Migne Reading Room

PG 36 · cols. 28–37 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:28Read from the page
ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρετῶς, ὃ καὶ παράδοξον.
an illumination singularly divided, and divisibly conjoined, which is indeed a paradox.
Βʹ. Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ Θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει Θεός)· εἰ μέν τις Ἀαρὼν, συνανίτω, καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. Εἰ δέ τις Ναδὰβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μὲν, ἀλλὰ στηκέτω πόῤῥωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. Εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντη, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. Εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν, καὶ ἀνήμερον, καὶ ἀνεπίδεκτον πάντη λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοήθως, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις· ἀλλ' ἔτι πόῤῥωθεν στηκέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους· ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν, οἱ ἀληθεῖς λόγοι καὶ στεῤῥοί. Εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν· εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος, καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροὶ, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. Βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος, οὕτω πλαξὶ στεῤῥαῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου, καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς
II. And as I go up eagerly onto the mountain—or, to speak more truly, both eager at once and anxious, the one through hope, and the other through weakness—that I may come within the cloud, and hold converse with God (for this God commands): if anyone is an Aaron, let him come up with me, and let him stand near, even if he must remain outside the cloud, accepting this. And if anyone is a Nadab, or an Abihu, or of the elders, let him come up indeed, yet let him stand afar off, according to the worth of his purification. And if anyone is of the multitude and unworthy of such height and contemplation, if he is altogether impure, let him not approach at all, for it is not safe; but if he is purified at least for the time being, let him remain below, and let him hear only the voice and the trumpet, the bare words of piety; and let him behold the mountain smoking and flashing with lightning, both a threat at once and a wonder to those unable to go up. And if anyone is a wicked and savage beast, and altogether incapable of receiving words of contemplation and theology: let it not lurk in the woods maliciously and malignantly, that it may lay hold of some dogma or saying by leaping out suddenly, and tear sound words to pieces by its insults; but let it stand still further off, and withdraw from the mountain, or it shall be stoned, and crushed, and perish miserably as a miserable thing; for true and solid words are stones against beastly men. Whether it be a leopard, let it die together with its spots; or a ravening and roaring lion, seeking what food it may make of our souls or words; or a swine trampling under foot the fair and translucent pearls of the truth; or an Arabian and alien wolf, or even keener than these in its sophistries; or a fox, some deceitful and faithless soul, conforming itself now one way, now another to the times and needs, which dead and stinking corpses nourish, or little vineyards, when the great ones have escaped; or any other of the raw-flesh-eating creatures, rejected by the law, and not clean for food and enjoyment. For our discourse desires to withdraw from these, and so to be inscribed on solid and stone tablets, and on both sides of these, because of both what is manifest of the law, and what is hidden: the one for the multitude
PG 36:29Read from the page
καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν.
and those who remain below, and the other for the few and those who attain above.
