Migne Reading Room

PG 36 · cols. 16–25 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:16Read from the page
ἀκτῖνος. Ὅτε δέ; Ἡνίκα ἂν σχολὴν ἄγωμεν ἀπὸ τῆς ἔξωθεν ἰλύος καὶ ταραχῆς, καὶ μὴ τὸ ἡγεμονικὸν ἡμῶν συγχέηται τοῖς μοχθηροῖς τύποις καὶ πλανωμένοις, οἷον γράμμασι πονηροῖς ἀναμιγνύντων κάλλη γραμμάτων, ἢ βορβόρῳ μύρων εὐωδίαν. Δεῖ γὰρ τῷ ὄντι σχολάσαι, καὶ γνῶναι Θεόν· καὶ ὅταν λάβωμεν καιρὸν, κρίνειν θεολογίας εὐθύτητα. Τίσι δέ; Οἷς τὸ πρᾶγμα διὰ σπουδῆς, καὶ οὐχ ὡς ἕν τι τῶν ἄλλων, καὶ τοῦτο φλυαρεῖται ἡδέως, μετὰ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ ᾄσματα, καὶ τὴν γαστέρα, καὶ τὰ ὑπὸ γαστέρα· οἷς καὶ τοῦτο μέρος τρυφῆς, ἡ περὶ ταῦτα ἐρεσχελία καὶ κομψεία τῶν ἀντιθέσεων. Τίνα δὲ φιλοσοφητέον, καὶ ἐπὶ πόσον; Ὅσα ἡμῖν ἐφικτὰ, καὶ ἐφ' ὅσον ἡ τοῦ ἀκούοντος ἕξις ἐφικνεῖται καὶ δύναμις· ἵνα μὴ καθάπερ αἱ ὑπερβάλλουσαι τῶν φωνῶν ἢ τῶν τροφῶν, τὴν ἀκοὴν βλάπτωσιν ἢ τὰ σώματα· εἰ βούλει δὲ, τῶν φορτίων τὰ ὑπὲρ δύναμιν τοὺς ὑποβαίνοντας, ἢ τὴν γῆν τῶν ὑετῶν οἱ σφοδρότεροι· οὕτω δὴ καὶ οὗτοι τοῖς στεῤῥοῖς, ἵν' οὕτως εἴπω, τῶν λόγων καταπιεσθέντες, καὶ βαρυνθέντες ζημιωθεῖεν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν.
When, then? Whenever we have leisure from outward mire and turmoil, and our governing faculty is not confounded by wicked and wandering impressions, as of men mingling the beauties of letters with base letters, or the fragrance of ointments with mud. For one must in truth be at leisure, and know God; and when we receive opportunity, judge the uprightness of theology. And before whom? Before those for whom the matter is an object of earnest care, and who do not, like any one of other things, prate of this also for pleasure, after the horse-races, and the theatres, and the songs, and the belly, and the things below the belly; for whom this too is a part of luxury, the wrangling about these things and smartness of antitheses. And what things must we philosophize about, and to what extent? As many things as are within our reach, and so far as the habit and capacity of the hearer extends; lest, just as excessive sounds or foods injure the hearing or the bodies—or if you will, as burdens beyond their strength injure those who go under them, or the more violent of rains the earth—so indeed these also, weighed down and burdened by what I may call the solid parts of doctrines, should suffer loss even in respect of their former strength.
