature in age is both a gift of grace and an amendment of the image that fell through wickedness; lest becoming worse through despair, and always borne down towards the worse, we should through despair fall wholly outside the good and virtue, and into a depth of evils
Notes, col. 365

On the reading

Printed ην, for ἦν.

Printed ᾠετο, for ᾤετο.

PG 36:368Read from the page
βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν· ἀλλ' ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατακλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ' ἕκαστον ἁμαρτίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυσμάτων.
having fallen into a depth, as the saying goes, despise it; but just as those who cut a long road, having rested their labours at an inn, so let us accomplish the remainder of the road fresh and eager. This indeed is the grace and power of baptism, bringing not a deluge of the world as of old, but a cleansing of the sin of each person, and a complete washing away of the obstructions or defilements that have entered in from wickedness.
Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως· διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σωματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεωρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος· ὃ τῆς πρώτης γενέσεως ἐπικουρία τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν, καὶ θεοειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χωρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συντρίψεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν, συνθήκας πρὸς Θεὸν δευτέρου βίου καὶ πολιτείας καθαρωτέρας ὑποληπτέον τὴν τοῦ βαπτίσματος δύναμιν. Ὃ δὴ καὶ μάλιστα φοβητέον, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεῦσται τῆς ὁμολογίας ταύτης φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθηκῶν, τούτων παραβάτας εὑρίσκεσθαι· καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μάλιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοῖς τε καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον (ἔρχεται γὰρ καὶ πιστεύομεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφωμεν, ἀγαπῴην ἄν, ἐπειδὴ καὶ αὐτὸς χρήζω φιλανθρωπίας)· πλὴν μὴ δευτέρας δεηθῆναι καθάρσεως, ἀλλὰ στῆναι μέχρι τῆς πρώτης ἄμεινον, ἣν κοινὴν οἶδα πᾶσι καὶ ἄμοχθον καὶ ὁμότιμον, δούλοις, δεσπόταις, πένησι, πλουσίοις, ταπεινοῖς, ὑψηλοῖς, εὐγενεστέροις, ἀγενεστέροις, ὀφείλουσιν, οὐκ ὀφείλουσιν, ὡς ἀέρος πνεῦσιν, καὶ φωτὸς χύσιν, καὶ ὡρῶν ἀλλαγὰς, καὶ κτίσεως θέαν, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν ἐντρυφήματος, καὶ ἰσομοιρίαν πίστεως.
VIII. And since we are twofold, I mean of soul and body, the one of visible, the other of invisible nature; twofold also is the cleansing, through water, I say, and the Spirit, the one received visibly and bodily, the other concurring incorporeally and invisibly; the one typical, the other true, and cleansing the depths; which, being a succour to the first birth, makes new instead of old, and godlike instead of what they now are, recasting without fire, and rebuilding without shattering. For if one must speak briefly, the power of baptism is to be understood as a covenant with God for a second life and a purer conduct. Which indeed is most of all to be feared, and with all diligence each one must guard his own soul, lest we appear liars to this confession. For if God, taken as mediator, ratifies covenants towards men, how great is the danger that we be found transgressors of these covenants which we have made with God Himself; and be liable to the truth not only for our other sins, but also for the lie itself? And that too when there is no second regeneration, nor remoulding, nor restoration to the ancient state, even though we seek it ever so much with many groans and tears, from which a scarring over indeed scarcely comes, at least according to my rule and law (for it comes and we believe it; and if we also wipe away the scars, I should be glad, since I myself also have need of loving-kindness); yet not to stand in need of a second cleansing, but to abide at the first is better, which I know to be common to all and without toil and of equal honour, to slaves, masters, poor, rich, lowly, lofty, nobler, baser, debtors, non-debtors, like the breathing of air, and the pouring forth of light, and the changes of seasons, and the sight of creation, our great and common delight for all, and the equal portion of faith.
PG 36:369Read from the page
Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσιν. Πόσον γὰρ εἰσοίσομεν δάκρυον, ἵν' ἀντισωθῇ τῇ πηγῇ τοῦ βαπτίσματος; τίς δὲ ὁ ἐγγυητὴς, ὅτι μενεῖ τὴν θεραπείαν τὸ τέλος, ἀλλ' οὐκ ὀφείλοντας ἡμᾶς ἔτι τὸ κριτήριον ὑποδέξεται, καὶ τῆς ἐκεῖσε δεομένους πυρώσεως; Σὺ μὲν δεήσῃ τοῦ Δεσπότου τυχὸν, ὁ καλὸς καὶ φιλάνθρωπος γεωργὸς, ἔτι φείσασθαι τῆς συκῆς, καὶ μήπω ταύτην ἐκτεμεῖν ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ συγχωρηθῆναι περιβαλεῖν κόπρια, δάκρυα, στεναγμοὺς, ἀνακλήσεις, χαμευνίας, ἀγρυπνίας, τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι' ἐξαγορεύσεως, καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπανόρθωσιν· ἄδηλον δὲ, εἰ φείσεται ταύτης ὁ Δεσπότης, ὡς καταργούσης τὸν τόπον, ἄλλου δεομένου φιλανθρωπίας, καὶ γινομένου χείρονος ἐκ τῆς εἰς τοῦτον μακροθυμίας. Συνταφῶμεν οὖν Χριστῷ διὰ τοῦ βαπτίσματος, ἵνα καὶ συναναστῶμεν· συγκατέλθωμεν, ἵνα καὶ συνυψωθῶμεν· συνανέλθωμεν, ἵνα καὶ συνδοξασθῶμεν.
IX. For it is a dreadful thing, instead of a more painless healing, to work for oneself the more painful one, and having cast away the grace of pity to owe punishment, and to measure out amendment in return for sin. For how great a tear shall we bring in, that it may equal the fountain of baptism? And who is the surety that the end will await the cure, and that the tribunal will not rather receive us still owing a debt, and needing the burning there? You indeed will perhaps beseech the Master, as the good and humane husbandman, still to spare the fig tree, and not yet to cut it down when accused of barrenness, but to be permitted to cast manure around it, tears, groans, invocations, sleeping on the ground, vigils, wasting of soul and body, the amendment through confession and a more dishonourable way of life; yet it is uncertain whether the Master will spare it, as cumbering the ground, while another stands in need of loving-kindness, and becomes worse from the long-suffering shown towards this one. Let us therefore be buried together with Christ through baptism, that we may also rise together with Him; let us descend together with Him, that we may also be exalted together with Him; let us ascend together with Him, that we may also be glorified together with Him.
Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ· καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον), ἔχεις ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. Προβαλοῦ τὸ ὕδωρ, προβαλοῦ τὸ Πνεῦμα, ἐν ᾧ πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβεσθήσεται. Πνεῦμα μὲν ἔστιν, ἀλλὰ διαλύον ὄρη· ὕδωρ μὲν ἔστιν, ἀλλὰ πυρὸς σβεστήριον. Ἐὰν προσβάλῃ τὴν χρείαν (καὶ γὰρ κἀκείνῳ τετόλμηκε), καὶ ζητῇ τοὺς λίθους ἄρτους γενέσθαι, τὸ πεινεῖν ἐπιθέμενος· μὴ ἀγνοήσῃς αὐτοῦ τὰ νοήματα. Δίδαξον ἃ μὴ μεμάθηκε· τὸν λόγον ἀντίθες τὸν ζωτικὸν, ὅς ἐστιν ἐξ οὐρανοῦ πεμπόμενος ἄρτος, καὶ τῷ κόσμῳ τὸ ζῆν χαριζόμενος. Ἐὰν διὰ κενοδοξίας ἐπιβουλεύῃ σοι (καὶ γὰρ ἐκείνῳ, ἀνάγων ἐπὶ τὸ τοῦ ἱεροῦ πτερύγιον, καὶ, Βάλε σεαυτὸν κάτω, λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος), μὴ κατενεχθῇς διὰ τῆς ἐπάρσεως. Ἄν τοῦτο λάβῃ, οὐ μέχρι τούτου στήσεται. Ἄπληστός ἐστιν, εἰς πάντα ἐπέρχεται. Σαίνει μὲν τῷ χρηστῷ, τελευτᾷ δὲ εἰς πονηρόν. Οὗτος αὐτοῦ τῆς μάχης ὁ τρόπος. Ἀλλὰ καὶ Γραφῶν ἔμπειρος ὁ λῃστὴς. Ἐκεῖθεν τὸ, Γέγραπται, περὶ τοῦ ἄρτου· ἐντεῦθεν τὸ, Γέγραπται, περὶ τῶν ἀγγέλων. Γέγραπται γὰρ,
X. If after baptism the persecutor of the light and tempter should attack you (and attack he will; for indeed he attacked even the Word and my God on account of the veil, the hidden Light on account of that which appeared), you have wherewith you shall conquer; fear not the contest. Put forward the water, put forward the Spirit, wherein all the fiery darts of the Evil One shall be quenched. It is Spirit indeed, yet dissolving mountains; it is water indeed, yet a quencher of fire. If he attack your need (for against Him also he dared this), and seek that the stones become loaves, setting upon your hunger; be not ignorant of his devices. Teach what he has not learned; oppose the life-giving word, which is the bread sent from heaven, and bestowing life upon the world. If through vainglory he plot against you (for against Him also, leading Him up onto the pinnacle of the temple, and saying, Cast Thyself down, for a display of divinity), be not brought down through elation. If he gain this, he will not stop at this point. He is insatiable, he comes against all things. He fawns indeed with what is kindly, but ends in evil. This is the manner of his warfare. Moreover, the robber is also skilled in the Scriptures. Thence the word, It is written, concerning the bread; hence the word, It is written, concerning the angels. For it is written,
Notes, col. 369

