Migne Reading Room

PG 36 · cols. 232–241 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:232Read from the page
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφάνου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημούμενοι παρακαλοῦμεν
Lord, lay not this sin to their charge, both then I said (for I remembered in season the words of Stephen), and now I pray. Being reviled, we bless; being persecuted, we endure; being defamed, we entreat
ΙΔʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδικῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ' ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπιείκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ' ὑμᾶς λογισμοῖς χρώμενος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χριστοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι' ὃν οἱ κίνδυνοι; Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι' οὗ καὶ μανθάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς τῆς χολῆς, ἑνὸς ὄξους, δι' ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας. Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σινδόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σοδομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃστὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδεισον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ παθημάτων, οἷς τί τῶν μειζήνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;
XIV. But if, because when tyrannized over I bear it, in this I do wrong, forgive me this wrong, even under others have I borne being tyrannized over; and thanks be that I was reproached with gentleness as folly. For I reckon thus, using thoughts far more lofty than accords with you: What fraction are these things of the spittings upon Christ and the buffetings, for Whose sake and through Whom are the perils? I do not value all things at the price of the one thorny crown, which crowned our Conqueror, through Whom also I learn to be crowned by the roughness of life; of the one reed, through which the rotten power ceased; of the one gall, of the one vinegar, through which we were healed of the bitter taste; of the one long-suffering in the Passion. If He be betrayed with a kiss, He reproves indeed, but does not strike. If He be suddenly arrested, He upbraids indeed, but follows; and if with a sword thou cut off the ear of Malchus through zeal, He will be indignant, and will restore it; and if one flee in a linen cloth, He will shelter him; and if thou ask for Sodomitic fire upon those who lead Him away, He will not overwhelm them; and if He take a robber hanging because of wickedness, He brings him into paradise because of goodness. Let all the things of the Lover of mankind be loving towards mankind, and so too those of the sufferings of Christ, in return for which what of greater things could we give, if when God was even put to death for our sake, we ourselves should not forgive even small things to our fellows?
ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους; ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους,
XV. And besides, these things also I both reckoned and reckon, and consider whether not even very rightly, which things also I have often discoursed of to you. Have these men the houses? we the Indweller; these the temples, we God; and the becoming living temples of the living God, animate victims, rational whole-burnt-offerings, perfect sacrifices, gods through the Trinity worshipped. These have populaces,
Notes, col. 232

On the reading

Printed δι οὗ, for δι' οὗ.

Printed μειζήνων, for μειζόνων.

Printed Τρίαδος, for Τριάδος.

PG 36:233Read from the page
ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ' οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ' οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν. Τοῦτο εὐαγγελίζεται μοι ὁ ποιμὴν ὁ καλὸς, δι' ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φοβοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ' ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.
we angels; these audacity, faith we; these threatening, we praying; these striking, we bearing; these gold and silver, we purified speech. Thou hast made for thyself two-storeyed and three-storeyed chambers (recognize the words of Scripture), an airy house, parted out with windows; yet not yet are these things higher than my faith, and than the heavens towards which I am borne. Is my flock small? Yet not borne upon precipices. Narrow is my fold, yet inaccessible to wolves, yet not admitting a robber, nor climbed over by thieves and strangers. I shall see this fold, I know well, even wider. Many of those who are now wolves I must number among the sheep, perhaps even among shepherds. This good tidings the good Shepherd proclaims to me, for Whose sake I lay down my life for the sheep. I do not fear for the small flock, for it is easily surveyed; because I know mine own, and am known by mine own. Such are the things that know God, and are known by God. My sheep hear my voice, which I heard from the divine oracles, which I was taught by the holy Fathers, which I have taught at every season alike, not conforming myself to the seasons, and I shall not cease teaching, with which I was born, and with which I depart together.