Γʹ. Τί τοῦτο ἔπαθον, ὦ φίλοι, καὶ μύσται, καὶ τῆς ἀληθείας συνερασταί; Ἔτρεχον μὲν, ὡς Θεὸν καταληψόμενος, καὶ οὕτως ἀνῆλθον ἐπὶ τὸ ὄρος, καὶ τὴν νεφέλην διέσχον, εἴσω γενόμενος ἀπὸ τῆς ὕλης καὶ τῶν ὑλικῶν, καὶ εἰς ἐμαυτὸν, ὡς οἷόν τε, συστραφείς. Ἐπεὶ δὲ προσέβλεψα, μόλις εἶδον Θεοῦ τὰ ὀπίσθια· καὶ τοῦτο, τῇ πέτρᾳ σκεπασθεὶς, τῷ σαρκωθέντι δι' ἡμᾶς Λόγῳ. Καὶ μικρὸν διακύψας, οὐ τὴν πρώτην τε καὶ ἀκήρατον φύσιν, καὶ ἑαυτῇ, λέγω δὴ τῇ Τριάδι, γινωσκομένην, καὶ ὅση τοῦ πρώτου καταπετάσματος εἴσω μένει, καὶ ὑπὸ τῶν χερουβὶμ συγκαλύπτεται, ἀλλ' ὅση τελευταία καὶ εἰς ἡμᾶς φθάνουσα. Ἡ δέ ἐστιν, ὅσα ἐμὲ γινώσκειν, ἡ ἐν τοῖς κτίσμασι, καὶ τοῖς ὑπ' αὐτοῦ προβεβλημένοις καὶ διοικουμένοις μεγαλειότης, ἢ, ὡς ὁ θεῖος Δαβὶδ ὀνομάζει, μεγαλοπρέπεια. Ταῦτα γὰρ Θεοῦ τὰ ὀπίσθια, ὅσα μετ' ἐκεῖνον ἐκείνου γνωρίσματα, ὥσπερ αἱ καθ' ὑδάτων ἡλίου σκιαὶ καὶ εἰκόνες ταῖς σαθραῖς ὄψεσι παραδεικνῦσαι τὸν ἥλιον, ἐπεὶ μὴ αὐτὸν προσβλέπειν οἷόν τε, τῷ ἀκραιφνεῖ τοῦ φωτὸς νικῶντα τὴν αἴσθησιν. Οὕτως οὖν θεολογήσεις, κἂν ᾖς Μωσῆς, καὶ Φαραὼ Θεὸς, κἂν μέχρι τρίτου, κατὰ τὸν Παῦλον, οὐρανοῦ φθάσῃς καὶ ἀκούσῃς ἄῤῥητα ῥήματα· κἂν ὑπὲρ ἐκείνους γένῃ, ἀγγελικης τινος ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως ἠξιωμένος. Κἂν γὰρ οὐράνιον ἅπαν, κἂν ὑπερουράνιόν τι, καὶ πολὺ τὴν φύσιν ὑψηλότερον ἡμῶν ᾖ, καὶ ἐγγυτέρω Θεοῦ, πλέον ἀπέχει Θεοῦ καὶ τῆς τελείας καταλήψεως, ἢ ὅσον ἡμῶν ὑπεραίρει τοῦ συνθέτου, καὶ ταπεινοῦ, καὶ κάτω βρίθοντος κράματος.
III. What has happened to me, O friends, and initiates, and fellow lovers of the truth? I was running indeed, as though to grasp God, and thus I went up onto the mountain, and parted the cloud, having come within, away from matter and material things, and having collected myself into myself so far as is possible. Yet when I looked, I scarcely saw the back parts of God; and this, while sheltered by the rock, the Word made flesh for our sake. And having peered out a little, I saw not the first and unalloyed nature, known both to itself—I mean to the Trinity—and as much as abides within the first veil, and is covered by the cherubim, but as much as is last and reaches unto us. And this is, so far as I know, the majesty in created things, and in the things brought forth and governed by Him, or, as the divine David names it, magnificence. For these are the back parts of God, as many tokens of Him as come after Him, just as the shadows and images of the sun upon the waters display the sun to weak eyes, since it is not possible to look upon it itself, overcoming perception as it does by the pureness of its light. Thus therefore shalt thou theologize, even if thou be a Moses, and a God to Pharaoh, even if thou reach unto the third heaven, according to Paul, and hear unutterable words; even if thou come to be above them, counted worthy of some angelic or archangelic station and rank. For even if a thing be altogether heavenly, and even if it be something supercelestial, and far higher in nature than we, and nearer to God, it is further distant from God and from complete comprehension than the degree by which it surpasses our compound, and lowly, and downward-weighing mixture.