On the reading

Printed πεινεῖν, for πεινῆν.

Printed Ἄν, for Ἂν.

Printed λῃστὴς., for λῃστής..

PG 36:372Read from the page
φησὶν, ὅτι τοῖς ἀγγέλοις αυτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε. Ὦ σοφιστὰ τῆς κακίας· πῶς τὸ ἑξῆς ὑπεκράτησας; Πάνυ γὰρ νοῶ τοῦτο, κἂν αὐτὸς ἀποσιωπήσῃς ὅτι ἐπὶ τὴν ἀσπίδα σε καὶ τὸν βασιλίσκον ἐπιβήσομαι, καὶ καταπατήσω ἐπάνω ὄφεων καὶ σκορπίων, τῇ Τριάδι τετειχισμένος. Ἐὰν ἐξ ἀπληστίας καταπαλαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς αὐτῷ διαφερούσας, ἐν μιᾷ καιροῦ τε ῥοπῇ καὶ ὄψεως, ἀπαιτῶν τὴν προσκύνησιν· ὡς πένητος καταφρόνησον. Εἰπὲ, τῇ σφραγῖδι θαῤῥήσας· Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ· τῆς ἄνω δόξης οὔπω δι' ἔπαρσιν, ὥσπερ σὺ, καταβέβλημαι· Χριστὸν ἐνδέδυμαι· Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι· σύ με προσκύνησον. Ἀπελεύσεται, σαφῶς οἶδα, τούτοις ἡττημένος καὶ ᾐσχυμμένος, ὥσπερ ἀπὸ Χριστοῦ τοῦ πρώτου φωτὸς, οὕτω τῶν ἀπ' ἐκείνου πεφωτισμένων. Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι τὴν πανδαισίαν.
says he, that He shall give His angels charge concerning thee, and on their hands they shall bear thee up. O sophist of wickedness, how did you suppress what follows? For I understand this very well, even though you yourself keep silent that upon you the asp and the basilisk I shall tread, and I shall trample upon serpents and scorpions, walled round by the Trinity. If out of insatiability he wrestle against you, showing all the kingdoms as belonging to himself, in a single moment of time and of sight, demanding worship; despise him as a pauper. Say, taking courage in the seal: I myself also am an image of God; from the glory above I have not yet been cast down through elation, like you; I have put on Christ; I have been transformed into Christ by baptism; do you worship me. He will depart, I know full well, defeated and put to shame by these words, just as from Christ the first Light, so also from those illuminated by Him. Such gifts does the laver bestow upon those who are sensible of its power; such a banquet does it set before those who hunger nobly.
ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώμεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνωμεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχωρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηῒ βαπτισθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ' ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρήματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως οὐκ ἐπ' ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ' αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ' ὁμολογούμενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ' οὐκ ἀμφίβολον· καὶ τοῦ
XI. Let us therefore be baptized, that we may conquer; let us partake of the cleansing waters, more purifying than hyssop, purer than the legal blood, holier than the ashes of a heifer sprinkling the defiled, and having a temporary cleansing of the body, not a complete removal of sin. For what need would there have been for those once cleansed to be cleansed again? Let us be baptized today, lest tomorrow we be compelled by force. And let us not put off the benefaction, as though it were an injury; nor wait to become more wicked, that we may be forgiven more; nor become Hucksters of Christ and Traffickers in Christ; nor load ourselves with more than we are able to bear, lest we be sunk with the ship and all hands, and make shipwreck of the gift of grace, losing the whole in return for having hoped for the greater part. While you are still master of your thoughts, run to the gift; while you are not yet sick both in body and in mind, or seem so to those present, even though you be of sound mind; while your good does not depend upon others, but you yourself are master of it; while your tongue is not delirious, nor chilled, nor are the words of the mystic initiation, that I say no more, impaired; while you are able to become a believer, not conjectured, but acknowledged; not pitied, but counted blessed; while the gift is clear to you, and not doubtful; and
Notes, col. 372

On the reading

Printed αυτοῦ, for αὐτοῦ.

