Migne Reading Room

PG 36 · cols. 340–349 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:340Read from the page
ξαινομένων ταῖς μάστιξι, καὶ τοῦτο μόνον κακῶς ἀνδριζομένων, οἷς τιμᾶται θεὰ, καὶ ταῦτα παρθένος. Οἱ γὰρ αὐτοὶ, καὶ μαλακίαν ἐτίμησαν, καὶ θρασύτητα ἐσεβάσθησαν.
torn with scourges, and in this alone playing the man ill, whereby a goddess is honoured, and she a virgin. For the very same men both honoured effeminacy and reverenced audacity.
Εʹ. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον; ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα, καὶ Τροφωνίου κατὰ γῆς παίγνια καὶ μαντεύματα, ἢ Δωδωναίας δρυὸς ληρήματα, ἢ τρίποδος Δελφικοῦ σοφίσματα, ἢ Κασταλίας μαντικὸν πόμα; Τοῦτο μόνον οὐ μαντευσάμενα, τὴν ἑαυτῶν σιωπήν. Οὐδὲ Μάγων θυτικὴ, καὶ πρόγνωσις ἔντομος· καὶ Χαλδαίων ἀστρονομία καὶ γενεθλιαλογία, τῇ τῶν οὐρανίων κινήσει συμφέρουσα τὰ ἡμέτερα, τῶν μηδὲ ἑαυτοὺς ὅ τί ποτε εἰσὶν, ἢ ἔσονται, γνῶναι δυναμένων· οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα, παρ' ὧν καὶ τὸ θρησκεύειν, ὡς λόγος· οὐδὲ Ὀρφέως τελεταὶ καὶ μυστήρια, ὃν τοσοῦτον Ἕλληνες ἐπὶ σοφίᾳ ἐθαύμασαν, ὥστε καὶ λύραν αὐτῷ ποιοῦσι, πάντα τοῖς κρούμασιν ἕλκουσαν· οὐδὲ Μίθρου κόλασις ἔνδικος, κατὰ τῶν μυεῖσθαι τὰ τοιαῦτα ἀνεχομένων· οὐδὲ Ὀσίριδος σπαραγμοὶ, ἄλλη συμφορὰ τιμωμένη παρ' Αἰγυπτίοις· οὐδὲ Ἴσιδος ἀτυχήματα, καὶ τράγοι Μενδησίων αἰδεσιμώτεροι, καὶ Ἄπιδος φάτνη, μόσχου κατατρυφῶντος τῆς Μεμφιτῶν εὐηθείας· οὐδ' ὅσα τὸν Νεῖλον ταῖς τιμαῖς καθυβρίζουσι, τὸν καρποδότην, ὡς ἀνυμνοῦσιν αὐτοὶ, καὶ εὔσταχυν, καὶ μετροῦντα τὴν εὐδαιμονίαν τοῖς πήχεσιν.
V. And where wilt thou place the butchery of Pelops, feasting hungry gods, and a bitter and inhuman hospitality? And where the fearful and dark phantoms of Hecate, and the subterranean sports and divinations of Trophonius, or the babblings of the Dodonaean oak, or the sophistries of the Delphic tripod, or the prophetic draught of Castalia? Having failed to prophesy this one thing alone, their own silence. Nor the sacrificial art of the Magi, and foreknowledge by incisions; and the astronomy and casting of nativities of the Chaldaeans, revolving our affairs together with the motion of the heavenly bodies, though they cannot know even themselves, what they ever are or shall be; nor are these things the orgies of the Thracians, from whom, as the story goes, even religion took its name; nor the rites and mysteries of Orpheus, whom the Greeks marvelled at so greatly for wisdom that they even fashion a lyre for him, drawing all things by its strokes; nor the just punishment of Mithras against those who endure to be initiated into such things; nor the tearings of Osiris, another calamity honoured among the Egyptians; nor the misfortunes of Isis, and the goats more venerable than the Mendesians, and the manger of Apis, a calf revelling in the simplicity of the Memphites; nor all the things wherewith they insult the Nile by their honours, the giver of fruit, as they themselves hymn him, and rich in ears of corn, and measuring prosperity by cubits.
