Δʹ. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις , καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ' ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι' ἑαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὴν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῆ ὑπ' αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα ; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο , καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν ; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντεισῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.
4. And through the midst of such a dance, there was such an idol of a man: a certain half-female creature, both ambiguous in nature and effeminate in form, lying on the borderland of nature, limp in bearing, frenzied as if by some lethargy and drunkenness. Reclining on his back upon a certain carriage, he was borne through the choir of the Maenads by wild beasts. And around him was much unmixed wine from a mixing-bowl, and certain chatterers, monstrous in nature, were around the idol, hairy in their faces, leaping about the idol upon goat legs. Such are the tales of that night. Women made known to the dishonour of their sex, having danced away the decency customary among women to the common accusation of nature, led a procession through the midst of the city, making a spectacle through themselves of nature behaving unseemly, having armed their hands with stones instead of shields, looking murderously, with an impudent cast of their eyes, having come within the divine precincts, they set up their Corybant upon the sacred throne. Then drunkenness, and unmixed wine, and the Pans from the ascetic retreats, and night, and promiscuous conduct, and all the things that the Apostle forbids to speak of, saying that the things done in secret by them it is shameful even to speak of. For who could recount with exactness in speech the fire, the stones, the slaughters, the wounds? How they strove contentiously to overturn from the foundations the ministers of the sacred houses? How through the midst of the city they despatched with clubs a certain zealot of the truth, and the supposed murder prevented the true murder? Yet indeed I know not how my speech has slipped away from the fitting pleasure, having lingered among earthly tales. Therefore we must return whence we digressed, so as to wash away that briny hearing with sweet and drinkable speech. For in a day of gladness, it says, there is forgetfulness of evils; again therefore I return to the same theme, that that night and the gloom have vanished, and the rays of peace shine around through the pure clear sky with the light of truth. On this account everything foul-smelling and profane has been cast out of the divine precincts; and the houses of the pious have been brought in instead into all gladness, and nothing is lacking for gladness: the guests, the hosts, the table abounding in good eatables.