Ιϛʹ. Ταῦτα καλῶ κατ' ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμενοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν Δημιουργὸν πιστεύοντες, καὶ τὸν Βυθὸν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζονείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν' οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἓν συναιροῦντος, ἀλλ' οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἓν ὁρίζοντος· Ἀρείου καὶ τῶν ὑπ' Ἀρείῳ τὴν τῶν φύσεων ἀλλο-
XVI. These I call by name (for they are not nameless, just as neither are the stars that are numbered and called by name), and they follow me, for I nourish them by the water of rest; and they follow also every such shepherd, whose voice you see how gladly they have heard; but a stranger they will by no means follow, but will flee from him, because they already have a discerning habit of a familiar and a strange voice. They will flee Valentine's cutting in two of the One, believing the Creator to be no other than the Good, and the Abyss, and Silence, and the mythical Aeons, things worthy of abyss and silence being. They will flee Marcion's God compounded of elements and numbers; Montanus's evil and womanish spirit; Manes's matter with the darkness; Novatus's boastfulness, and purity in words; Sabellius's dissolution and confusion, and, so to speak, swallowing up, contracting the three into one, and not defining the One in three subsisting persons; Arius's and his followers' alien-
Notes, col. 233

On the reading

Printed εὐαγγελίζεται μοι, for εὐαγγελίζεταί μοι.

Printed ὄντος, for ὄντως.

PG 36:236Read from the page
τρίωσιν, καὶ τὸν καινὸν Ἰουδαϊσμὸν, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστὸν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Αὐτοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τελείαις, καθ' ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.
ation of natures, and the new Judaism, circumscribing the Godhead in the Unbegotten alone; Photinus's Christ below, and beginning from Mary. But they themselves worship the Father, and the Son, and the Holy Spirit, one Godhead; God the Father, God the Son, God, Unless thou be exasperated, the Holy Spirit, one nature in three properties, intellectual, perfect, subsisting by themselves, divisible in number, and not divisible in Godhead.
ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζημιοῦται δὲ, εἴ ποτε, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τελείωσιν. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε· οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύδους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελθεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλάσεως; Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰουδαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰουδαϊκὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ' οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν. Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν
XVII. Let everyone who threatens today yield these voices to me; and let those who wish lay claim to the others. The Father does not endure being deprived of the Son, nor the Son of the Holy Spirit; yet He is deprived, if ever they are also creatures. For what is created is not God. Neither do I myself endure being deprived of perfection. One Lord, one faith, one baptism. If this should be annulled for me, from whom shall I have the second? What say you, who submerge or re-baptize? Is it possible to be spiritual apart from the Spirit? And does he partake of the Spirit who does not honour the Spirit? And does he honour Him who is baptized into a creature and a fellow-servant? It is not so, it is not thus, though thou shalt say many things. I will not belie Thee, Father without beginning; I will not belie Thee, Only-begotten Word; I will not belie Thee, the Holy Spirit. I know to Whom I made confession, and whom I renounced, and with Whom I ranged myself. I do not accept to be taught the words of a believer, and to learn those of unbelievers; to confess truth, and to be with falsehood; to go down as being perfected, and to come up more imperfect; to be baptized as about to live, and to be done to death in the water, just like embryos that die in the birth-pangs, and receive death running together with birth. Why dost thou make me blessed at the same time and wretched, newly enlightened and unenlightened, divine and godless, that I may suffer shipwreck also of the hope of refashioning? Brief is the word: remember the confession. Into what wast thou baptized? into the Father? Well; yet still Jewish. Into the Son? Well; no longer indeed Jewish, yet not yet perfect. Into the Holy Spirit? Passing well; this is perfect. Was it then simply into these, or also some common name of these? Yes, a common one. What is this? Plainly that of God. Into this common
PG 36:237Read from the page
ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ μεταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυπωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Name believe, and prosper, and reign, and you shall pass from here to the blessedness yonder. And that is, as it seems to me at least, the more distinct apprehension of these very things; unto which may we also attain, in Christ Himself our God, to Whom be the glory and the might, with the beginningless Father, and the life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
MONITUM IN ORATIONEM XXXIV.
Admonition to Oration 34.
