Migne Reading Room

PG 36 · cols. 352–361 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:352Read from the page
χαριζομένους, διὰ τῆς εἰς τὸ καλὸν ἕξεως. Καὶ γὰρ εἰ ἄφεσιν ἔχει τῶν παρελθόντων τὸ χάρισμα (χάρισμα γὰρ), ἀλλὰ τότε μᾶλλον εὐλαβείας ἄξιον, μὴ πρὸς τὸν αὐτὸν ἔμετον ἐπανέλθωμεν. Τοῦτο πρὸς τοὺς ἐπαιρομένους κατὰ τῶν οἰκονόμων τοῦ μυστηρίου, ἂν ἀξίᾳ τινὶ προέχωσιν. Τὸ τρίτον πρὸς τοὺς θαῤῥοῦντας νεότητι, καὶ πάντα καιρὸν οἰομένους εἶναι διδασκαλίας, ἢ προεδρίας. Ἰησοῦς καθαίρεται· καὶ σὺ καταφρονεῖς τῆς καθάρσεως; Ὑπὸ Ἰωάννου· καὶ σὺ κατεξανίστασαι τοῦ σοῦ κήρυκος; Τριακονταέτης ὤν· καὶ σὺ πρὸ τῆς γενειάδος διδάσκεις τοὺς γέροντας, ἢ τὸ διδάσκειν πιστεύεις, οὔτε παρὰ τῆς ἡλικίας, οὔτε παρὰ τοῦ τρόπου τυχὸν ἔχων τὸ αἰδέσιμον; Εἶτα ὁ Δανιὴλ ἐνταῦθα, καὶ ὁ δεῖνα, νέοι κριταὶ, καὶ τὰ παραδείγματα ἐπὶ γλώσσης. Πᾶς γὰρ ἀδικῶν εἰς ἀπολογίαν ἕτοιμος. Ἀλλ' οὐ νόμος Ἐκκλησίας, τὸ σπάνιον· εἴπερ μηδὲ μία χελιδὼν ἔαρ ποιεῖ, μηδὲ γραμμὴ μία τὸν γεωμέτρην, ἢ πλοῦς εἷς τὸν θαλάττιον.
gratifying it through a habit turned towards the good. For even though the gift holds remission of past sins (for it is a gift of grace), yet it is then all the more worthy of reverence, lest we return to the same vomit. Let this be said towards those who exalt themselves against the stewards of the mystery, if they excel in some rank. The third point is towards those who are confident in youth, and suppose every season to be fit for teaching or presidency. Jesus is purified; and dost thou despise purification? By John; and dost thou rise up against thine own herald? Being thirty years of age; and dost thou before the beard teach the elders, or believe that thou canst teach, possessing perhaps what is venerable neither from age nor from character? Then Daniel is brought forward here, and so-and-so, young judges, and the examples are on the tongue. For everyone who acts unjustly is ready for a defence. Yet what is rare is not a law of the Church; since neither does one swallow make a spring, nor one line the geometer, or one voyage the mariner.
ΙΕʹ. Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς· ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν· τὸ δὲ πρόδηλον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν' ἐνθάψῃ τῷ ὕδατι· πρὸ δὲ τούτων καὶ διὰ τούτους, τὸν Ἰορδάνην· ὥσπερ ἦν πνεῦμα καὶ σὰρξ, οὕτω Πνεύματι τελειῶν καὶ ὕδατι. Οὐ δέχεται ὁ Βαπτιστής· ὁ Ἰησοῦς ἀγωνίζεται· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, ὁ λύχνος τῷ Ἡλίῳ φησὶν, ἡ φωνὴ τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, ὁ ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, τῷ Πρωτοτόκῳ πάσης κτίσεως, ὁ προσκιρτήσας ἀπὸ γαστρὸς, τῷ ἐν γαστρὶ προσκυνηθέντι, ὁ προδραμὼν καὶ προδραμούμενος, τῷ φανέντι καὶ φανησομένῳ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· πρόσθες καὶ τὸ, ὑπὲρ σοῦ. ᾙδει γὰρ τῷ μαρτυρίῳ βαπτισθησόμενος· ἢ, ὡς Πέτρος, μὴ τοὺς πόδας μόνον καθαρθησόμενος. Καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ τοῦτο προφητικόν. ᾙδει γὰρ ὡς μετὰ Ἡρώδην, Πιλᾶτον μανησόμενον, οὕτως αὐτῷ προαπελθόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. Ἤξει γὰρ μετ' ὀλίγον, αὐτὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθεραπεύτου ψυχῆς ἡ ἐκτομὴ, καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην, τῷ πατρὶ, καὶ τῇ