Δʹ. Καὶ οὐ λέγω τοῦτο, μὴ δεῖν πάντοτε μεμνῆσθαι Θεοῦ· μὴ πάλιν ἐπιφυέσθωσαν ἡμῖν οἱ πάντα εὔκολοι καὶ ταχεῖς. Μνημονευτέον γὰρ Θεοῦ μᾶλλον ἢ ἀναπνευστέον· καὶ εἰ οἷόν τε τοῦτο εἰπεῖν, μηδὲ ἄλλο τι ἢ τοῦτο πρακτέον. Κἀγὼ τῶν ἐπαινούντων εἰμὶ τὸν λόγον, ὃς μελετᾷν ἡμέρας καὶ νυκτὸς διακελεύεται, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγεῖσθαι, καὶ εὐλογεῖν τὸν Κύριον ἐν παντὶ καιρῷ· εἰ δεῖ καὶ τὸ Μωϋσέως εἰπεῖν, κοιταζόμενον, διανιστάμενον, ὁδοιποροῦντα, ὅ τι οὖν ἄλλο πράττοντα, καὶ τῇ μνήμῃ τυποῦσθαι πρὸς καθαρότητα. Ὥστε οὐ τὸ μεμνῆσθαι διηνεκῶς κωλύω, τὸ θεολογεῖν δέ· οὐδὲ τὴν θεολογίαν, ὥσπερ ἀσεβὲς, ἀλλὰ τὴν ἀκαιρίαν· οὐδὲ τὴν διδασκαλίαν, ἀλλὰ τὴν ἀμετρίαν. Η μέλιτος μὲν πλησμονὴ καὶ κόρος ἐμετὸν ἐργάζεται, καίπερ ὄντος μέλιτος, καὶ καιρὸς τῷ παντὶ πράγματι, ὡς Σολομῶντι κἀμοὶ δοκεῖ, καὶ τὸ καλὸν οὐ καλὸν, ὅταν μὴ καλῶς γίνηται (ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον, καὶ γυναιξὶ κόσμος ἀνδρεῖος, ἢ γυναικεῖος ἀνδράσι, καὶ πένθει γεωμετρία, καὶ πότῳ δάκρυον), ἐνταῦθα δὲ μόνον τὸν καιρὸν ἀτιμάσομεν, οὗ μάλιστα τιμητέον τὸ εὔκαιρον;
IV. And I do not say this, that one ought not at all times to remember God; let not those who are facile and hasty in all things again fasten upon us. For one ought to remember God more than one ought to breathe; and if it is possible to say this, one ought to do nothing else at all than this. And I too am one of those who praise the word that bids us meditate day and night, and tell of it evening and morning and at noon, and bless the Lord at all times; if one must also cite the word of Moses, when lying down, when rising up, when walking by the way, when doing anything else whatsoever, and by remembrance to be moulded towards purity. So that it is not the continual remembering that I forbid, but the theologizing; nor even theology itself, as though impious, but unseasonableness; nor teaching, but lack of measure. Or do surfeit and satiety of honey produce vomiting, even though it is honey, and is there a season for every matter, as seems good to Solomon and to me, and is the good not good when it is not done well (just as a flower in winter is altogether unseasonable, and manly attire for women, or womanly for men, and geometry in mourning, and a tear at a drinking-party), yet here alone shall we dishonour the proper season, where seasonableness is most of all to be honoured?
Notes, col. 16

On the reading

Printed Η, for Ἢ.

Printed ἐμετὸν, for ἔμετον.

PG 36:17Read from the page
Εʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοί· ἀδελφοὺς γὰρ ὑμᾶς ἔτι καλῶ, καίπερ οὐκ ἀδελφικῶς ἔχοντας· μὴ οὕτω διανοώμεθα, μηδὲ καθάπερ ἵπποι οἱ θερμοὶ καὶ δυσκάθεκτοι, τὸν ἐπιβάτην λογισμὸν ἀποῤῥίψαντες, καὶ τὴν καλῶς ἄγχουσαν εὐλάβειαν ἀποπτύσαντες, πόῤῥω τῆς νύσσης θέωμεν· ἀλλ' εἴσω τῶν ἡμετέρων ὅρων φιλοσοφῶμεν, καὶ μὴ εἰς Αἴγυπτον ἐκφερώμεθα, μηδὲ εἰς Ἀσσυρίους κατασυρώμεθα, μηδὲ ᾄδωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας, πάσης ἀκοῆς λέγω, ξένης τε καὶ ἡμετέρας, ἐχθρᾶς καὶ φιλίας, εὐγνώμονος καὶ ἀγνώμονος, ἣ λίαν