I. Ex Aegypto numerosa classis, debitum, uti mos erat, imperatori frumentum advehens, Constantinopolim summo cum apparatu appulsa fuerat. Cum autem nautae, seu classis gubernatores, Caesari, quae Caesaris erant, persolvissent, spretis ac posthabitis Arianorum ecclesiis, ut, quae Dei sunt, Deo redderent, Gregorium adeunt. Ipse charitatis amans, ac veteris injuriae immemor, eos benigne excepit, ac subinde in eorum laudem hanc publicam orationem habuit. Illis primum gratulatur orator, quod, devitatis haereticorum scopulis, ad Catholicorum Ecclesiam, velut ad tutissimum portum feliciter appulerint. Aegypti, Nilo exundante, fertilitatem et uberrimos fructus praedicat, atque illius incolas laudibus effert, quod, ob nativam benignitatem, non solum corporeis cibis alias civitates nutriant, sed spiritualibus etiam alimentis universum prope terrarum orbem repleant. Hinc magni Athanasii laudes celebrat, qui, ut alter Joseph, Aegypto et omnibus pene terrarum regionibus spiritualem cibum subministrarat. Deinde Petrum, ipsius in episcopali sede successorem, laudibus exornat; et ad Aegyptios orationem convertens (n. 4): « Vos estis, » inquit, « alumni et soboles illorum praestantium veritatis doctorum, quos nec tempus, nec princeps, nec invidia, nec metus, nec minae, nec exsilia multa, nec denique aliud quidquam terrenum adducere potuit, ut aliquid de Trinitate proderent. » Tum veteres ac foedissimas Aegyptiorum impietates recensens, eas a Christo debellatas ac fugatas pronuntiat (n. 6). « Quocirca, » addit, « te complector et saluto, populorum optime Christique amantissime, popule meus; meum enim appello, qui eadem ac ego sentit, quique eamdem fidem profitetur. Popule meus, » etc. Ac saepe saepius repetita hac compellatione, prosequitur (n. 7): « Ut autem vos haud frustra ad nos accurrisse, neque ut ad externos et alienos, sed ad vestros portus appulisse, praeclarumque itineris vestri ducem Spiritum sanctum exstitisse cognoscatis, pauca de Deo ad vos disseremus. » Quod quidem, ut in praecedentibus orationibus, summa ingenii vi, sublimitate et eloquentia exsequitur.
I. A numerous fleet from Egypt, bringing the customary tribute of grain to the emperor, had put in at Constantinople with the greatest pomp. Now when the sailors, or captains of the fleet, had paid to Caesar the things that were Caesar's, despising and setting aside the churches of the Arians, in order that they might render to God the things that are God's, they approached Gregory. Loving charity, and unmindful of the old injury, he himself kindly received them, and thereupon delivered this public oration in their praise. First the orator congratulates them because, having avoided the rocks of the heretics, they had happily put in at the Church of the Catholics as at a most safe harbour. He proclaims the fertility and most abundant fruits of Egypt when the Nile overflows, and extols its inhabitants with praises because, through their native liberality, they not only nourish other cities with bodily food, but also fill almost the whole world with spiritual nourishment. Hence he celebrates the praises of the great Athanasius, who, like another Joseph, had supplied spiritual food to Egypt and to almost all regions of the earth. Next he adorns with praises Peter, his successor in the episcopal see; and turning his discourse to the Egyptians (no. 4): "You are," he says, "the foster-children and offspring of those eminent teachers of the truth, whom neither time, nor prince, nor envy, nor fear, nor threats, nor many exiles, nor finally anything else earthly could induce to betray anything concerning the Trinity." Then, reviewing the ancient and most foul impieties of the Egyptians, he proclaims that they have been vanquished and put to flight by Christ (no. 6). "Wherefore," he adds, "I embrace and salute you, O best of peoples and most loving of Christ, my people; for I call my own that which thinks the same as I, and which professes the same faith. My people," etc. And having repeated this address again and again, he continues (no. 7): "Now that you may know that you have not run to us in vain, and that you have put in not as at foreign and strange harbours, but at your own, and that the Holy Spirit has been the illustrious guide of your journey, we shall discourse to you a few things concerning God." Which indeed, as in the preceding orations, he executes with the greatest force of intellect, sublimity, and eloquence.