Δʹ. Ἀρχτέον οὖν οὕτω πάλιν· Θεὸν νοῆσαι μὲν, χαλεπόν· φράσαι δὲ, ἀδύνατον, ὥς τις τῶν παρ' Ἕλλησι θεολόγων ἐφιλοσόφησεν, οὐκ ἀτέχνως ἐμοὶ δοκεῖ, ἵνα καὶ κατειληφέναι δόξῃ τὸ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. Ἀλλὰ φράσαι μὲν, ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος· νοῆσαι δὲ, ἀδυνατώτερον. Τὸ μὲν γὰρ νοηθὲν, τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ' ἀμυδρῶς γε τῷ μὴ πάντη τὰ ὦτα διεφθαρμένῳ, καὶ νωθρῷ τὴν διά-
IV. We must begin again, then, in this way: to conceive God is difficult, but to express Him is impossible, as one of the theologians among the Greeks philosophized—not unskilfully, it seems to me, so that he might both seem to have comprehended Him in saying that it is difficult, and escape refutation through His being unutterable. Yet to express Him is impossible, as my argument holds, and to conceive Him is more impossible still. For what has been conceived, speech might perhaps set forth, if not adequately, yet faintly at least to one whose ears are not altogether corrupted, and sluggish in under-
Notes, col. 29

On the reading

Printed ἀγγελικης, for ἀγγελικῆς.

PG 36:32Read from the page
νοιαν. Τὸ δὲ τοσουτο πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν, πάντως ἀδύνατον καὶ ἀμήχανον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις, καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει, καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ, καὶ τὸ παχὺ τοῦτο σαρκίον, πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν· οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσιν· αἳ, διὰ τὸ πλησίον εἶναι Θεοῦ, καὶ ὅλῳ τῷ φωτὶ καταλάμπεσθαι, τυχὸν ἂν καὶ τρανοῖντο, εἰ καὶ μὴ πάντη, ἀλλ' ἡμῶν γε τελεώτερόν τε καὶ ἐκτυπώτερον, καὶ ἄλλων ἄλλαι πλεῖον ἢ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς τάξεως.
standing. But to comprehend so great a matter with the mind is altogether impossible and impracticable, not only for those who are sunk in sloth and incline downwards, but even for those who are very lofty and lovers of God, and likewise for every created nature, and those for whom this darkness and this thick fleshly frame stand in the way of the comprehension of the truth; and I do not know whether it is not so even for the higher and intellectual natures, which, because they are near to God and are illuminated with the whole light, might perhaps also have it made clear to them, if not altogether, yet more completely and more distinctly than we, and some more or less than others, in proportion to their rank.
Εʹ. Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω· τὸ δὲ ἡμέτερον, οὐχ ἡ εἰρήνη τοῦ Θεοῦ μόνον ὑπερέχει πάντα νοῦν καὶ κατάληψιν, οὐδὲ ὅσα τοῖς δικαίοις ἐστὶν ἐν ἐπαγγελίαις ἀποκείμενα, τὰ μήτε ὀφθαλμοῖς ὁρατὰ, μήτε ὠσὶν ἀκουστὰ, μήτε διανοίᾳ θεωρητὰ, κατὰ μικρὸν γοῦν, οὐδὲ ἡ τῆς κτίσεως ἀκριβὴς κατανόησις (καὶ γὰρ καὶ ταύτης πείσθητι τὰς σκιὰς ἔχειν μόνον, ὅταν ἀκούσῃς· Ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, καὶ τὸν ἐν αὐτοῖς πάγιον λόγον· ὡς οὐχὶ νῦν ὁρῶν, ὀψόμενος δὲ ἔστιν ὅτε)· ἀλλὰ πολὺ πρὸ τούτων, ἡ ὑπὲρ ταῦτα, καὶ ἐξ ἧς ταῦτα, φύσις ἄληπτός τε καὶ ἀπερίληπτος· λέγω δὲ, οὐχ ὅτι ἔστιν, ἀλλ' ἥ τίς ἐστιν. Οὐ γὰρ κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ ματαία ἡ πίστις ἡμῶν, οὐδὲ τοῦτό ἐστιν ὃ δογματίζομεν (μὴ πάλιν τὴν εὐγνωμοσύνην ἡμῶν ἀθεΐας λάβῃς ἀρχὴν καὶ συκοφαντίας, καὶ κατεπαρθῇς ὡς ὁμολογούντων τὴν ἄγνοιαν). Πλεῖστον γὰρ διαφέρει τοῦ εἶναί τι πεπεῖσθαι, τὸ τί ποτέ ἐστι τοῦτο εἰδέναι.