ἐπιμελῶς τηρεῖ τὰ ἡμέτερα, καὶ βούλοιτο ἂν τὸν σπινθῆρα τῶν ἐν ἡμῖν κακῶν γενέσθαι φλόγα, ἐξάπτει τε καὶ ἀναῤῥιπίζει, καὶ εἰς οὐρανὸν αἴρει ταῖς παρ' ἑαυτῆς αὔραις λανθάνουσα, καὶ ποιεῖ τῆς Βαβυλωνίας φλογὸς τὰ κύκλῳ καταφλεγούσης ὑψηλοτέραν. Ἐπειδὴ γὰρ οὐκ ἐν τοῖς ἑαυτῶν δόγμασιν ἔχουσι τὴν ἰσχὺν, ἐν τοῖς ἡμετέροις σαθροῖς ταύτην θηρεύουσι, καὶ διὰ τοῦτο, ὥσπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω τοῖς ἡμετέροις ἐπιτίθενται, εἴτε ἀτυχήμασι χρὴ λέγειν, εἴτε ἁμαρτήμασιν. Ἀλλ' ἡμεῖς γε μὴ ἐπὶ πλεῖον ἡμᾶς αὐτοὺς ἀγνοήσωμεν, μηδὲ τὸ περὶ ταῦτα κόσμιον ἀτιμάσωμεν· ἀλλ' εἰ μὴ τὴν ἔχθραν καταλύσασθαι δυνατὸν, ἐκεῖνό γε συμβῶμεν ἀλλήλοις, μυστικῶς τὰ μυστικὰ φθέγγεσθαι, καὶ ἁγίως τὰ ἅγια, καὶ μὴ ῥίπτειν εἰς βεβήλους ἀκοὰς τὰ μὴ ἔκφορα, μηδὲ σεμνοτέρους ἡμῶν ἀποφαίνωμεν τοὺς προσκυνοῦντας τοῖς δαιμονίοις, καὶ τῶν αἰσχρῶν μύθων καὶ πραγμάτων θεραπευτὰς, οἳ θᾶττον ἂν τοῦ αἵματος, ἢ λόγων ἔστιν ὧν μεταδοῖεν τοῖς ἀμυήτοις· ἀλλ' εἰδῶμεν, ὥσπερ ἐσθῆτος, καὶ διαίτης, καὶ γέλωτος, καὶ βαδίσματος οὖσάν τινα κοσμιότητα, οὕτω καὶ λόγου καὶ σιωπῆς, ὅτι καὶ Λόγον πρεσβεύομεν μετὰ τῶν ἄλλων τοῦ Θεοῦ προσηγοριῶν, καὶ δυνάμεων· ἔστω καὶ τὸ φιλόνεικον ἡμῶν ἔννομον.
V. By no means, O friends and brethren—for I still call you brethren, even though you are not brotherly disposed—let us not be so minded, nor, like hot and ungovernable horses, having cast off the rider, reason, and having spat out reverence that nobly curbs us, let us run far beyond the turning-post; but let us philosophize within our own bounds, and let us not be carried away into Egypt, nor be dragged down to the Assyrians, nor sing the Lord's song in a strange land, I mean before every ear, both foreign and our own, hostile and friendly, kindly and unkindly, which watches our affairs very narrowly, and would wish the spark of the evils among us to become a flame, and kindles and fans it, and raises it to heaven unobserved by the breezes from itself, and makes it higher than the Babylonian flame that burned up the things round about. For since they do not have strength in their own dogmas, they hunt for it in our weak points, and on this account, just like flies upon wounds, so they set upon our—whether one must call them misfortunes or sins. But let us at least not be ignorant of ourselves any longer, nor dishonour decency in these matters; but if it is not possible to put an end to enmity, on that point at least let us agree with one another, to utter mystical things mystically, and holy things holily, and not to cast before profane ears things not to be divulged, nor let us show those who worship demons, and the servants of shameful myths and deeds, to be more reverent than ourselves, for they would sooner impart of their blood to the uninitiated than of certain words; but let us know that, just as there is a certain seemliness of dress, and of diet, and of laughter, and of gait, so also is there of speech and of silence, since we also venerate the Word among the other titles and powers of God; let even our contentiousness be lawful.