Ϛʹ. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον· ὧν καθ' ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς
VI. For I forbear to speak of the honours of creeping things and beasts, and the ambition of indecency; of which each one hath a certain peculiar rite and festival, while common to all is that of
PG 36:341Read from the page
κακοδαιμονίας ἐφ' ἅπασιν· ὡς εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν, εἰς εἴδωλα κατενεχθέντας, καὶ τέχνης ἔργα, καὶ χειρῶν πλάσματα, μὴ ἂν ἄλλο τι κατ' αὐτῶν εὔξασθαι τούς γε νοῦν ἔχοντας, ἢ τοιαῦτα σεβασθῆναι, καὶ οὕτω τιμῆσαι, ἵνα τὴν ἀντιμισθίαν, ἣν ἔδει τῆς πλάνης, ὥς φησι Παῦλος, ἀπολαμβάνωσιν, ἐν οἷς σέβονται· οὐ μᾶλλον τιμῶντες, ἢ δι' ἐκείνων ἀτιμαζόμενοι. Βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων, ἵνα καὶ αὐτῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι, τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα.
ill-starred misery over them all; so that if indeed they must needs be impious altogether, and fall away from the glory of God, being borne down into idols, and works of art, and fashionings of hands, those at least who have sense would pray for nothing else against them than that they should reverence such things, and so honour them, that they might receive back the recompense which was due for their error, as Paul saith, in the things which they reverence; not more honouring them than being dishonoured through them. Abominable for their error, more abominable for the vileness of the things worshipped and reverenced, so that they may be even more senseless than the very things honoured, surpassing them as much in folly as the things worshipped do in vileness.
Ζʹ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ' ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατατεμνόντων εἰς αἰσχρὰς δόξας καὶ φαντασίας, ἀφ' οὗ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς, τῷ ξύλῳ τῆς γνώσεως οὐ κατὰ καιρὸν, οὐδ' ἐπιτηδείως μεταληφθείσης, ὡς ἀσθενεστέρους ἤδη κατέδραμον, τὸν ἡγεμόνα νοῦν συναρπάσαντες, καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Οὐ γὰρ ἔφερον, φύσις ὄντες φθονερὰ καὶ μισάνθρωπος, μᾶλλον δὲ διὰ τὴν ἑαυτῶν κακίαν γενόμενοι, τοὺς κάτω τῶν ἄνω τυχεῖν, αὐτοὶ πεσόντες ἐπὶ γῆς ἄνωθεν, οὐδὲ τοσαύτην μετάστασιν γενέσθαι τῆς δόξης, καὶ τῶν πρώτων φύσεων. Τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος· διὰ τοῦτο ἡ εἰκὼν τοῦ Θεοῦ καθυβρίσθη· καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν φυλάξαι τὴν ἐντολὴν, παρεδόθημεν τῇ αὐτονομίᾳ τῆς πλάνης· καὶ καθὼς ἐπλανήθημεν, ἠτιμάσθημεν ἐν οἷς ἐσεβάσθημεν. Οὐ γὰρ τοῦτο μόνον δεινὸν, τὸ πεποιημένους ἐπ' ἀγαθοῖς ἔργοις, εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκότος, καὶ Θεοῦ μίμησιν, ὅσον ἐφικτὸν, ὁρμητήριον γενέσθαι παντοίων παθῶν, βοσκομένων κακῶς καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρωπον· ἀλλὰ τὸ καὶ θεοὺς στήσασθαι συνηγόρους τοῖς πάθεσιν, ἵνα μὴ μόνον ἀνεύθυνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ θεῖον νομίζηται, εἰς τοιαύτην καταφεῦγον ἀπολογίαν, τὰ προσκυνούμενα.