V. Let this, then, rest here; but as for our part, not only does the peace of God surpass all mind and comprehension, nor only the things laid up in promises for the righteous, which are neither visible to eyes, nor audible to ears, nor contemplable by the mind in even a small degree, nor the exact comprehension of creation (for of this too be persuaded that thou hast only the shadows, when thou hearest: I shall behold the heavens, the works of Thy fingers, the moon and the stars, and the fixed principle within them, as though not seeing them now, but about to see them at some time); but far before these, the nature that is above these, and from which these come, is ungraspable and incomprehensible—I mean, not that it is, but what it is. For our preaching is not vain, nor is our faith empty, nor is this what we teach as dogma (do not again take our candour as a starting-point for atheism and calumny, and be lifted up against us as confessing ignorance). For to be persuaded that something exists differs vastly from knowing what that thing is.
Ϛʹ. Τοῦ μὲν γὰρ εἶναι Θεὸν, καὶ τὴν πάντων ποιητικήν τε καὶ συνεκτικὴν αἰτίαν, καὶ ὄψις διδάσκαλος, καὶ ὁ φυσικὸς νόμος· ἡ μὲν τοῖς ὁρωμένοις προσβάλλουσα, καὶ πεπηγόσι καλῶς, καὶ ὁδεύουσι, καὶ ἀκινήτως, ἵνα οὕτως εἴπω, κινουμένοις καὶ φερομένοις· ὁ δὲ, διὰ τῶν ὁρωμένων καὶ τεταγμένων, τὸν ἀρχηγὸν τούτων συλλογιζόμενος. Πῶς γὰρ ἂν καὶ ὑπέστη τόδε τὸ πᾶν, ἢ συνέστη, μὴ Θεοῦ τὰ πάντα καὶ οὐσιώσαντος καὶ συνέχοντος; Οὐδὲ γὰρ κιθάραν τις ὁρῶν κάλλιστα ἠσκημένην, καὶ τὴν ταύτης εὐαρμοστίαν καὶ εὐταξίαν, ἢ τῆς κιθαρῳδίας αὐτῆς
VI. For that God exists, and is the creative and sustaining cause of all things, both sight is a teacher, and the natural law: the one lighting upon the things that are seen, which are well fixed, and journey on, and are moved and borne along immovably, so to speak; and the other, through the things that are seen and ordered, reasoning out the Author of these things. For how could this universe even have come into being, or held together, had not God both given substance to all things and sustained them? For neither will anyone who sees a cithara most beautifully wrought, and its harmony and good order, or who hears the cithara-playing itself,
Notes, col. 32

On the reading

Printed τοσουτο, for τοσοῦτο.