Ϛʹ. Τί γέννησιν ἀκούει Θεοῦ καὶ κτίσιν, καὶ Θεὸν ἐξ οὐκ ὄντων, καὶ τομὴν, καὶ διαίρεσιν, καὶ ἀνάλυσιν, ὁ πικρὸς τῶν λεγομένων ἀκροατής; Τί δικαστὰς τοὺς κατηγόρους καθίζομεν; Τί τὰ ξίφη τοῖς ἐχθροῖς ἐγχειρίζομεν; Πῶς, οἴει, δέξεται τὸν περὶ τούτων λόγον, ἢ μεθ' οἵας τῆς διανοίας, ὁ τὰς
VI. Why does the bitter hearer of what is said hear of a generation of God and a creation, and a God out of things that are not, and cutting, and division, and dissolution? Why do we seat our accusers as judges? Why do we put swords into the hands of our enemies? How, think you, or with what sort of mind, will he receive the discourse concerning these things, who
PG 36:20Read from the page
μοιχείας ἐπαινῶν καὶ τὰς παιδοφθορίας, καὶ προσκυνῶν τὰ πάθη, καὶ μηδὲν ὑπὲρ τὸ σῶμα διανοηθῆναι δυνάμενος, ὁ χθὲς καὶ πρώην ἑαυτῷ στήσας θεοὺς, καὶ τούτους ἐπὶ τοῖς αἰσχίστοις γνωριζομένους; Οὐχ ὑλικῶς; Οὐκ αἰσχρῶς; Οὐκ ἀμαθῶς; Οὐχ ὡς εἴωθεν; Οὐ συνήγορον τῶν οἰκείων θεῶν καὶ παθῶν τὴν σὴν θεολογίαν ποιήσεται; Εἰ γὰρ αὐτοὶ ταῖς φωναῖς ταύταις ἐπηρεάζομεν, σχολῇ γ' ἂν ἐκείνους πείσαιμεν φιλοσοφεῖν ἐν τοῖς ἡμετέροις· καὶ εἰ παρ' ἑαυτῶν εἰσιν ἐφευρεταὶ κακῶν, ποτὲ ἂν τῶν διδομένων ἀπόσχοιντο. Ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος· ταῦτα οἱ πλεῖον ὑπὲρ τοῦ Λόγου μαχόμενοι, ἢ ὅσον ἀρέσκει τῷ Λόγῳ, καὶ ταυτὸν πάσχοντες τοῖς μαινομένοις, οἳ τοὺς ἰδίους οἴκους ἀνάπτουσιν, ἢ τοὺς παῖδας σπαράττουσιν, ἢ τοὺς γονέας περιωθοῦσιν, ὡς ἀλλοτρίους νομίζοντες.
praises adulteries and the corruptions of boys, and worships the passions, and is able to conceive nothing beyond the body, who yesterday and the day before set up gods for himself, and those known for the most shameful deeds? Will it not be materially? Will it not be shamefully? Will it not be ignorantly? Will it not be as he is accustomed? Will he not make your theology an advocate for his own gods and passions? For if we ourselves act insolently with these expressions, hardly indeed should we persuade them to philosophize in our doctrines; and if of themselves they are inventors of evils, when would they ever abstain from the things offered to them? These things does our war against one another bring us; these things do those bring who fight for the Word more than is pleasing to the Word, and who suffer the very same thing as madmen, who set fire to their own houses, or tear their children to pieces, or thrust away their parents, accounting them as strangers.
Ζʹ. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τοῦ λόγου τὸ ἀλλότριον, καὶ εἰς τὴν ἀγέλην τῶν χοίρων ἀπεπεμψάμεθα τὸν πολὺν λεγεῶνα κατὰ βυθῶν χωρήσαντα, ὃ δεύτερόν ἐστι, πρὸς ἡμᾶς αὐτοὺς ἴδωμεν, καὶ ⟨ξέ⟩σωμεν εἰς κάλλος, ὥσπερ ἀνδριάντα, τὸν θεολόγον. Ἐκεῖνο δὲ πρῶτον λογισώμεθα, τίς ἡ τοσαύτη περὶ τὸν λόγον φιλοτιμία, καὶ γλωσσαλγία; Τίς ἡ καινὴ νόσος αὕτη καὶ ἀπληστία; Τί τὰς χεῖρας δήσαντες, τὰς γλώσσας ὡπλίσαμεν; Οὐ φιλοξενίαν ἐπαινοῦμεν; Οὐ φιλαδελφίαν, οὐ φιλανδρίαν, οὐ παρθενίαν, οὐ πτωχοτροφίαν θαυμάζομεν; Οὐ ψαλμῳδίαν, οὐ πάννυχον στάσιν, οὐ δάκρυον; Οὐ τὸ σῶμα νηστείαις ὑποπιέζομεν; Οὐ δι' εὐχῆς πρὸς Θεὸν ἐκδημοῦμεν; Οὐ τῷ κρείττονι τὸ χεῖρον ὑποζεύγνυμεν, τὸν χοῦν λέγω τῷ πνεύματι, ὡς ἂν οἱ τῷ κράματι δικαίως δικάζοντες; Οὐ μελέτην θανάτου τὸν βίον ποιούμεθα; Οὐ τῶν παθῶν δεσπόται καθιστάμεθα, μεμνημένοι τῆς ἄνωθεν εὐγενείας; Οὐ θυμὸν τιθασσεύομεν ἐξοιδοῦντα καὶ ἀγριαίνοντα; Οὐκ ἔπαρσιν καταβάλλουσαν, οὐ λύπην ἀλόγιστον, οὐχ ἡδονὴν ἀπαίδευτον, οὐ γέλωτα πορνικὸν, οὐκ ὄψιν ἄτακτον, οὐκ ἀκοὴν ἄπληστον, οὐ λόγον ἄμετρον, οὐ διάνοιαν ἔκτοπον, οὐχ ὅσα παρ' ἡμῶν ὁ Πονηρὸς καθ' ἡμῶν λαμβάνει, τὸν διὰ τῶν θυρίδων, ὡς ἡ Γραφή φησιν, εἴτουν αἰσθητηρίων, εἰσάγων θάνατον; Πᾶν μὲν οὖν τοὐναντίον, καὶ τοῖς ἄλλων πάθεσιν ἐλευθερίαν δεδώκαμεν, ὥσπερ οἱ βασιλεῖς τὰς ἐπινικίους ἀφέσεις, μόνον ἂν πρὸς ἡμᾶς νεύσωσι, καὶ κατὰ Θεοῦ φέρωνται θρασύτε-
VII. But since we have cleared away from our discourse what is foreign to it, and have sent away into the herd of swine the great legion that went down into the depths, let us look to ourselves, which is the second point, and let us polish into beauty, like a statue, the theologian. But let us reckon this first: what is this so great rivalry and itch of tongue concerning discourse? What is this new disease and insatiableness? Why, having bound our hands, have we armed our tongues? Do we not praise hospitality? Do we not admire brotherly love, love of husband, virginity, the feeding of the poor? Psalmody, all-night standing, tears? Do we not press down the body with fastings? Do we not journey abroad to God through prayer? Do we not subjugate the worse to the better—I mean the dust to the spirit—as those who judge justly concerning the mixture? Do we not make life a meditation of death? Do we not become masters of the passions, mindful of our nobility from above? Do we not tame anger when it swells and grows savage? Do we not tame pride that casts down, unreasonable grief, undisciplined pleasure, whorish laughter, disorderly sight, insatiable hearing, unmeasured speech, outlandish thought, and all the things that the Evil One takes from us against us, bringing in death through the windows, as the Scripture says, that is to say, through the organs of sense? Nay, quite the contrary, we have even given liberty to the passions of others, just as kings grant discharges after victory, if only they incline towards us, and rush against God more audaciously
PG 36:21Read from the page
ρον, ἢ ἀσεβεστερον· καὶ κακὸν οὐ καλοῦ πράγματος μισθὸν ἀντιδίδομεν, τῆς ἀσεβείας τὴν παῤῥησίαν.
or more impiously; and we give in return an evil reward for a thing not good, namely licence for impiety.
Ηʹ. Καίτοιγε, ὦ διαλεκτικὲ καὶ λάλε, ἐρωτήσω σέ τι μικρόν· σὺ δὲ ἀπόκριναι, φησὶ τῷ Ἰὼβ ὁ διὰ λαίλαπος καὶ νεφῶν χρηματίζων. Πότερον πολλαὶ μοναὶ παρὰ τῷ Θεῷ, ὅπερ ἀκούεις, ἢ μία; Πολλαὶ, δώσεις δηλαδὴ, καὶ οὐ μία. Πότερον δὲ πληρωθῆναι δεῖ πάσας, ἢ τὰς μὲν, τὰς δὲ οὔ, ὡς εἶναι κενὰς, καὶ μάτην ἡτοιμασμένας; Ναὶ πάσας· οὐδὲν γὰρ εἰκῆ τῶν παρὰ Θεοῦ γενομένων. Ταύτην δὲ, ὅ τί ποτε θήσεις τὴν μονὴν, ἔχοις ἂν εἰπεῖν; Ἆρα τὴν ἐκεῖθεν ἀνάπαυσίν τε καὶ δόξαν τὴν ἀποκειμένην τοῖς μακαρίοις, ἢ ἄλλο τι; Οὐκ ἄλλο τι, ἢ τοῦτο. Ἐπειδὴ τοῦθ' ὡμολογήσαμεν, κἀκεῖνο προσεξετάσωμεν· Ἔστι τι τὸ ταύτας προξενοῦν τὰς μονὰς, ὡς ὁ ἐμὸς λόγος, ἢ οὐδέν; Ἔστι πάντως. Τί τοῦτο; Τὸ διαφόρους εἶναι πολιτείας καὶ προαιρέσεις, καὶ ἄλλην ἀλλαχοῦ φέρειν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ὅπερ καὶ ὁδοὺς ὀνομάζομεν. Πάσας οὖν ὁδευτέον, ἤ τινας