VII. Let the children of the Greeks, therefore, sport in these things, and the demons, from whom their folly cometh to them, drawing off unto themselves the honour of God, and cutting men up variously into shameful opinions and fancies, ever since, having cast us out from the tree of life through the tree of knowledge partaken of unseasonably and unfittingly, they overran us as being already weaker, carrying away captive the ruling mind, and opening a door to the passions. For they could not bear, being an envious and man-hating nature—or rather having become so through their own wickedness—that those below should obtain the things above, when they themselves had fallen upon the earth from above, nor that so great a transfer of glory and of the first natures should take place. This is the persecution of the creature; on this account the image of God was insulted; and even as we did not approve of keeping the commandment, we were delivered over to the self-rule of error; and even as we erred, we were dishonoured in the things which we reverenced. For not this alone is dreadful, that we, having been made for good works, unto the glory and praise of Him Who made us, and the imitation of God so far as is attainable, should become a stronghold of passions of every kind, feeding evilly and consuming the inner man; but that we also set up gods as advocates for the passions, so that sinning might be deemed not only free from account, but even divine, taking refuge in such a defence, the things worshipped.
Ηʹ. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη το φυγοῦσι τὴν δεισιδαίμονα πλάνην, μετὰ τῆς ἀληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπεραναβῆναι, πάντα περάσασιν, ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν· οὕτω καὶ εἴδωμεν, καὶ φιλοσοφήσωμεν τὰ περὶ Θεοῦ καὶ τὰ θεῖα. Φιλοσοφήσωμεν δὲ, ἀρχόμενοι, ὅθεν ἄρχεσθαι ἄμεινον· ἄμει-
VIII. But unto us, just as it hath been granted, having fled superstitious error, to be with the truth, and to serve the living and true God, and to ascend above the creation, passing beyond all things that are under time and the first motion; so also let us know, and let us philosophize on the things concerning God and things divine. And let us philosophize, beginning whence it is better to begin; and it is bet-
Notes, col. 341

On the reading

Printed το, for τὸ.

PG 36:344Read from the page
νον δὲ, ὅθεν Σολομὼν ἡμῖν ἐνομοθέτησεν· Ἀρχὴ σοφίας, φησὶ, κτῆσαι σοφίαν· τί τοῦτο λέγων ἀρχὴν σοφίας; Τὸν φόβον. Οὐ γὰρ ἀπὸ θεωρίας ἀρξαμένους, εἰς φόβον χρὴ καταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν)· ἀλλὰ φόβῳ στοιχειουμένους, καὶ καθαιρομένους, καὶ, ἵν' οὕτως εἴπω, λεπτυνομένους, εἰς ὕψος αἴρεσθαι. Οὗ γὰρ φόβος, ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.
ter to begin whence Solomon hath ordained for us: The beginning of wisdom, saith he, get wisdom; what doth he call this beginning of wisdom? Fear. For one must not, beginning from contemplation, end in fear (for unbridled contemplation might perchance even thrust one down precipices); but being grounded in the rudiments of fear, and purified, and, so to speak, refined, be lifted up to the height. For where fear is, there is keeping of commandments; and where keeping of commandments is, there is purification of the flesh, that cloud which standeth before the soul and suffereth it not to see purely the divine ray; and where purification is, there is illumination; and illumination is the fulfilment of desire for those who long for the greatest things, or for the greatest thing, or for That Which surpasseth the great.
Θʹ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἴπερ μὴ μέλλοιμεν τὰ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ διὰ τοῦτο δεομένου καλύμματος· ἢ τὸ τοῦ Μανωὲ, καὶ πείσεσθαι, καὶ λέξειν· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωράκαμεν, ἐν φαντασίᾳ Θεοῦ γενομένου· ἢ, ὡς Πέτρος, τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας. Πέτρον δὲ ὅταν εἴπω, τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. Ἢ, ὡς Παῦλος, τὴν ὄψιν πληγήσεσθαι, πρὶν καθαρθῆναι τῶν διωγμῶν, τῷ διωκομένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι· ἢ, ὡς ὁ ἑκατόνταρχος, τὴν μὲν θεραπείαν ἐπιζητήσειν, τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην. Λεγέτω τις καὶ ἡμῶν, ἕως οὔπω καθαίρεται, ἀλλ' ἔστιν ἑκατόνταρχος ἔτι, πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ στρατεύεται Καίσαρι, τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως, τότε καὶ εἰσδεχέσθω τὸν Λόγον, καὶ ἀκουέτω· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ, καὶ λαμβανέτω τὴν σωτηρίαν, καὶ καρποφορείτω τὰ τελεώτερα, σκορπίζων καὶ διαχέων καλῶς, ἃ κακῶς ἐτελώνησεν.