PG 36:33Read from the page
ἀκούων, ἄλλο τι ἢ τὸν τῆς κιθάρας δημιουργὸν, καὶ τὸν κιθαρῳδὸν ἐννοήσει, καὶ πρὸς αὐτὸν ἀναδραμεῖται τῇ διανοίᾳ, κἂν ἀγνοῶν τύχῃ ταῖς ὄψεσιν· οὕτω καὶ ἡμῖν τὸ ποιητικὸν δῆλον, καὶ τὸ κινοῦν, καὶ τηροῦν τὰ πεποιημένα, κἂν μὴ διανοίᾳ περιλαμβάνηται· καὶ λίαν ἀγνώμων, ὁ μὴ μέχρι τούτων προϊὼν ἑκουσίως, καὶ ταῖς φυσικαῖς ἑπόμενος ἀποδείξεσιν· ἀλλ' οὐδὲ τοῦτο εἶναι Θεὸν, ὅπερ ἐφαντάσθημεν, ἢ ἀνετυπωσάμεθα, ἢ λόγος ὑπέγραψεν. Εἰ δέ τις ἐν περινοίᾳ τούτου ποτὲ κἂν ἐπὶ ποσὸν ἐγένετο, τίς ἡ ἀπόδειξις; τίς οὕτως εἰς ἔσχατον σοφίας ἀφίκετο; τίς τοσούτου χαρίσματος ἠξιώθη ποτέ; τίς οὕτω τὸ στόμα τῆς διανοίας ἤνοιξε, καὶ εἵλκυσε Πνεῦμα, ἵνα τῷ τὰ πάντα ἐρευνῶντι καὶ γινώσκοντι, καὶ τὰ βάθη τοῦ Θεοῦ, Πνεύματι, Θεὸν καταλάβῃ, καὶ μηκέτι τοῦ πρόσω δέηται, τὸ ἔσχατον ὀρεκτὸν ἔχων ἤδη, καὶ εἰς ὃ πᾶσα σπεύδει καὶ πολιτεία τοῦ ὑψηλοῦ καί διάνοια;
call to mind anything else than the maker of the cithara and the cithara-player, and ascend to him in thought, even if he happen not to know him by sight; so also to us that which creates is evident, and that which moves and preserves the things that have been made, even if it be not comprehended by the mind; and very senseless is he who does not advance willingly at least thus far, following natural proofs; yet not even this is God, which we have imagined, or figured to ourselves, or which reason has sketched out. But if anyone ever came to be in comprehension of this even to some degree, what is the proof? Who ever arrived in this way at the utmost limit of wisdom? Who was ever counted worthy of so great a gift of grace? Who so opened the mouth of his mind, and drew in the Spirit, that by the Spirit that searches and knows all things, even the depths of God, he might apprehend God, and no longer have need of anything further, possessing already the ultimate object of desire, and that towards which all the way of life and thought of the lofty man hastens?
Ζʹ. Τί γάρ ποτε ὑπολήψῃ τὸ Θεῖον, εἴπερ ὅλαις ταῖς λογικαῖς πιστεύεις ἐφόδοις; ἢ πρὸς τί σε ὁ λόγος ἀνάξει βασανιζόμενος, ὦ φιλοσοφώτατε σὺ, καὶ θεολογικώτατε, καὶ καυχώμενε εἰς τὰ ἄμετρα; Πότερον σῶμα; καὶ πῶς τὸ ἄπειρον, καὶ ἀόριστον, καὶ ἀσχημάτιστον, καὶ ἀναφὲς, καὶ ἀόρατον; ἢ καὶ ταῦτα σώματα; Ὢ τῆς ἐξουσίας! οὐ γὰρ αὕτη φύσις σωμάτων. Ἢ σῶμα μὲν, οὐχὶ ταῦτα δέ; Ὢ τῆς παχύτητος! ἵνα μηδὲν πλέον ἡμῶν ἔχῃ τὸ Θεῖον. Πῶς γὰρ σεπτὸν, εἰ περιγραπτόν; ἢ πῶς φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι, καὶ εἰς αὐτὰ πάλιν ἀναλύεσθαι, ἢ καὶ ὅλως λύεσθαι; Σύνθεσις γὰρ, ἀρχὴ μάχης· μάχη δὲ, διαστάσεως· ἡ δὲ, λύσεως· λύσις δὲ ἀλλότριον πάντη Θεοῦ, καὶ τῆς πρώτης φύσεως. Οὔκουν διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις. Ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν, οὕτως ἵσταται.