PG 36:373Read from the page
βάθους ἡ χάρις ἅπτεται, ἀλλ' οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμενα, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλκοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτηρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θάνατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βαπτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμφότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.
grace touches the depth, and the body is not washed for burial; while there are not tears around you as tokens of departure, and those too perhaps held back for your sake, and wife and children drawing back your departure, and seeking parting words; while there is no unskilful physician around you, granting you hours of which he is not master, and balancing your safety with a nod, and philosophizing about the disease after death, or making his fees heavier by his withdrawals, or hinting at despair; while there is no contest between baptizer and money-getter, the one striving to furnish you with provision for the journey, the other to be written down as heir, the time not permitting both.
ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν; Τί καιρὸν, ἀλλ' οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον; Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τὴν βίαν; Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί παρ' ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον, ἀλλ' οὐχ ὡς ἤδη παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρεστῶτος τοῦ ἐξοδίου; Σαυτὸν πρὸ τῆς ἀνάγκης ἰάτρευσον· σαυτὸν ἐλέησον, τὸν γνήσιον τῆς ἀσθενείας θεραπευτήν· σαυτῷ προσάγαγε τὸ σωτήριον ὄντως φάρμακον. Ἕως ἐξ οὐρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον· καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Πανηγυρισθήτω τὸ δῶρον, ἀλλὰ μὴ θρηνηθήτω· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ συγχωσθήτω. Γενέσθω τι μέσον τῆς χάριτος καὶ τῆς ἀναλύσεως, ἵνα μὴ ἐξαλειφθῇ τὰ πονηρὰ γράμματα μόνον, ἀλλὰ καὶ μετεγγραφῇ τὰ βελτίονα· ἵνα μὴ τὸ χάρισμα μόνον ἔχῃς, ἀλλὰ καὶ τὴν ἀντίδοσιν· ἵνα μὴ τὸ πῦρ φύγῃς μόνον, ἀλλὰ καὶ τῆς δόξης κληρονομήσῃς, ἣν τὸ ἐπεργάσασθαι τῷ δώρῳ χαρίζεται. Ἔστι γὰρ τοῖς μὲν μικροψύχοις μέγα, τὸ φυγεῖν βάσανον· τοῖς δὲ μεγαλοψύχοις, τὸ καὶ τυχεῖν ἀντιδόσεως.
XII. Why do you await a fever as benefactor, and not God? Why opportunity, and not reason? Why a treacherous friend, and not a saving desire? Why not authority, rather than compulsion? Why not freedom, rather than distress? Why must you learn of your departure from another, and not take thought as though it were already present? Why do you seek out medicines that will profit nothing? Why the critical sweat, when the parting sweat is perhaps at hand? Heal yourself before necessity comes; take pity on yourself, the genuine healer of your weakness; apply to yourself the truly saving medicine. While you sail with a fair wind, fear shipwreck; and you will suffer shipwreck the less, using fear as a helper. Let the gift be celebrated with festivity, and not mourned; let the talent be traded with, and not buried. Let there be some interval between the grace and the departure, that the evil writings may not only be blotted out, but better ones also inscribed in their stead; that you may have not only the gift of grace, but also the recompense; that you may not only escape the fire, but also inherit the glory, which trading with the gift bestows. For to the small-souled it is a great thing to escape torment; but to the great-souled, also to obtain a recompense.
ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι· εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Εἰ δὲ ὑπὲρ τούτους, καὶ υἱὸς, ὡς πατέρα αἰδέσθητι. Ἔργασαι τὸ καλὸν, ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἂν εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι. Τοῦτο αὐτὸ μισθὸς, τὸ τῷ πατρὶ χαρίζεσθαι.
XIII. For I know three classes of those who are saved: slavery, service for hire, sonship. If you are a slave, fear the blows; if a hireling, look only to receiving. But if you are above these, and a son, revere Him as a father. Work what is good, because it is good to obey the Father, even if nothing should be about to come to you. This very thing is a reward, to please the Father.