IX. On this account one must purify oneself first, and then converse with the Pure; if indeed we are not to suffer the things of Israel, which could not bear the glory of the face of Moses, and on this account needed a veil; or both suffer and speak that of Manoah: We are undone, O woman, we have seen God, when God appeared in a vision; or, like Peter, send Jesus away from the boat, as being unworthy of such a sojourn. And when I say Peter, what man do I mean? Him who walked on foot upon the waves. Or, like Paul, be struck in eyesight, having conversed with Him Whom he was persecuting—or rather, with a brief gleam of the great Light—before being purified from his persecutions; or, like the centurion, seek the healing indeed, yet not receive the Healer into his house through a praiseworthy timidity. Let someone among us also say, so long as he is not yet purified, but is still a centurion, ruling over many in wickedness, and serving as a soldier under Caesar, the world-ruler of those who are dragged down below: I am not sufficient that Thou shouldst enter under my roof. But when he hath beheld Jesus, even though he be small in spiritual stature, like that Zacchaeus, and hath been lifted up above the sycamore tree, having mortified the members that are upon the earth, and having risen above the body of humiliation, then let him also receive the Word within, and let him hear: Today is salvation unto this house; and let him receive salvation, and bear more perfect fruits, scattering and pouring forth nobly the things that he ill exacted as a publican.
Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις· ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες, καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμή-
X. For the same Word is both fearful through His nature unto those who are unworthy, and receivable through His love for mankind by those who have been thus prepared; as many as, having driven away the unclean and material spirit from their souls, and having swept and adorned their own souls with full knowledge,
PG 36:345Read from the page
σαντες, μηδὲ ἀργὴν, μηδὲ ἄπρακτον εἴασαν, ὥστε μετὰ πλείονος τῆς παρασκευῆς, αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων, ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον, περισπουδαστότερον)· ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν, καὶ τὴν ἀρετὴν ἐργάζονται, ὅλον τὸν Χριστὸν, ἢ ὅτι μάλιστα, ἑαυτοῖς εἰσοικίσαντες, ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν, ἑαυτῆς πάλιν πληρῶσαι, καὶ γενέσθαι τὰ ἔσχατα χείρονα τῶν πρώτων, διὰ τὸ τῆς καταδρομῆς σφοδρότερον, καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυσαλωτότερον. Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι, καὶ νεώσαντες ἑαυτοῖς νεώματα, καὶ σπείραντες εἰς δικαιοσύνην, ὡς Σολομῶντι, καὶ Δαβὶδ, καὶ Ἱερεμίᾳ δοκεῖ, φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ, ἵν' ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν, θεοειδεῖς ἐργαζόμενοι, καὶ ἥκοντα τὸν Λόγον ὑποδεχόμενοι· οὐ μόνον δὲ, ἀλλὰ καὶ κρατοῦντες, καὶ τοῖς ἄλλοις προφαίνοντες.
left them neither idle nor inactive, so as to be seized again with greater preparation by the seven spirits of wickedness, as many as are also numbered of virtue (for what is harder to fight against is more eagerly sought after); but besides fleeing wickedness, they also work virtue, having caused the whole Christ, or as much as possible, to dwell within themselves, so that the evil power, encountering no empty place, might not fill it again with itself, and the last state become worse than the first, through the greater vehemence of the onset, and the greater security and difficulty of capture of the garrison. And when, having kept our own soul with all guarding, and having disposed ascents in the heart, and having broken up fresh fallow ground for ourselves, and having sown unto righteousness, as seemeth good to Solomon, and David, and Jeremiah, we have kindled for ourselves the light of knowledge; then let us speak the wisdom of God hidden in a mystery, and shine forth unto others. But in the meantime let us be purified and initiated beforehand by the Word, that we may benefit our own selves as much as possible, making ourselves godlike, and receiving the Word when He cometh; and not only so, but also holding Him fast, and showing Him forth to others.
ΙΑʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον, φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ δὲ κεφάλαιον ἑορτῆς μνήμη Θεοῦ, Θεοῦ μνημονεύσωμεν. Καὶ γὰρ τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, οὐκ ἄλλο τι ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. Εἰ δέ τι τῶν ἤδη προειρημένων ὁ νῦν ἕξει λόγος, θαυμαζέτω μηδείς. Οὐ γὰρ τὰ αὐτὰ καὶ φθέγξομαι μόνον, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν, φρίττων καὶ γλῶσσαν, καὶ νοῦν, καὶ διάνοιαν, ὅταν περὶ Θεοῦ φθέγγωμαι καὶ ὑμῖν ταυτὸ τοῦτο συνευχόμενος τὸ ἐπαινετὸν πάθος καὶ μακάριον. Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισί· τρισὶ μὲν, κατὰ τὰς ἰδιότητας, εἴτουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν)· ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν' οὕτως εἴπω, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν· τὰ ἐν οἷς ἡ θεότης, ἢ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψω-
XI. Now since we have cleansed the theatre by our discourse, come, let us now philosophize a little concerning the feast, and keep the feast together with feast-loving and God-loving souls. And since the chief point of a feast is the remembrance of God, let us remember God. For indeed I deem the sound of those keeping festival yonder, where the dwelling of all who rejoice is, to be nothing else than this: God hymned and glorified by those who have been counted worthy of the citizenship yonder. And if the present discourse shall contain aught of the things already spoken before, let no one marvel. For I shall not only utter the same words, but also concerning the same things, trembling in tongue, and mind, and understanding whenever I speak concerning God, and praying for you also that ye may share this same praiseworthy and blessed affection. And when I speak of God, be ye flashed around by one Light and by three: three indeed, according to the properties, or hypostases, if anyone be pleased so to call them, or persons (for we will by no means wrangle with one another about the names, so long as the syllables lead towards the same meaning); and one, according to the principle of substance, or Godhead. For It is divided indivisibly, so to speak, and is conjoined dividedly. For the Godhead is One in Three, and the Three are One; the Three in Whom the Godhead is, or, to speak more accurately, Which the Godhead is. But excesses and defects let us omit,
PG 36:348Read from the page
μεν· οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμενοι, οὔτε τὴν διαίρεσιν, ἀλλοτρίωσιν. Ἀπέστω γὰρ ἡμῶν ἐξ ἴσου, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, τὰ ἐκ διαμέτρου κακὰ, καὶ ὁμότιμα τὴν ἀσέβειαν· τί γὰρ δεῖ Θεὸν, ἢ συναλείφειν κακῶς, ἢ κατατέμνειν εἰς ἀνισότητα;
neither making the unity a confusion, nor the division an alienation. For let both the contraction of Sabellius and the division of Arius be equally far from us, evils diametrically opposed, and of equal rank in impiety; for what need is there either wickedly to fuse God together, or to cut Him up into inequality?
ΙΒʹ. Ἡμῖν δὲ, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ, καὶ δι' οὗ, καὶ ἐν ᾧ, μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον, ἐξ ὧν εἰς ἓν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ, Ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πατὴρ ὁ πατὴρ, καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς, καὶ οὐκ ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχὴν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ Πατρὸς, οὐχ υἱϊκῶς δὲ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ' ἐκπορευτῶς· εἰ δεῖ τι καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου. Πῶς γάρ; οὔτε τοῦ Πνεύματος, ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεὸς, κἂν μὴ δοκῇ τοῖς ἀθέοις· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; Οἱ δὲ τὴν ἀγεννησίαν, καὶ τὴν γέννησιν φύσεις θεῶν ὁμωνύμων τιθέμενοι, τάχα ἂν καὶ τὸν Ἀδὰμ, καὶ τὸν Σὴθ (ὅτι ὁ μὲν οὐκ ἀπὸ σαρκός· πλάσμα γάρ· ὁ δὲ ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας) ἀλλήλων κατὰ τὴν φύσιν ἀλλοτριώσουσιν. Εἷς οὖν Θεὸς ἐν τρισὶ, καὶ τὰ τρία ἓν, ὥσπερ ἔφαμεν.