VII. For what wilt thou ever suppose the Deity to be, if indeed thou trustest in all the approaches of reason? Or to what will thy argument lead thee up when put to the test, O thou most philosophical and most theological man, who boastest beyond measure? Is it a body? And how is it the infinite, and boundless, and formless, and intangible, and invisible? Or are these bodies too? O what licence! For this is not the nature of bodies. Or is it a body indeed, yet not these? O what grossness! So that the Deity may have nothing more than we. For how is it adorable, if it is circumscribed? Or how will it escape being compounded out of elements, and being resolved into them again, or being dissolved altogether? For composition is the beginning of strife; and strife, of separation; and separation, of dissolution; and dissolution is altogether foreign to God, and to the first nature. Therefore there is no separation, that there may be no dissolution; nor strife, that there may be no separation; nor composition, that there may be no strife; wherefore neither is it a body, that there may be no composition. Ascending from the last things to the first, the argument thus comes to a stand.
Ηʹ. Πῶς δὲ καὶ σωθήσεται τὸ διὰ πάντων διήκειν, καὶ πληροῦν τὰ πάντα Θεὸν, κατὰ τὸ, Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, εἰ τὸ μὲν περιγράφοι, τὸ δὲ περιγράφοιτο; Ἢ γὰρ διὰ κενοῦ χωρήσει τοῦ παντὸς, καὶ τὰ πάντα οἰχήσε-
VIII. And how too will it be preserved that God pervades all things and fills all things, according to the saying, Do not I fill heaven and earth? saith the Lord; and, The Spirit of the Lord hath filled the world, if He partly circumscribes, and is partly circumscribed? For either He will pass through the universe as a void, and all things will vanish
Notes, col. 33

On the reading

Printed καί, for καὶ.

PG 36:36Read from the page
ται ἡμῖν, ἵν' ὑβρισθῇ Θεὸς, καὶ σῶμα γενόμενος, καὶ οὐκ ἔχων ὅσα πεποίηκεν· ἢ σῶμα ἐν σώμασι ἔσται, ὅπερ ἀδύνατον· ἢ πλακήσεται καὶ ἀντιπαρατεθήσεται, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται· καὶ τὸ μὲν τέμνει, ὑπὸ δὲ τοῦ τμηθήσεται, ὃ καὶ τῶν Ἐπικουρείων ἀτόμων ἀτοπώτερόν τε καὶ γραωδέστερον· καὶ οὕτω διαπεσεῖται ἡμῖν, καὶ σῶμα οὐχ ἕξει, οὐδὲ πῆξίν τινα ὁ περὶ τοῦ σώματος λόγος. Εἰ δὲ ἄϋλον φήσομεν, εἰ μὲν τὸ πέμπτον, ὥς τισιν ἔδοξε, καὶ τὴν κύκλῳ φορὰν φερόμενον· ἔστω μὲν ἄϋλόν τι καὶ πέμπτον σῶμα, εἰ βούλονται δὲ, καὶ ἀσώματον, κατὰ τὴν αὐτόνομον αὐτῶν τοῦ λόγου φορὰν καὶ ἀνάπλασιν· οὐδὲν γὰρ νῦν περὶ τούτου διοίσομαι. Κατὰ τί δὲ τῶν κινουμένων ἔσται καὶ φερομένων, ἵνα μὴ λέγω τὴν ὕβριν, εἰ τὰ αὐτὰ τοῖς πεποιημένοις ὁ πεποιηκὼς κινηθήσεται, καὶ τοῖς φερομένοις ὁ φέρων, εἴ γε καὶ τοῦτο δώσουσι; Τί δαὶ τὸ τοῦτο πάλιν κινοῦν; τί δὲ τὸ πᾶν κινοῦν; κἀκεῖνο τί; καὶ τί πάλιν ἐκεῖνο; καὶ τοῦτο εἰς ἄπειρον. Πῶς δαὶ οὐκ ἐν τόπῳ πάντως, εἴ γε φερόμενον; Εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον φήσουσιν, εἰ μὲν ἀγγελικόν· πόθεν ὅτι ἄγγελοι σώματα, καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη Θεὸς, οὗ λειτουργὸς ἄγγελος; Εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἑσμὸς ἀλόγιστος, καὶ φλυαρίας βυθὸς, οὐδαμοῦ στῆναι δυνάμενος.