XV. Nevertheless John baptizes, Jesus draws near; perhaps indeed to sanctify the Baptist also, but manifestly to bury the whole old Adam in the water; and before these and on account of these, the Jordan; just as He was spirit and flesh, so perfecting by Spirit and water. The Baptist does not receive Him; Jesus contends: I have need to be baptized by Thee, says the lamp to the Sun, the voice to the Word, the friend to the Bridegroom, he who among those born of women is above all to the Firstborn of all creation, he who leapt from the womb to Him Who was worshipped in the womb, he who ran before and will run before to Him Who appeared and will appear. I have need to be baptized by Thee: add also, on behalf of Thee. For he knew that he would be baptized by martyrdom; or, like Peter, that he would not have his feet only cleansed. And comest Thou to me? This also is prophetic. For he knew that just as after Herod Pilate would rage, so Christ would follow him when he had departed before. And what says Jesus? Suffer it now; for this is the dispensation. For He will come after a little while, Himself to baptize the Baptist. And what is the winnowing-fan? The purification. And what is the fire? The consuming of light chaff, and the fervour of the Spirit. And what is the axe? The cutting off of the incurable soul, even after the dung. And what is the sword? The cutting of the Word, which divides the worse from the better, and severs the believer and the unbeliever, and stirs up the son, and the daughter, and the bride, against the father, and the
PG 36:353Read from the page
μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις ὁ βαπτίζων Ἰησοῦν, ὁ τῆς ἐρημίας καὶ ἄτροφος, ὁ νέος Ἠλίας, ὁ προφήτου περισσότερος, ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες, ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος, καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον, μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι, καὶ νηπίοις ἐν Χριστῷ, ἀλλ' οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι.
mother, and the mother-in-law, the new and fresh things against the old and shadowy. And what is the latchet of the sandal, which thou who baptizest Jesus dost not loose, thou of the wilderness and unnourished, the new Elias, who art more than a prophet, inasmuch as thou hast also seen Him Who was prophesied, the mediator of the Old and New? What is this? Perhaps the mystery of the sojourn and of the flesh, of which not even the outermost tip is easy to loose, not only for those who are still carnal and babes in Christ, but not even for those who are like John in the Spirit.
Ιϛʹ. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖς μετ' αὐτὸν, ὥσπερ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τὸν παράδεισον. Καὶ τὸ Πνεῦμα μαρτυρεῖ τὴν θεότητα· τῷ γὰρ ὁμοίῳ προστρέχει· καὶ ἡ ἐξ οὐρανῶν φωνή· ἐκεῖθεν γὰρ ὁ μαρτυρούμενος· καὶ ὡς περιστερὰ, τιμᾷ γὰρ τὸ σῶμα, ἐπεὶ καὶ τοῦτο τῇ θεώσει Θεὸς, σωματικῶς ὁρωμένη. Καὶ ἅμα πόῤῥωθεν εἴθισται περιστερὰ κατακλυσμοῦ λύσιν εὐαγγελίζεσθαι. Εἰ δὲ ὄγκοις καὶ σταθμοῖς κρίνεις θεότητα, καὶ διὰ τοῦτο μικρόν σοι τὸ Πνεῦμα, ὅτι ἐν εἴδει περιστερᾶς, ὦ μικρόλογε περὶ τὰ μέγιστα, ὥρα σοι καὶ βασιλείαν οὐρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται· καὶ τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον, ὅτι ὁ μὲν ὄρος μέγα καλεῖται, καὶ λευϊαθὰν, καὶ βασιλεὺς τῶν ἐν τοῖς ὕδασιν· ὁ δὲ ἀμνὸς, καὶ μαργαρίτης, καὶ σταγὼν, καὶ τὰ τοιαῦτα προσαγορεύεται.