τῶν ὁδῶν τούτων; Εἰ μὲν οἷόν τε τὸν αὐτὸν, πάσας· εἰ δὲ μὴ, ὅτι πλείστας· εἰ δὲ μὴ, τινάς· εἰ δὲ μηδὲ τοῦτο, μέγα κἂν εἰ μίαν διαφερόντως, ὥς γέ μοι φαίνεται. Ὀρθῶς τοῦτο ὑπολαμβάνεις. Τί οὖν; Ὅταν ἀκούσῃς μίαν ὁδὸν εἶναι, καὶ ταύτην στενὴν, τί σοι φαίνεται δηλοῦν ὁ λόγος; Μίαν μὲν, διὰ τὴν ἀρετήν· μία γὰρ, κἂν εἰς πολλὰ σχίζηται· στενὴν δὲ, διὰ τοὺς ἱδρῶτας, καὶ τὸ μὴ πολλοῖς εἶναι βατὴν, ὡς πρὸς τὸ πλῆθος τῶν ἐναντίων, καὶ ὅσοι διὰ τῆς κακίας ὁδεύουσιν. Οὕτω κἀμοὶ δοκεῖ. Τί οὖν, ὦ βέλτιστε, εἴπερ τοῦτο οὕτως ἔχει, ὥσπερ τινὰ πενίαν, καταγνῶντες τοῦ ἡμετέρου λόγου, πάσας τὰς ἄλλας ὁδοὺς ἀφέντες, πρὸς μίαν ταύτην φέρεσθε καὶ ὠθεῖσθε τὴν διὰ λόγου καὶ θεωρίας, ὡς αὐτοὶ οἴεσθε, ὡς δὲ ἐγώ φημι, ἀδολεσχίας καὶ τερατείας; Ἐπιτιμάτω Παῦλος ὑμῖν, τοῦτο πικρῶς ὀνειδίζων μετὰ τὴν ἀπαρίθμησιν τῶν χαρισμάτων, ἐν οἷς φησιν· Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; καὶ τὰ ἑξῆς.
VIII. And yet, O dialectician and talker, I will ask you a small question; and do you answer me, says He Who speaks to Job through whirlwind and clouds. Are there many mansions with God, as you hear, or one? Many, you will grant, plainly, and not one. And must all of them be filled, or some indeed, and others not, so that they are empty, and prepared in vain? Yes, all; for nothing of the things done by God is in vain. And could you say what you will set this mansion down to be? Is it the rest and glory yonder laid up for the blessed, or something else? Nothing else than this. Since we have agreed on this, let us examine that point as well: Is there anything that procures these mansions, as my argument holds, or nothing? There certainly is. What is this? That there are different ways of life and choices, and that one leads one way and another another according to the proportion of faith, which we also call ways. Must we then travel all, or some of these ways? If it is possible for the same man, all; if not, as many as possible; if not, some; and if not even this, it is a great thing even if one travels one pre-eminently, as at least it seems to me. You suppose this rightly. What then? When you hear that there is one way, and that a narrow one, what does the word seem to you to signify? One, indeed, on account of virtue; for it is one, even if it is split into many; and narrow, on account of the sweats, and its not being passable to many, in comparison with the multitude of the adversaries, and all who travel through wickedness. So it seems to me also. Why then, O best of men, if indeed this is so, condemning our doctrine for a sort of poverty, and leaving all the other ways, do you rush and push yourselves towards this one way alone, that through discourse and contemplation, as you yourselves think, but as I say, through prating and marvel-mongering? Let Paul rebuke you, bitterly reproaching this after the enumeration of the gifts of grace, wherein he says: Are all apostles? Are all prophets? and what follows.
Θʹ. Ἔστω δὲ, ὑψηλὸς, σὺ, καὶ ὑψηλῶν πέρα, καὶ ὑπὲρ τὰς νεφέλας εἰ βούλει, ὁ τῶν ἀθεάτων θεατὴς,
IX. Be it so, then: you are lofty, and beyond the lofty, and above the clouds if you will, the beholder of things unseen,
Notes, col. 21

On the reading

Printed ἀσεβεστερον, for ἀσεβέστερον.