II. Verisimilius sane nobis videtur cum Tillemontio, hanc orationem habitam fuisse post excitatos a Maximo tumultus, eamque ad annum 380, mense Septembri vel Octobri, referendam putamus. Nec intelligere possumus, quibus argumentis ducti, Elias, Baronius, Billius et Bollandistae istam orationem coram episcopis, qui ex Aegypto Constantinopolim Maximum consecraturi venerant, pronuntiatam contenderint. Ut caeteros omittamus, Baronium fusius hac de re loquentem audiamus: « Petrus, » inquit, « favens Maximo adversus Gregorium, nisus est, ut idem Maximus ordinaretur ejus sedis antistes: ad quod perficiendum septem legavit episcopos, alia tamen occasione praetensa, nempe ut frumentum debitum imperatori, navigiis impositum, portarent Constantinopolim. Erant haec episcoporum nomina, Ammon, Apamon, Harpocras, Stippas, Rhodon, Anubis et Hermanubis. Hi vero, quod Catholici essent, declinantes in urbe communionem Demophili Arianorum episcopi, Gregorio adhaeserunt, a quo et benigne suscepti sunt, et ab eo laudati publica concione, cujus est exordium: « Eos qui ab Aegypto venerunt, » etc. Sic rem narrat Baronius. Verum, illius pace dixerim, si ad hanc orationem
II. It certainly seems to us more probable, with Tillemont, that this oration was delivered after the tumults stirred up by Maximus, and we think that it is to be referred to the year 380, in the month of September or October. Nor can we understand by what arguments led Elias, Baronius, Billy, and the Bollandists contended that this oration was delivered before the bishops who had come from Egypt to Constantinople to consecrate Maximus. To pass over the others, let us hear Baronius speaking more at length concerning this matter: "Peter," he says, "favouring Maximus against Gregory, strove that the same Maximus should be ordained bishop of that see: to accomplish which he deputed seven bishops, though under the pretext of another occasion, namely that they should carry to Constantinople the grain due to the emperor, placed upon ships. These were the names of the bishops: Ammon, Apamon, Harpocras, Stippas, Rhodon, Anubis, and Hermanubis. Now these, because they were Catholics, shunning in the city the communion of Demophilus the bishop of the Arians, adhered to Gregory, by whom they were both kindly received and praised by him in a public discourse, of which the beginning is: 'Those who have come from Egypt,' etc." Thus Baronius relates the matter. Yet, may I say it with his leave, if to this oration
PG 36:239Read from the page
serius attendisset vir doctus, si singula, ut ita dicam, perpendisset verba, si quae demum Gregorius Carmine de vita sua scripsit, studiosius animadvertisset, nunquam profecto talem sententiam protulisset. Quae quidem ut refellatur, satis erit ea referre quae in hanc rem adnotavit doctissimus Pagius. « Baronius, » inquit eruditus ille artis criticae magister, « Baronius ait Petrum Alexandrinum septem episcopos Aegypti, ad perficiendam Maximi ordinationem, misisse: citatque hanc orationem Gregorii in Aegyptiorum adventum. Verum, qui in ea nominantur, non episcopi erant, sed nautae, seu potius gubernatores classis Alexandrinae, qui frumentum ex Aegypto Constantinopolim advexerant. Quo maxime argumento convincitur eos episcopos non fuisse; neque enim episcopali dignitati convenit frumenti advectio. Deinde in tota illa oratione eos nunquam episcopos, semper vero laicos Nazianzenus appellat, cum dicit toties, « Populus meus, populus Dei, » etc. Demum haec verba Gregorii (n. 7): « Posteaquam Caesari, quae sunt Caesaris, ut par erat, contulistis, Deo etiam, quae Dei sunt, tribuistis, illi nempe vectigal, huic timorem; et postquam cibis vestris populum aluistis, ipsi quoque, ut a nobis alamini huc acceditis: » haec, inquam, verba aperte laicos designant et nautas, qui frumentum, seu canonem urbi Constantinopolitanae advexerant. Quae observatio, » addit criticus, « est Valesii in notis ad lib. V Theodoreti, c. 8. »
the learned man had paid more serious attention, if he had weighed the several words, so to speak, if finally he had more studiously noticed what Gregory wrote in the Poem on His Own Life, he would assuredly never have put forward such an opinion. To refute which, indeed, it will be enough to report what the most learned Pagi noted upon this matter. "Baronius," says that learned master of the critical art, "Baronius says that Peter of Alexandria sent seven bishops of Egypt to accomplish the ordination of Maximus: and he cites this oration of Gregory on the arrival of the Egyptians. But those who are named in it were not bishops, but sailors, or rather captains of the Alexandrian fleet, who had brought the grain from Egypt to Constantinople. By which argument above all it is proved that they were not bishops; for the carrying of grain does not befit the episcopal dignity. Next, throughout the whole of that oration the Nazianzen never calls them bishops, but always laymen, when he says so many times, 'My people, people of God,' etc. Finally, these words of Gregory (no. 7): 'After you had contributed to Caesar the things that are Caesar's, as was fitting, you rendered to God also the things that are God's, namely tribute to the one, fear to the other; and after you had fed the people with your food, you yourselves also come hither that you may be fed by us:' these words, I say, openly designate laymen and sailors who had brought the grain, or canon, to the city of Constantinople. Which observation," adds the critic, "is that of Valesius in his notes on book V of Theodoret, ch. 8."
III. Iisdem argumentis Baronii sententiam impugnant Hermant et Tillemontius; nec ipsis possibile videtur, eam ad Gregorii orationem accommodare. Ac merito quidem, et Baronio et Bollandistis objiciunt, quod nonnisi unam Aegyptiorum turmam agnoverint, cum Gregorius ipse geminam agnoscat ac distinguat. Primum etenim, ut in Carmine de vita sua legitur (vers. 834 et seqq.), missi sunt « Ammon, Apamon, » etc., quos Theologus « miseros nautas » appellat, et « catascopos, » id est, « exploratores, » qui venerant, ut res Constantinopolitanae Ecclesiae observarent. Deinde, « non multo post venerunt, qui prius eos miserant, » id est, episcopi a Petro Alexandrino delegati, ut Maximum episcopum consecrarent. Illi a Gregorio « pastorum » nomine designantur; et quamvis certe, ut facinoris auctores et duces, prioribus multo nocentiores essent, ipsis tamen, ob debitam sane episcopali dignitati reverentiam, parcere se profitetur Theologus. Cum igitur tempora ab ipso Gregorio tam praecise secernantur, nemini dubium esse potest, quin necessario duplex distinguenda sit Aegyptiorum turma, quae diversis temporibus, non ad frumentum advehendum (nullam enim de frumenti advectione mentionem facit Gregorius), sed ad Maximi ordinationem perficiendam, Constantinopolim appulsa est. Nec movere nos debet, quod a Bollandistis in medium profertur, scilicet, Hermant agnoscere, « nullum distinctionis vestigium in verbis Gregorii reperiri. » Id enim, ut observat Tillemontius, ac cuique legenti per se patet, librariorum error est, qui procul dubio « Gregorium » scripserunt, ubi Hermant « Baronium » scripserat. Hinc merito conjici potest, primam Aegyptiorum turmam Constantinopolim advenisse, exeunte anno 379 vel ineunte 380, et alteram mense Februario ejusdem anni 380, ita ut Maximus consecrari potuerit mense Martio vel Aprili anni 380. Constat enim, ut vidimus in Monito in orationem vicesimam sextam, Maximum circa medium annum 380 e Constantinopoli ejectum fuisse. Ex quibus nihil vetat, quominus mensem Augustum vel Septembrem anni 380 assignemus, in quo Alexandrina classis frumentum advehens, Constantinopolim appulsa fuerit, ac proinde in quo pronuntiata fuerit haec oratio. Huic opinioni favet frumenti advehendi tempus, quod profecto messem et aestatem antecedere non debuit.
III. With the same arguments Hermant and Tillemont attack the opinion of Baronius; nor does it seem possible to them to adapt it to Gregory's oration. And deservedly indeed they object both to Baronius and to the Bollandists that they recognized only a single company of Egyptians, whereas Gregory himself recognizes and distinguishes a twofold one. For first, as is read in the Poem on His Own Life (lines 834 et seqq.), there were sent "Ammon, Apamon," etc., whom the Theologian calls "wretched sailors," and "catascopi," that is, "spies," who had come to observe the affairs of the Church of Constantinople. Next, "not long afterwards there came those who had previously sent them," that is, the bishops deputed by Peter of Alexandria to consecrate Maximus bishop. Those are designated by Gregory by the name of "pastors"; and although certainly, as the authors and leaders of the outrage, they were much more guilty than the former, nevertheless the Theologian professes that he spares them out of the reverence truly due to the episcopal dignity. Since, therefore, the times are so precisely separated by Gregory himself, no one can doubt that we must necessarily distinguish a twofold company of Egyptians which at different times put in at Constantinople, not to bring grain (for Gregory makes no mention there of the carrying of grain), but to accomplish the ordination of Maximus. Nor ought we to be moved by what is brought forward by the Bollandists, namely that Hermant acknowledges that "no trace of a distinction is found in the words of Gregory." For that, as Tillemont observes, and as is self-evident to every reader, is an error of the copyists, who without doubt wrote "Gregory" where Hermant had written "Baronius." Hence it may deservedly be conjectured that the first company of Egyptians arrived at Constantinople at the end of the year 379 or the beginning of 380, and the second in the month of February of the same year 380, so that Maximus could be consecrated in the month of March or April of the year 380. For it is established, as we saw in the Admonition to the twenty-sixth Oration, that Maximus was ejected from Constantinople about the middle of the year 380. From which nothing prevents us from assigning the month of August or September of the year 380 as that in which the Alexandrian fleet bringing the grain put in at Constantinople, and accordingly in which this oration was delivered. This opinion is favoured by the season for bringing grain, which assuredly ought not to have preceded the harvest and summer.