XVI. Moreover Jesus also goes up out of the water; for He carries up the world with Himself, and sees the heavens rent asunder, which Adam shut for himself and those after him, just as He also shut paradise with the flaming sword. And the Spirit bears witness to the Godhead, for He runs to His like; and the voice from the heavens, for from thence is He Who is borne witness to; and as a dove, seen bodily, for He honours the body, since this also is God by deification. And at the same time from of old the dove has been accustomed to proclaim the ending of a flood. But if thou judgest Godhead by bulk and weight, and on this account the Spirit is small to thee because He is in the form of a dove, O petty reasoner about the greatest things, it is time for thee also to dishonour the kingdom of the heavens because it is likened to a grain of mustard seed, and to exalt the adversary above the majesty of Jesus because the one is called a great mountain, and leviathan, and king of those in the waters, whereas He is addressed as a lamb, and a pearl, and a drop, and suchlike things.
ΙΖʹ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι' ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν, ἵν' ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς, ἀλλ' ἐν ὕδατι· καὶ πρὸ τούτου, ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα, τοῦ ὕδατος· ἡ νεφέλη, τοῦ Πνεύματος· τὸ μάννα, τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα, τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκ ἔτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ, ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς, ἵνα τι παραθαῤῥήσω μικρὸν, ἐξ οὗ καὶ σὺ
XVII. Since the festival is of baptism, and one must endure a little hardship with Him Who for our sake was formed, and baptized, and crucified, come, let us philosophize a little concerning the difference of baptisms, that we may depart from hence purified. Moses baptized, yet in water; and before this, in cloud and in sea. And this was by way of type, as it seems to Paul also: the sea, of the water; the cloud, of the Spirit; the manna, of the bread of life; the drink, of the divine drink. John also baptized, no longer indeed in Jewish fashion, for it was not in water only, but also unto repentance; yet not wholly spiritually, for he does not add, in the Spirit. Jesus also baptizes, yet in the Spirit. This is perfection. And how is He not God, if I may venture a little, from Whom thou also
PG 36:356Read from the page
γίνῃ Θεός; Οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὃ καὶ αὐτὸς Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Οἶδα καὶ πέμπτον ἔτι, τὸ τῶν δακρύων· ἀλλ' ἐπιπονώτερον, ὡς ὁ λούων καθ' ἑκάστην νύκτα τὴν κλίνην αὑτοῦ καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν, ᾧ τῆς κακίας προσώζεσαν καὶ οἱ μώλωπες· ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται, καὶ ὃς μιμεῖται τὴν ἐπιστροφὴν Μανασσῆ, καὶ τὴν τῶν Νινευϊτῶν ἠλεημένην ταπείνωσιν· ὃς φθέγγεται τὰς τοῦ τελώνου φωνὰς ἐν τῷ ἱερῷ, καὶ δικαιοῦται παρὰ τὸν μεγάλαυχον Φαρισαῖον· ὃς συγκύπτει κατὰ τὴν Χαναναίαν, καὶ ζητεῖ φιλανθρωπίαν, καὶ ψίχας, κυνὸς τροφὴν ἄγαν λιμώττοντος
art made God? I know also a fourth baptism, that through martyrdom and blood, wherewith Christ Himself also was baptized, and far more venerable than the others, inasmuch as it is not defiled by second stains. Yea, I know also a fifth, that of tears; yet more laborious, as he who washes every night his bed and his couch with tears, whose very wales of wickedness stink; who goes about mourning and sad of countenance, and who imitates the conversion of Manasses, and the pitied humiliation of the Ninevites; who utters the words of the publican in the temple, and is justified rather than the boastful Pharisee; who bows down like the Canaanite woman, and seeks loving-kindness, and crumbs, the food of a dog exceedingly famished