PG 36:24Read from the page
ὁ των ἀῤῥήτων ἀκροατὴς, ὁ μετα Ἠλίαν μετάρσιος, καὶ ὁ μετὰ Μωϋσέα θεοφανείας ἠξιωμένος, καὶ μετὰ Παῦλον οὐράνιος· τί καὶ τοὺς ἄλλους αὐθημερὸν πλάττεις ἁγίους, καὶ χειροτονεῖς θεολόγους, καὶ οἷον ἐμπνεῖς τὴν παίδευσιν, καὶ πεποίηκας λογίων ἀμαθῶν πολλὰ συνέδρια; Τί τοῖς ἀραχνείοις ὑφάσμασι ἐνδεσμεῖς τοὺς ἀσθενεστέρους, ὡς δή τι σοφὸν καὶ μέγα; Τί σφηκίας ἐγείρεις κατὰ τῆς πίστεως; Τί σχεδιάζεις ἡμῖν διαλεκτικῶν ἀνάδοσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; Τί τῶν ἀνδρῶν ὅσον κοῦφον, καὶ ἄνανδρον, ὥσπερ τινὰ συρφετὸν, εἰς μίαν χαράδραν συναγαγὼν, καὶ κολακείᾳ πλέον θηλύνας, καινὸν ἐργαστήριον ἐδημιούργησας, οὐκ ἀσόφως τὴν ἄνοιαν αὐτῶν ἐκκαρπούμενος, Ἀντιλέγεις καὶ τούτοις; καὶ οὐδαμοῦ σοι τἆλλα; καὶ τὴν γλῶσσαν δεῖ δυναστεύειν πάντως, καὶ οὐ κατέχεις τὴν ὠδῖνα τοῦ λόγου; ἔχεις καὶ ἄλλας ὑποθέσεις πολλάς τε καὶ φιλοτίμους· ἐκεῖ τρέψον μετὰ τοῦ χρησίμου τὴν νόσον.
the hearer of things unspeakable, he who after Elijah is raised on high, and after Moses has been counted worthy of a manifestation of God, and after Paul is heavenly: why do you also fashion others into saints in a single day, and ordain them theologians, and as it were breathe instruction into them, and why have you made many councils of unlearned learned men? Why do you entangle the weaker in cobweb weavings, as though it were something wise and great? Why do you stir up wasps' nests against the faith? Why do you improvise for us a springing up of dialecticians, just as the myths of old did the giants? Why, having gathered together into one gully all that is light and unmanly among men, like a sort of sweepings, and having made them yet more effeminate by flattery, have you fashioned a new workshop, not unwisely reaping the fruit of their folly? Do you gainsay these things also? And are all other things nowhere with you? And must the tongue by all means bear rule, and do you not restrain the travail of speech? You have many other subjects, too, and ambitious ones; turn your disease thither with profit.
Ιʹ. Βάλλε μοι Πυθαγόρου την σιωπὴν, καὶ τοὺς κυάμους τοὺς Ὀρφικοὺς, καὶ τὴν περὶ τὸ, Αὐτὸς ἔφα, καινοτέραν ἀλαζονείαν. Βάλλε μοι Πλάτωνος τὰς ἰδέας, καὶ τὰς μετενσωματώσεις, καὶ περιόδους τῶν ἡμετέρων ψυχῶν, καὶ τὰς ἀναμνήσεις, καὶ τοὺς οὐ καλοὺς διὰ τῶν καλῶν σωμάτων ἐπὶ ψυχὴν ἔρωτας. Ἐπικούρου τὴν ἀθεΐαν, καὶ τὰς ἀτόμους, καὶ τὴν ἀφιλόσοφον ἡδονήν· Ἀριστοτέλους τὴν μικρολόγον Πρόνοιαν, καὶ τὸ ἔντεχνον, καὶ τοὺς θνητοὺς περὶ ψυχῆς λόγους, καὶ τὸ ἀνθρωπικὸν τῶν δογμάτων· τῆς Στοᾶς τὴν ὀφρὺν, τῶν Κυνῶν τὸ λίχνον τε καὶ ἀγοραῖον. Βάλλε μοι τὸ κενὸν, τὸ πλῆρες τῶν ληρημάτων, ὅσα περὶ θεῶν ἢ θυσιῶν, περὶ εἰδώλων, περὶ δαιμόνων ἀγαθοποιῶν τε καὶ
X. Strike down for me the silence of Pythagoras, and the Orphic beans, and the more novel boastfulness concerning the phrase, He himself said it. Strike down for me the ideas of Plato, and the transmigrations into bodies, and the circuits of our souls, and the recollections, and the unlovely loves towards the soul through lovely bodies; the atheism of Epicurus, and the atoms, and the unphilosophical pleasure; the petty Providence of Aristotle, and his artfulness, and his mortal discourses concerning the soul, and the human character of his dogmas; the superciliousness of the Porch; the greediness and coarseness of the Cynics. Strike down for me the void, the fullness of their drivellings, all the things concerning gods or sacrifices, concerning idols, concerning beneficent demons and
Notes, col. 24

On the reading

Printed των, for τῶν.