XII. But for us, there is one God the Father, of Whom are all things, and one Lord Jesus Christ, through Whom are all things, and one Holy Spirit, in Whom are all things; these words, of Whom, and through Whom, and in Whom, not cutting natures asunder (for otherwise neither the prepositions nor the orders of the names would ever change places), but characterizing the properties of one and unconfused nature. And this is manifest from the things whereby they are gathered together into one again, if that passage in the same Apostle be read by anyone not carelessly: Of Him, and through Him, and unto Him are all things: to Him be the glory unto the ages. Amen. The Father is Father, and without beginning; for He is not of anyone. The Son is Son, and not without beginning; for He is of the Father. Yet if thou shouldst take the beginning that is from time, He is also without beginning; for He is the Maker of times, not under time. The Spirit is truly Holy Spirit, coming forth indeed from the Father, yet not after the manner of a son, for it is not by way of generation, but by way of procession; if one must also innovate somewhat concerning the names for the sake of clearness. Neither did the Father depart from unbegottenness, because He hath begotten; nor the Son from generation, because He is from the Unbegotten. For how should it be so? Nor doth the Spirit change either into Father or into Son, because He hath proceeded, and because He is God, even though it seem not so to the godless; for the property is immovable. Or how could a property remain, if it were moved and changed place? And those who make unbegottenness and generation natures of homonymous gods will perchance also alienate Adam and Seth from one another according to nature (since the one is not from flesh, for he is a creature fashioned; whereas the other is from Adam and Eve). One God, therefore, in Three, and the Three One, just as we have said.
ΙΓʹ. Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ' εἶναί τινας καὶ κάτω προσκυνητὰς, ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ, ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος, χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι. Τοῦτον δὲ φθόνῳ διαβόλου, καὶ πικρᾷ γεύσει τῆς ἁμαρτίας, Θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον παριδεῖν, οὐ Θεοῦ. Τί γίνεται; καὶ τί τὸ μέγα περὶ ἡμᾶς μυστήριον; Καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς τῆς ἰδίας
XIII. Now since these things are so, or this is so, and since it was needful that worship should not be circumscribed to those above alone, but that there should also be certain worshippers below, that all things might be filled with the glory of God, since they are also God's; on this account also man is created, honoured by the hand of God and by His image. And to overlook him, when through the envy of the devil and the bitter taste of sin he was pitiably separated from God Who had made him, was not in keeping with God. What taketh place? And what is the great mystery concerning us? Natures are innovated, and God becometh man; and He Who mounteth upon the heaven of heaven towards the east of His own
PG 36:349Read from the page
δόξης τε καὶ λαμπρότητος, ἐπὶ δυσμῶν δοξάζεται τῆς ἡμετέρας εὐτελείας καὶ ταπεινότητος, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι· οὐχ ὃ ἦν μεταβαλὼν (ἄτρεπτον γὰρ), ἀλλ' ὃ οὐκ ἦν προσλαβὼν (φιλάνθρωπος γὰρ), ἵνα χωρηθῇ ὁ ἀχώρητος, διὰ μέσης σαρκὸς, ὁμιλήσας ἡμῖν, ὡς παραπετάσματος· ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως. Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεὸς, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον· ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθὲς, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κακίας ὁ σοφιστὴς, θεότητος ἐλπίδι δελεάσας ἡμᾶς, σαρκὸς προβλήματι δελεάζεται· ἵν', ὡς τῷ Ἀδὰμ προσβαλὼν, τῷ Θεῷ περιπέσῃ, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται, καὶ λυθῇ τὸ κατάκριμα τῆς σαρκὸς, σαρκὶ τοῦ θανάτου θανατωθέντος.