ΙΗʹ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως), καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις μεταδίδωμι, καὶ προεισφέρω τοῦ ἐλέου τὸν ἔλεον. Οἶδα γὰρ καὶ αὐτὸς ἀσθένειαν περικείμενος, καὶ ὡς ἂν μετρήσω, μετρηθησόμενος. Σὺ δὲ τι λέγεις; τί νομοθετεῖς, ὦ νέε Φαρισαῖε, καὶ καθαρὲ τὴν προσηγορίαν, οὐ τὴν προαίρεσιν, καὶ φυσῶν ἡμῖν τὰ Ναυάτου μετὰ τῆς αὐτῆς ἀσθενείας; Οὐ δέχῃ μετάνοιαν; οὐ δίδως ὀδυρμοῖς χώραν; οὐ δακρύεις δάκρυον; Μὴ σύ γε τοιούτου κριτοῦ τύχοις. Οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον, τοῦ τὰς ἀσθενείας ἡμῶν λαβόντος, καὶ τὰς νόσους βαστάσαντος, τοῦ μὴ δικαίοις ἐλθόντος, ἀλλ' ἁμαρτωλοῖς εἰς μετάνοιαν, τοῦ ἔλεον θέλοντος μᾶλλον ἢ θυσίαν, τοῦ ἑβδομηκοντάκις ἑπτὰ συγχωροῦντος τὰ ἁμαρτήματα; Ὡς μακάριόν σου τὸ ὑψηλὸν, εἰ καθαρότης ἦν, ἀλλὰ μὴ τῦφος, νομοθετῶν ὑπὲρ ἄνθρωπον, καὶ λύων τῇ ἀπογνώσει τὴν ἐπανόρθωσιν. Ὁμοίως γάρ ἐστι κακὸν, καὶ ἄνεσις ἀσωφρόνιστος, καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν, ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. Δεῖξόν μοι τὴν καθαρότητα, καὶ δέχομαί σου τὴν θρασύτητα. Νῦν δὲ δέδοικα, μὴ βρύων ἕλκεσιν, εἰσάγῃς τὸ ἀνιάτρευτον. Οὐδὲ τὸν Δαβὶδ δέχῃ μετανοοῦντα, ᾧ καὶ τὸ προφητικὸν χάρισμα ἡ μετάνοια συνετήρησεν; Οὐδὲ Πέτρον τὸν μέγαν παθόντα τι ἀνθρώπινον περὶ τὸ σωτήριον πάθος; Ἰησοῦς δὲ ἐδέξατο, καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ τῆς ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως ἐθεράπευσεν. Ἢ οὐδὲ τελειωθέντα δέχῃ δι' αἵματος; Ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπο-
XVIII. I indeed, therefore (for I confess that I am a man, a changeable creature and of a fluid nature), both receive this eagerly, and worship Him Who gave it, and impart it to others, and contribute mercy in advance of mercy. For I know that I myself also am compassed with infirmity, and that as I measure, it shall be measured to me. But what sayest thou? What law dost thou lay down, O new Pharisee, pure in appellation, not in purpose, blowing upon us the doctrines of Novatus with the same infirmity? Dost thou not receive repentance? Dost thou not give place to lamentations? Dost thou not weep a tear? Mayest thou not meet with such a judge! Dost thou not reverence the loving-kindness of Jesus, Who took our infirmities and bare our sicknesses, Who came not for the righteous, but for sinners to repentance, Who wills mercy rather than sacrifice, Who forgives sins seventy times seven? How blessed were thy loftiness, if it were purity and not pride, legislating beyond man, and undoing amendment by despair! For equally evil is both unchastened laxity and unforgiving condemnation, the one letting go the whole rein, the other choking by its vehemence. Show me thy purity, and I accept thy boldness. But now I fear lest, teeming with sores, thou bring in incurableness. Dost thou not even receive David repenting, for whom repentance also preserved the prophetic gift? Nor great Peter, who suffered something human concerning the saving Passion? Yet Jesus received him, and by the threefold questioning and confession healed the threefold denial. Or dost thou not even receive him perfected through blood? For this also belongs to thy
PG 36:357Read from the page
νοίας. Οὐδὲ τὸν ἐν Κορίνθῳ παρανομήσαντα; Παῦλος δὲ καὶ ἀγάπην ἐκύρωσεν, ἐπειδὴ τὴν διόρθωσιν εἶδε· καὶ τὸ αἴτιον· Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, βαρηθεὶς τῇ ἀμετρίᾳ τῆς επιπλήξεως. Οὐδὲ τὰς νέας γαμίζεις χήρας, διὰ τὸ τῆς ἡλικίας εὐάλωτον; Παῦλος δὲ τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος, ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας, καὶ ἄλλον παράδεισον, καὶ ἀποῤῥητοτέρων ἀκούσας ῥημάτων, καὶ μείζονα κύκλον τῷ Εὐαγγελίῳ περιλαβών.
folly. Nor him who transgressed in Corinth? Yet Paul even confirmed love, when he saw the amendment; and the reason: Lest such a one should be swallowed up by overmuch sorrow, being weighed down by the excess of the rebuke. Dost thou not even give young widows in marriage, on account of the vulnerability of their age? Yet Paul ventured this, whose teacher thou forsooth art, as having reached the fourth heaven, and another paradise, and having heard more ineffable words, and having embraced a greater circuit with the Gospel.