IV. Nobis etiamnum superest ut aliam Bollandistarum difficultatem solvamus. Sic enim de hac oratione pronuntiant: « Est ea oratio XXIV, cui titulus: In Aegyptiorum adventum: quam cur aliqui velint post Maximi ordinationem dictam, nulla apparet ratio; cum absurdissimum sit vel cogitare, quod tam prolixa laudatio Petri potuerit ex Nazianzeni ore proficisci, post tam insignem injuriam ab eo illatam sibi et Ecclesiae. » Siccine debita Gregorii charitati laus persolvitur? Siccine Petri poenitentiae, quae, fatentibus adversariis, probabilis videtur, merces penditur? Quam longissime a nobis distant, qui talia loquuntur! Licet enim dubium esset, utrum Petrus Alexandrinus, publica reconciliatione, cum Gregorio in gratiam redierit, attamen tantum abest, ut « prolixa Petri laudatio, » quae adversarios praecipue movet, innuat tempus, quod Maximi ordinationem praecesserit, ut contra inde concludamus, ea tempus subsequens designari. Constat enim Maximum Constantinopolitanae sedis spe dejectum, ipsum Petrum ex throno Alexandrino exturbare ac dejicere praesumpsisse. Non igitur « absurdum, » ut volunt Bollandistae, imo potius verisimile est, ac utriusque antistitis religione dignum, expulso a praefecto ex Alexandria Maximo, Petrum errorem agnovisse, et cum Gregorio in gratiam rediisse. Id merito ex religiosa eorum, qui frumentum advexerant, agendi ratione conjicitur. Praeterea, quamvis incerta res esset, non inde sequeretur, Petrum non potuisse a Gregorio laudari. Petrus enim, etsi in Maximi gratiam adversus Gregorium peccaverit, magni tamen Athanasii doctrinae semper adhaeserat, semper Arianorum partes oppugnarat, semper integrum ac incolume fidei circa Trinitatem depositum servarat, atque ideo jure laudari potuit ac debuit. Et posito, quod ipsius cum Gregorio reconciliatio ignota vel nulla fuerit, praedi-
IV. It still remains for us to solve another difficulty of the Bollandists. For they pronounce thus concerning this oration: "It is Oration 24, whose title is: On the Arrival of the Egyptians: why some wish it to have been spoken after the ordination of Maximus, no reason appears; since it is most absurd even to think that so prolix a eulogy of Peter could have proceeded from the mouth of the Nazianzen after so signal an injury had been inflicted by him upon himself and the Church." Is it thus that the praise due to Gregory's charity is paid? Is it thus that the reward is rendered to Peter's repentance, which, by the confession of the adversaries, seems probable? How very far distant from us are those who speak such things! For although it were doubtful whether Peter of Alexandria had returned into favour with Gregory by a public reconciliation, nevertheless so far is it from being the case that the "prolix eulogy of Peter," which chiefly moves the adversaries, indicates a time preceding the ordination of Maximus, that on the contrary we conclude therefrom that a subsequent time is designated by it. For it is established that Maximus, cast down from the hope of the see of Constantinople, presumed to drive out and cast down Peter himself from the throne of Alexandria. It is not therefore "absurd," as the Bollandists will have it, nay rather it is probable, and worthy of the religion of both prelates, that after Maximus had been expelled from Alexandria by the prefect, Peter acknowledged his error and returned into favour with Gregory. That is deservedly conjectured from the religious manner of acting of those who had brought the grain. Besides, even though the matter were uncertain, it would not follow therefrom that Peter could not have been praised by Gregory. For Peter, even though he sinned against Gregory in favour of Maximus, had nevertheless always adhered to the doctrine of the great Athanasius, had always opposed the party of the Arians, had always kept whole and safe the deposit of the faith concerning the Trinity, and therefore rightly could and ought to have been praised. And granting that his reconciliation with Gregory was unknown or none at all, to pro-
PG 36:241Read from the page