glory and brightness, is glorified at the setting of our vileness and humiliation, and the Son of God consenteth both to become and to be called Son of man; not changing what He was (for It is immutable), but assuming what He was not (for He is a Lover of mankind), that the Uncontainable might be contained, having conversed with us through the mediation of flesh, as of a veil; since to bear His pure Godhead belongeth not to the nature that is subject to generation and corruption. On this account things unmingled are mingled; not only God with birth, nor mind with flesh, nor the Timeless with time, nor the Uncircumscribed with measure; but also birth with virginity, and dishonour with Him Who is higher than all honour, and the Impassible with passion, and the Immortal with the corruptible. For since the sophist of wickedness thought that he was invincible, having enticed us with the hope of Godhead, he is enticed by the screen of the flesh; so that, attacking as though against Adam, he might encounter God, and thus the new Adam might save back the old, and the condemnation of the flesh might be loosed, death having been put to death by the flesh.
ΙΔʹ. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορτάσαμεν, ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ὑμεῖς, καὶ πᾶν ὅσον ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδράμομεν, καὶ μετὰ Μάγων προσεκυνήσαμεν, μετὰ ποιμένων περιελλάμφθημεν, καὶ μετὰ ἀγγέλων ἐδοξάσαμεν, μετὰ Συμεὼν ἐνηγκαλισάμεθα, καὶ μετὰ Ἄννης ἀνθωμολογησάμεθα, τῆς γεραιᾶς καὶ σώφρονος· καὶ χάρις τῷ εἰς τὰ ἴδια ἐλθόντι ἀλλοτρίως, ὅτι τὸν ξένον ἐδόξασεν. Νυνὶ δὲ πρᾶξις ἄλλη Χριστοῦ, καὶ ἄλλο μυστήριον. Οὐ δύναμαι κατέχειν τὴν ἡδονὴν, ἔνθεος γίνομαι, μικροῦ καὶ, ὡς Ἰωάννης, εὐαγγελίζομαι, εἰ καὶ μὴ πρόδρομος, ἀλλ' ἀπὸ τῆς ἐρημίας. Χριστὸς φωτίζεται, συναναστράψωμεν· Χριστὸς βαπτίζεται, συγκατέλθωμεν, ἵνα καὶ συνανέλθωμεν. Βαπτίζεται Ἰησοῦς· τοῦτο μόνον; ἢ καὶ τὰ ἄλλα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον; Τίς ὢν; καὶ παρὰ τίνος; καὶ κατὰ πηνίκα; Ὁ καθαρὸς, καὶ παρὰ Ἰωάννου, καὶ τῶν σημείων ἀρχόμενος; Ἵνα τί μάθωμεν, καὶ τί παιδευθῶμεν; Προκαθαίρεσθαι, καὶ ταπεινοφρονεῖν, καὶ κηρύσσειν ἐν τελειότητι, καὶ τῆς πνευματικῆς, καὶ τῆς σωματικῆς ἡλικίας. Ἐκεῖνο πρὸς τοὺς τὸ βάπτισμα σχεδιάζοντας, καὶ μὴ προευτρεπιζομένους, μηδὲ τὸ ἀσφαλὲς τῇ λυτρώσει
XIV. For the Nativity, therefore, we celebrated the fitting preliminary festival, both I, the leader of the feast, and ye, and all that is within the world and above the world. With the star we ran, and with the Magi we worshipped, with the shepherds we were shone around, and with the angels we glorified, with Simeon we took Him in our arms, and with Anna we made confession in turn, the aged and chaste woman; and thanks be to Him Who came unto His own after the manner of a stranger, because He glorified the stranger. But now there is another action of Christ, and another mystery. I cannot contain my pleasure, I become inspired by God, almost even, like John, I proclaim glad tidings, though not a forerunner, yet from the wilderness. Christ is enlightened, let us shine forth together with Him; Christ is baptized, let us go down together with Him, that we may also ascend together with Him. Jesus is baptized; is this alone to be heeded? Or is it needful also to observe the other things diligently? Who is He? And by whom? And at what time? The Pure One, and by John, and when beginning His signs? That we may learn what, and be taught what? To be purified beforehand, and to be lowly-minded, and to preach in maturity both of spiritual and of bodily stature. The first is addressed to those who improvise baptism, and do not prepare themselves beforehand, nor bring security to the redemption