ΙΘʹ. Ἀλλ' οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις; ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξατο τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας. Τί τοῦτο; Εἰ μὲν οὐ μεταγνόντας, δικαίως· οὐδὲ ἐγὼ δέχομαι τοὺς, ἢ μὴ καμπτομένους, ἢ μὴ ἀξίως, μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι, τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν. Εἰ δὲ τοὺς ἐκτακέντας τοῖς δάκρυσιν, οὐ μιμήσομαι. Καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία, ὃς πλεονεξίαν μὲν οὐκ ἐκόλασε, τὴν δευτέραν εἰδωλολατρείαν· πορνείαν δὲ οὕτω πικρῶς κατεδίκασεν, ὡς ἄσαρκος καὶ ἀσώματος; Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις; Δεῦρο, στῆτε μεθ' ἡμῶν τῶν ἀνθρώπων. Μεγαλύνωμεν ἅμα τὸν Κύριον. Μή τις ὑμῶν εἰπεῖν τολμήσῃ, μηδὲ εἰ λίαν ἑαυτῷ τεθάῤῥηκε· Μή μου ἅπτου, καθαρὸς γάρ εἰμι, καὶ τίς οὕτως ὥσπερ ἐγώ; μετάδοτε καὶ ἡμῖν τῆς λαμπρότητος. Ἀλλ' οὐ πείθομεν; καὶ ὑπὲρ ὑμῶν δακρύσομεν. Οὗτοι μὲν οὖν, εἰ μὲν βούλοιντο, τὴν ἡμετέραν ὁδὸν καὶ Χριστοῦ, εἰ δὲ μὴ, τὴν ἑαυτῶν πορευέσθωσαν. Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται, τῷ τελευταίῳ βαπτίσματι, τῷ ἐπιπονωτέρῳ τε καὶ μακροτέρῳ, ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην, καὶ δαπανᾷ πάσης κακίας κουφότητα.
XIX. Yet these things, he says, were not after baptism. What is the proof? Either show it, or do not condemn. And if it is doubtful, let loving-kindness prevail. Yet Novatus, he says, did not receive those who fell away in the persecution. What is this? If indeed they did not repent, justly; neither do I receive those who either are not bent, or not worthily, nor counterbalance the evil with amendment; and when I do receive them, I assign to them the fitting place. But if it was those who melted away with tears, I will not imitate him. And what law to me is the misanthropy of Novatus, who did not punish covetousness, the second idolatry, yet condemned fornication so bitterly, as though fleshless and bodiless? What say you? Do we persuade you by these words? Come, stand with us men. Let us magnify the Lord together. Let none of you dare to say, not even if he is very confident in himself: Touch me not, for I am pure, and who is so as I? Impart to us also of your brightness. Yet do we not persuade you? We will weep for you also. Let these, therefore, if indeed they should wish, walk our way and Christ's, but if not, their own. Perhaps there they will be baptized with the fire, the last baptism, which is both more laborious and longer, which devours matter like grass, and consumes the lightness of all wickedness.
Κʹ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς; Λούσασθε, καθαροὶ γίνεσθε. Εἰ μὲν φοινικικοὶ τὴν ἁμαρτίαν ἐστὲ, καὶ ἧττον αἱματώδεις, λευκάνθητε ὡς χιών· εἰ δὲ κόκκινοι καὶ ἄνδρες αἱμάτων τέλειοι, κἂν εἰς ἐρίου λευκότητα φθάσατε. Πάντως δὲ καθάρθητε καὶ καθαίρεσθε. Ὡς
XX. But let us honour the baptism of Christ today, and keep the feast well, not luxuriating in the belly, but rejoicing spiritually. And how shall we luxuriate? Wash yourselves, become clean. If indeed you are scarlet in sin, and less bloody, be made white as snow; and if crimson and complete men of blood, reach at least the whiteness of wool. By all means be purified and purify yourselves. For
Notes, col. 357

On the reading

Printed επιπλήξεως, for ἐπιπλήξεως.