Printed μετα, for μετὰ.

Printed την, for τὴν.

PG 36:25Read from the page
κακοποιῶν, ὅσα περὶ μαντείας, θεαγωγίας, ψυχαγωγίας, ἄστρων δυνάμεως, τερατεύονται. Εἰ δὲ σὺ ταῦτα μὲν ἀπαξιοῖς λόγου, ὡς μικρά τε καὶ πολλάκις ἐληλεγμένα, περὶ δὲ τὰ σὰ στρέφῃ, καὶ ζητεῖς τὸ ἐν τούτοις φιλότιμον· ἐγώ σοι κἀνταῦθα παρέξομαι πλατείας ὁδούς. Φιλοσόφει μοι περὶ κόσμου ἢ κόσμων, περὶ ὕλης, περὶ ψυχῆς, περὶ λογικῶν φύσεων βελτιόνων τε καὶ χειρόνων, περὶ ἀναστάσεως, κρίσεως, ἀνταποδόσεως, Χριστοῦ παθημάτων. Ἐν τούτοις γὰρ καὶ τὸ ἐπιτυγχάνειν οὐκ ἄχρηστον, καὶ τὸ διαμαρτάνειν ἀκίνδυνον. Θεῷ δὲ ἐντευξόμεθα, νῦν μὲν ὀλίγα, μικρὸν δὲ ὕστερον ἴσως τελεώτερον, ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
maleficent ones, and all the marvels they tell concerning divination, the evoking of gods, the evoking of souls, and the power of the stars. But if you disdain to speak of these things, as paltry and oftentimes refuted, and turn yourself about your own matters, and seek ambition in these: I will provide you here also with broad ways. Philosophize for me concerning the world or worlds, concerning matter, concerning the soul, concerning rational natures both better and worse, concerning resurrection, judgement, retribution, and the sufferings of Christ. For in these matters even to hit the mark is not unprofitable, and to miss the mark is free from danger. And with God we shall converse, now indeed a little, and a little later perhaps more perfectly, in Christ Jesus our Lord Himself, to Whom be the glory unto the ages. Amen.
ΛΟΓΟΣ ΚΗʹ.
ORATION XXVIII.
ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ.
SECOND THEOLOGICAL ORATION.
Περὶ θεολογίας.
On Theology.
Αʹ. Ἐπειδὴ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεολόγον, οἷόν τε εἶναι χρὴ διελθόντες, καὶ οἷστισι φιλοσοφητέον, καὶ ἡνίκα, καὶ ὅσον· ὅτι ὡς οἷόν τε καθαρὸν, ἵνα φωτὶ καταλαμβάνηται φῶς· καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονος ᾖ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος· καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μὴ, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι· καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα. Ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ' ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῇ Γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες· φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν· μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν
I. Since we have cleansed the theologian by our discourse, having gone through both what sort of man he ought to be, and before whom he must philosophize, and when, and to what extent—namely, that he must be as pure as possible, so that light may be apprehended by light; and before the more studious, lest the word, falling upon barren ground, be barren; and when we have calm within from outward whirling, so as not, like frantic men, to be cut short in breath; and so far as we have attained, or are attaining—since these things are so, and we have broken up for ourselves divine fallow ground, so as not to sow among thorns, and have levelled the face of the earth, both having been moulded by the Scripture and having moulded others: come, let us now approach the discourses of theology, setting at the head of our discourse the Father, and the Son, and the Holy Spirit, concerning Whom is the discourse, so that the First may be well-pleased, the Second may work with us, and the Third may breathe upon us; or rather, that from the one Godhead there may come one