Βʹ. Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ Θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει Θεός)· εἰ μέν τις Ἀαρὼν, συνανίτω, καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. Εἰ δέ τις Ναδὰβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μὲν, ἀλλὰ στηκέτω πόῤῥωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. Εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντη, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. Εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν, καὶ ἀνήμερον, καὶ ἀνεπίδεκτον πάντη λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοήθως, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις· ἀλλ' ἔτι πόῤῥωθεν στηκέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους· ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν, οἱ ἀληθεῖς λόγοι καὶ στεῤῥοί. Εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν· εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος, καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροὶ, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. Βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος, οὕτω πλαξὶ στεῤῥαῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου, καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς
II. And as I go up eagerly onto the mountain—or, to speak more truly, both eager at once and anxious, the one through hope, and the other through weakness—that I may come within the cloud, and hold converse with God (for this God commands): if anyone is an Aaron, let him come up with me, and let him stand near, even if he must remain outside the cloud, accepting this. And if anyone is a Nadab, or an Abihu, or of the elders, let him come up indeed, yet let him stand afar off, according to the worth of his purification. And if anyone is of the multitude and unworthy of such height and contemplation, if he is altogether impure, let him not approach at all, for it is not safe; but if he is purified at least for the time being, let him remain below, and let him hear only the voice and the trumpet, the bare words of piety; and let him behold the mountain smoking and flashing with lightning, both a threat at once and a wonder to those unable to go up. And if anyone is a wicked and savage beast, and altogether incapable of receiving words of contemplation and theology: let it not lurk in the woods maliciously and malignantly, that it may lay hold of some dogma or saying by leaping out suddenly, and tear sound words to pieces by its insults; but let it stand still further off, and withdraw from the mountain, or it shall be stoned, and crushed, and perish miserably as a miserable thing; for true and solid words are stones against beastly men. Whether it be a leopard, let it die together with its spots; or a ravening and roaring lion, seeking what food it may make of our souls or words; or a swine trampling under foot the fair and translucent pearls of the truth; or an Arabian and alien wolf, or even keener than these in its sophistries; or a fox, some deceitful and faithless soul, conforming itself now one way, now another to the times and needs, which dead and stinking corpses nourish, or little vineyards, when the great ones have escaped; or any other of the raw-flesh-eating creatures, rejected by the law, and not clean for food and enjoyment. For our discourse desires to withdraw from these, and so to be inscribed on solid and stone tablets, and on both sides of these, because of both what is manifest of the law, and what is hidden: the one for the multitude