Ζʹ. Ἀλλ', ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θαλάσσης ἐστήσασθε, καὶ, εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυφοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγαλοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠνέσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ' ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ' ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμήσατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζεσθαι, καὶ τὸ καθ' ἕκαστον σαθρὸν οἴεσθαι διορθοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεότητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ' ἐν ὑμετέροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.
VII. But, O people of God, and ours, fair indeed was also your recent festival, which you held upon the sea, and, if ever there was any other grace to the eyes, when I saw the sea planted like a forest, and covered with a cloud wrought by hand, and the beauty of ships, and speed, arrayed as for a procession, and a moderate breeze standing right astern, as if serving as a bodyguard on purpose, and escorting to the city a sea-city; yet fairer is that now seen and more magnificent. For you did not rashly mingle yourselves with the multitude, nor measure piety by number, nor endure to become a turbulent populace rather than a people purified by the word of God; but as far as was fitting, having rendered unto Caesar the things that are Caesar's, you assigned unto God the things that are God's; to the one tribute, to the other fear; and having nourished the populace with your goods, you have come yourselves also to be nourished by us. For we also distribute corn, and a distribution of corn perhaps not inferior to yours. Come, eat my bread, and drink the wine which I have mingled for you; I call you with Wisdom to my table. For I praise you for your gratitude, and I run to meet your readiness, because you came to us as to your own harbour, running to your like, and honoured the kinship of faith, and deemed it among absurdities that the insulters of the things above should agree with one another and be fitted together, and think that the rottenness in each is set right by the commonality of the league, just like those ropes that are strengthened by plaiting, while you yourselves should not come together, nor be bound together with those of the same mind, for whom indeed it is more fitting; for we ourselves join together Godhead also. And that you may know that you have not run to us in vain, nor as to strangers and aliens, but have put in among your own, and been well guided by the Spirit, we shall discourse briefly concerning God to you. And recognize what is yours, just like those who discern their own by the devices upon their shields.
Ηʹ. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνωτάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ' ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ' ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον, καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη, καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώ-
VIII. Two highest differences in the things that are I recognize, lordship and servitude; not those which among us either tyranny has cleft, or poverty has parted, but those which nature has distinguished, if it please anyone to call it thus. For the first is even above nature. And of these, the one is creative, and ruling, and unmoved; while the other is created, and under hand, and subject to change. And to speak still more brief-