from us, so that God may be insulted both by having become a body and by not having the things which He has made; or He will be a body among bodies, which is impossible; or He will be entangled and set in opposition, just like liquid things that are mixed together, and one part He cuts, while by another He will be cut, which is even more absurd and more like old wives' tales than the Epicurean atoms; and thus our argument concerning the body will fall to pieces, and will have no body, nor any solidity. And if we say that it is immaterial—if indeed it is the fifth, as it has seemed to some, and borne along in circular motion: let there be some immaterial and fifth body, or, if they wish, bodiless too, according to the self-willed impulse and fabrication of their argument; for I shall not dispute about this now. Yet in what respect will He be among the things that are moved and borne along—not to mention the insult, if He Who has made them is moved in the same way as the things that have been made, and He Who bears them along in the same way as the things that are borne along, if indeed they will grant this too? And what, pray, is that which in turn moves this? And what is that which moves the universe? And what is that in turn? And what again is that? And so on to infinity. And how, pray, is it not altogether in a place, if indeed it is borne along? And if they say that it is something else besides the fifth, if indeed angelic: whence is it shown that angels are bodies, and what bodies these are? And how much above an angel would God be, Whose minister an angel is? And if He is above these, again an irrational swarm of bodies has been brought in, and an abyss of nonsense, able to come to a stand nowhere.
Θʹ. Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ Θεός· οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων, ἢ εἶπεν, ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. Λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. Ἀλλ' εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικὸν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγεται. Τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν
IX. Thus, then, God is not a body for us; for neither has anyone of those inspired by God ever yet either said or accepted this, nor does the doctrine belong to our court. It remains, therefore, to suppose Him bodiless. Yet if He is bodiless, not even this as yet sets forth and encompasses His essence, just as neither does being unbegotten, and without beginning, and immutable, and incorruptible, and as many things as are said to be concerning God, or around God. For what does it belong to Him in His being, according to nature and
PG 36:37Read from the page
ὑπόστασιν ὑπάρχει, τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περατοῦσθαι; Ἀλλ' ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν Θεοῦ ἀληθῶς ἔχοντι, καὶ τελεωτέρῳ τὴν θεωρίαν. Ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τὸ, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι (ἢ γὰρ ἄνθρωπος, ἢ βοῦς, ἢ ἵππος τοῦτο τὸ ἐνσώματον, καὶ γεννώμενον, καὶ φθειρόμενον)· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μὴ ἔστιν, ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν· ἀλλὰ δεῖ πρὸς τῷ εἰπεῖν ἃ μὴ ἔστι, καὶ ὅ ἐστιν εἰπεῖν· ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ' ἕκαστον ἀπειπεῖν, ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὐκ ἔστι, καὶ τῆς οὗ ἐστι θέσεως, περιληφθῇ τὸ νοούμενον. Ὁ δὲ, ἃ μὲν οὐκ ἔστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος, ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρία, οὐδὲ τέσσαρα, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος, ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. Πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὐκ ἔστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μὴ ἔστιν, ὅ ἐστιν ἐνδείξασθαι. Ἢ τοῦτο μὲν παντὶ δῆλον.
hypostasis, not to have a beginning, nor to depart from Himself, nor to be bounded? Rather, to encompass the whole of being remains for him who truly has the mind of God, and is more perfect in contemplation, to philosophize further upon and examine further. For just as it does not suffice to say body, or to have been begotten, in order also to set forth and make plain that around which these properties are, but one must also state the subject underlying these things, if what is conceived is to be set forth completely and sufficiently (for this embodied, and begotten, and perishing thing is either a man, or an ox, or a horse); so neither in that case will he who busies himself with the nature of Him Who is stop at saying what He is not, but in addition to saying what He is not, he must also say what He is—inasmuch as it is even easier to comprehend some one thing than to deny all things one by one, so that both from the removal of the things which He is not, and from the positing of what He is, that which is conceived may be comprehended. Whereas he who states the things which He is not, but keeps silence as to what He is, acts much the same as if, when asked how much twice five is, he were to say that it is not two, nor three, nor four, nor five, nor twenty, nor thirty, nor—to speak briefly—any of the numbers within the ten, or of the tens; yet were not to say that it is ten, nor settle the mind of the questioner upon what is sought. For it is much easier and briefer from what a thing is to make plain all the things that it is not, than by removing what it is not to show what it is. Or this at least is evident to everyone.