candus est ipse Gregorius, qui primus hac oratione ad pacem et amicitiam aditum aperit. « Popule meus, » inquit (n. 6); « meus enim es, etiamsi hominibus invidia laborantibus aliter videatur; atque ut magis feriantur, qui ita affecti sunt, en dextras societatis praebeo coram tot testibus, visibilibus juxta et invisibilibus, veteremque calumniam nova benignitate propello. » Quis non videat, praesertim ultimis verbis, perfectam reconciliationem, « ob veterem injuriam nova benignitate propulsatam, » hic exprimi. Neque enim necesse erat, ut mentem suam apertius declararet Theologus. Obstabant siquidem, tum ingens Gregorii charitas, tum debita Petro Alexandrino reverentia, tum denique solemnitatis ac laetitiae dies, quem luctuosa praeteriti memoria turbare nullo modo consentaneum erat. Plura etiam, ad id confirmandum, colligenda superessent, tam ratione circumstantiarum, quam ex Gregorii carminibus, ac eruditorum scriptis; sed ne longius, quam par est, protrahatur haec admonitio, hic finem imponimus. Qui plura desideraverit, loca citata adeat.
to be vindicated is Gregory himself, who first by this oration opens the way to peace and friendship. "My people," he says (no. 6); "for you are mine, even though it seem otherwise to men labouring under envy; and that those who are thus disposed may be struck the more, behold, I offer the right hands of fellowship before so many witnesses, both visible and invisible, and I drive away the old calumny by a new kindness." Who would not see, especially from the last words, that a complete reconciliation, "on account of the old injury repelled by a new kindness," is here expressed. For neither was it necessary that the Theologian should declare his mind more openly. Since there stood in the way both the vast charity of Gregory, and the reverence due to Peter of Alexandria, and finally the day of solemnity and gladness, which it was in no way fitting to disturb with the sorrowful memory of the past. More points also, to confirm this, would remain to be gathered, both by reason of the circumstances, and from the poems of Gregory, and the writings of the learned; but lest this admonition be drawn out longer than is fitting, we here set an end. Whoever desires more, let him consult the places cited.
ΛΟΓΟΣ ΛΔʹ.
Oration XXXIV.
Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
On those who arrived from Egypt.
Αʹ. Τοὺς ἀπ' Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια· ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ' Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πεινώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορουμένης τε καὶ πιστευομένης· ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.
I. Those from Egypt I shall address, for it is just; since they have also eagerly come together, having conquered envy by zeal, from this Egypt, which on the one hand a river enriches, raining from the earth, and turning into a sea by flooding in due season—that I myself also may imitate a little those who are refined concerning these things—and which on the other hand my Christ enriches, formerly indeed banished as a fugitive into Egypt, but now supplied from Egypt; then indeed, from Herod's slaughter of the children, but now, from the fathers' love of their children; Christ, the new nourishment of those who hunger well, the greater distribution of grain than all that is recorded in history and believed; the Bread, Who comes down from heaven, and gives life to the world, imperishable and indissoluble, concerning Whom even now I seem to myself to hear the Father saying: Out of Egypt have I called My Son.
Βʹ. Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀνθρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος· καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ' ἤδη καὶ ὑπερόριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ' ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρωπον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περιγραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ
II. For from you the word has sounded forth unto all men, being both soundly believed and proclaimed; and you are the best givers of fruit of all, especially of those who now rightly believe, so far as I know, who am of such nourishment not a lover only, but also a supplier, and not among my own people only, but now even abroad. For you nourish bodily indeed peoples and cities, so far as your philanthropy reaches; and you nourish spiritually, not such and such a people, nor this or that city circumscribed by small boundaries, even if they think brilliantly of themselves, but almost the whole inhabited world. And you heal, not a famine of bread, nor a thirst for water, which both to hunger for is no great thing, and not to hunger for is easy; but a famine of the