PG 36:360Read from the page
οὐδενὶ τοσοῦτον χαίρει Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυστήριον· ἵνα γένησθε ὡς φωστῆρες ἐν κόσμῳ, ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις, ἵνα φῶτα τέλεια τῷ μεγάλῳ φωτὶ παραστάντες, καὶ τὴν ἐκεῖσε μυηθῆτε φωταγωγίαν, ἐλλαμπόμενοι τῇ Τριάδι καθαρώτερον καὶ τρανότερον, ἧς νῦν μετρίως ὑποδέδεχθε τὴν μίαν αὐγὴν ἐκ μιᾶς τῆς θεότητος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
in nothing does God rejoice so much as in the amendment and salvation of man, on behalf of whom is every word and every mystery; that you may become as luminaries in the world, a life-giving power to other men, that standing as perfect lights beside the great Light, you may also be initiated into the light-guidance there, being illuminated more purely and more clearly by the Trinity, of Whom you have now moderately received the one ray from the one Godhead, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΛΟΓΟΣ Μʹ.
ORATION XL.
Εἰς τὸ ἅγιον βάπτισμα.
On Holy Baptism.
Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια, καὶ ὀνομαστήρια, τοῖς σαρκὸς φίλοις, κουρόσυνά τε καὶ κατοικέσια, καὶ ἐτήσια, ὅσα τε ἄλλα πανηγυρίζουσιν ἄνθρωποι), σήμερον περὶ τοῦ βαπτίσματος βραχέα διαλεξόμεθα, καὶ τῆς ἐντεῦθεν ἡμῖν ὑπαρχούσης εὐεργεσίας· εἰ καὶ χθὲς ἡμᾶς ὁ λόγος παρέδραμε, τῆς ὥρας κατεπειγούσης, καὶ ἅμα τοῦ λόγου τὸν κόρον φεύγοντος. Κόρος δὲ λόγου πολέμιος ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι. Προσέχειν δὲ ἄξιον τοῖς λεγομένοις, καὶ μὴ παρέργως, ἀλλὰ προθύμως τὸν περὶ τηλικούτων δέξασθαι λόγον· ἐπειδὴ καὶ τοῦτό ἐστι φωτισμὸς, τὸ γνῶναι τοῦ μυστηρίου τὴν δύναμιν.
I. Having kept the feast yesterday on the bright Day of Lights (for indeed it was fitting to celebrate thanksgiving for our salvation, and much more so than weddings, and birthdays, and naming-feasts, and hair-offerings, and house-warmings, and yearly anniversaries for the friends of the flesh, and whatever other festivals men celebrate), today we shall discourse briefly concerning baptism and the benefit accruing to us from thence; even though yesterday the discourse passed it by for us, since the hour was pressing, and at the same time our discourse was shunning satiety. For satiety of discourse is hostile to the ears, as excessive food is to bodies. And it is worthwhile to attend to the things said, and not cursorily, but eagerly to receive the discourse concerning matters so great; since this also is illumination, to know the power of the mystery.
Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος· τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ ἐμπαθής· ἡ δὲ ἡμερινὴ, καὶ ἐλευθέρα, καὶ λυτικὴ παθῶν, πᾶν τὸ ἀπὸ γενέσεως κάλυμμα περιτέμνουσα, καὶ πρὸς τὴν ἄνω ζωὴν ἐπαν-
II. The Word knows a threefold birth for us: that from bodies, that from baptism, and that from resurrection. Of these, the first is both nocturnal, and slavish, and passible; the second is diurnal, and free, and dissolutive of passions, circumcising every veil from birth, and leading back towards the life above;
PG 36:361Read from the page
άγουσα· ἡ δὲ φοβερωτέρα καὶ συντομωτέρα, πᾶν τὸ πλάσμα συνάγουσα ἐν βραχεῖ τῷ πλάστῃ παραστησόμενον, καὶ λόγον ὑφέξον τῆς ἐνταῦθα δουλείας, καὶ πολιτείας, εἴτε τῇ σαρκὶ μόνον ἐπηκολούθησεν, εἴτε τῷ Πνεύματι συνανῆλθε, καὶ τὴν χάριν ἠδέσθη τῆς ἀναπλάσεως. Ταύτας δὴ τὰς γεννήσεις ἁπάσας παρ' ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς φαίνεται· τὴν μὲν, τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ· τὴν δὲ, τῇ σαρκώσει, καὶ τῷ βαπτίσματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δὲ, τῇ ἀναστάσει, ἧς αὐτὸς ἀπήρξατο· ὡς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γενέσθαι καταξιώσας.
and the third is more fearful and briefer, gathering together all creation in a short moment to stand before the Creator, and to render an account of its service and conduct here, whether it followed the flesh alone, or ascended together with the Spirit and reverenced the grace of new formation. All these births my Christ manifestly honoured from Himself: the first, by that first and life-giving inbreathing; the second, by the incarnation and the baptism wherewith He Himself was baptized; and the third, by the resurrection, of which He Himself was the firstfruits, having vouchsafed, just as He became firstborn among many brethren, so also to become firstborn from the dead.
Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ· περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀναγκαίας, ἧς ἐπώνυμος ἡ τῶν φώτων ἡμέρα, φιλοσοφήσωμεν· Τὸ φώτισμα, λαμπρότης ἐστὶ ψυχῶν, βίου μετάθεσις, ἐπερώτημα τῆς εἰς Θεὸν συνειδήσεως· τὸ φώτισμα, βοήθεια τῆς ἀσθενείας τῆς ἡμετέρας· τὸ φώτισμα, σαρκὸς ἀπόθεσις, Πνεύματος ἀκολούθησις, Λόγου κοινωνία, πλάσματος ἐπανόρθωσις, κατακλυσμὸς ἁμαρτίας, φωτὸς μετουσία, σκότους κατάλυσις· τὸ φώτισμα, ὄχημα πρὸς Θεὸν, συνεκδημία Χριστοῦ, ἔρεισμα πίστεως, νοῦ τελείωσις, κλεὶς οὐρανῶν βασιλείας, ζωῆς ἄμειψις, δουλείας ἀναίρεσις, δεσμῶν ἔκλυσις, συνθέσεως μεταποίησις· τὸ φώτισμα (τί δεῖ πλείω καταριθμεῖν), τῶν τοῦ Θεοῦ δώρων τὸ κάλλιστον καὶ μεγαλοπρεπέστατον. Ὥσπερ γὰρ Ἅγια ἁγίων καλεῖταί τινα, καὶ Ἄσματα ᾀσμάτων (ἐμπεριεκτικώτερα γάρ ἐστι καὶ κυριώτερα)· οὕτω καὶ αὐτὸ παντὸς ἄλλου τῶν παρ' ἡμῖν φωτισμῶν ὂν ἁγιώτερον.
III. Now to philosophize concerning the two births, I mean the first and the last, does not belong to the present season; but concerning the middle one, which is now necessary for us, and after which the Day of Lights is named, let us philosophize: Illumination is the brightness of souls, the transformation of life, the question of a good conscience towards God; illumination is the aid of our weakness; illumination is the putting off of the flesh, the following of the Spirit, the communion of the Word, the amendment of the creature, the flood of sin, the participation of light, the dissolution of darkness; illumination is the chariot to God, the fellow-travelling with Christ, the prop of faith, the perfection of mind, the key of the kingdom of the heavens, the exchange of life, the abolition of slavery, the loosing of bonds, the remodelling of our composition; illumination (why need I recount more?) is the fairest and most magnificent of the gifts of God. For just as certain things are called Holy of holies, and Songs of songs (because they are more comprehensive and more principal), so also this itself, as being holier than every other illumination among us.
Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα· εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντων ἡμῶν (φιλοῦσι γὰρ οἱ σφόδρα περί τι ἐρωτικῶς διακείμενοι, ἡδέως συνεῖναι καὶ τοῖς ὀνόμασιν), εἴτε τοῦ πολυειδοῦς τῆς εὐεργεσίας πολλὰς καὶ τὰς κλήσεις ἡμῖν δημιουργήσαντος. Δῶρον καλοῦμεν, χάρισμα, βάπτισμα, χρίσμα, φώτισμα, ἀφθαρσίας ἔνδυμα, λουτρὸν παλιγγενεσίας, σφραγῖδα, πᾶν ὅ τι τίμιον· δῶρον μὲν, ὡς καὶ μηδὲν προεισενεγκοῦσι
IV. And just as Christ the Giver of this is called by many and diverse names, so also is the gift; whether because we experience this through our exceeding joy over the matter (for those who are very lovingly disposed towards something are fond of dwelling gladly even upon its names), or because the manifold character of the benefit has fashioned many appellations also for us. We call it gift, grace, baptism, anointing, illumination, garment of incorruption, laver of regeneration, seal, everything that is precious: gift, as being given to those who have contributed nothing in advance;