Ιʹ. Ἐπεὶ δέ ἐστιν ἀσώματον ἡμῖν τὸ Θεῖον, μικρόν τι προσεξετάσωμεν. Πότερον οὐδαμοῦ τοῦτο, ἤ ἐστιν ὅπου; Εἰ μὲν γὰρ οὐδαμοῦ, ζητήσαι τις ἂν τῶν ἄγαν ἐξεταστικῶν, πῶς ἂν καὶ εἴη. Εἰ γὰρ τὸ μὴ ὂν, οὐδαμοῦ, τὸ μηδαμοῦ, τυχὸν οὐδὲ ὄν. Εἰ δέ ἐστί που, πάντως ἐπείπερ ἐστὶν, ἢ ἐν τῷ παντὶ, ἢ ὑπὲρ τὸ πᾶν. Ἀλλ' εἰ μὲν ἐν τῷ παντὶ, ἤ τινι, ἢ πανταχοῦ. Καὶ εἰ μὲν ἔν τινι, ὑπ' ἐλάττονος περιγραφήσεται τοῦ τινος. Εἰ δὲ πανταχοῦ, ὑπὸ πλείονος καὶ ἄλλου πολλοῦ, λέγω δὲ, τὸ περιεχόμενον τοῦ περιέχοντος. Εἰ τὸ πᾶν ὑπὸ τοῦ παντὸς μέλλει περισχεθήσεσθαι, καὶ μηδένα τόπον εἶναι περιγραφῆς ἐλεύθερον. Ταῦτα μὲν, εἰ ἐν τῷ παντί. Καὶ ποῦ, πρὶν γενέσθαι τὸ πᾶν; Οὐδὲ γὰρ τοῦτο μικρὸν εἰς ἀπορίαν. Εἰ δὲ ὑπὲρ τὸ πᾶν, ἆρ' οὐδὲν ἦν τὸ διορίζον αὐτὸ τοῦ παντός; Ποῦ δὲ τὸ ὑπὲρ τοῦτο; Καὶ πῶς ἐνοήθη τὸ ὑπεραῖρον καὶ ὑπεραιρόμενον, οὐκ ὄντος ὅρου τινὸς τοῦ τέμνοντος ταῦτα καὶ διορίζοντος; Ἢ χρὴ πάντως εἶναι τὸ μέσον, καὶ ᾧ περατοῦται τὸ πᾶν, καὶ τὸ ὑπὲρ τὸ
X. And since the Deity is for us bodiless, let us examine this a little further. Is this nowhere, or is it somewhere? For if it is nowhere, someone among those who are overly inquisitive might ask how it could even exist. For if that which is not is nowhere, that which is nowhere too is perhaps not even existent. But if it is somewhere, altogether, since indeed it exists, it is either in the universe, or above the universe. Yet if it is in the universe, it is either in some part, or everywhere. And if in some part, it will be circumscribed by that part which is smaller. And if everywhere, by something greater and much else—I mean that which is contained by that which contains it—if the universe is to be encompassed by the universe, and no place is to be free of circumscription. So much, then, if it is in the universe. And where was it before the universe came into being? For neither is this a small matter for perplexity. And if it is above the universe, was there nothing distinguishing it from the universe? And where is that which is above this? And how was that which transcends and that which is transcended conceived, there being no boundary dividing and distinguishing these? Or must there altogether be an intermediate space, whereby both the universe and that which is above the