Migne Reading Room

PG 36 · cols. 196–205 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:196Read from the page
κρὸν πρὸ τοῦ πάθους, καὶ εὐχομένῳ, τίνες; Οἱ αὐτοὶ πάλιν. Αὕτη μὲν ἡ τοῦ Χριστοῦ προτίμησις. Ἡ λοιπὴ δὲ εὐκοσμία καὶ τάξις, ὅση; Τὸ μὲν Πέτρος ἐρωτᾷ, τὸ δὲ Φίλιππος, τὸ δὲ Ἰούδας, τὸ δὲ Θωμᾶς, τὸ δὲ ἄλλος τις, καὶ οὐδὲ τὸ αὐτὸ πάντες, οὐδὲ τὰ πάντα εἷς, ἀλλ' ἕκαστος ἐν μέρει, καὶ καθ' ἕν. Οὗπερ ἕκαστος ἔχρηζεν, εἴποις ἄν; Ἀλλ' ἐκεῖνό γε, τί σοι φαίνεται; Βούλεταί τι Φίλιππος εἰπεῖν, καὶ οὐ θαῤῥεῖ μόνος, ἀλλὰ καὶ Ἀνδρέαν προσλαμβάνει. Χρήζει πυθέσθαι τι Πέτρος, καὶ Ἰωάννην προβάλλεται διὰ νεύματος. Ποῦ τὸ αὐστηρὸν ἐνταῦθα; Ποῦ δὲ τὸ φίλαρχον; Πῶς ἂν μᾶλλον ἔδειξαν ὄντες μαθηταὶ Χριστοῦ, τοῦ πράου καὶ ταπεινοῦ τὴν καρδίαν, καὶ δούλου δι' ἡμᾶς τοὺς αὐτοῦ δούλους, καὶ πᾶσαν τῷ Πατρὶ τὴν δόξαν ἐν πᾶσιν ἀναπέμποντος, ἵν' ἡμῖν δῷ τύπον εὐταξίας καὶ μετριότητος; Ἣν τοσοῦτον τιμᾷν ἀπέχομεν, ὥστε ἀγαπῴην ἂν, εἰ μὴ καὶ θρασύτεροι πάντων εἴημεν, οἵ γε περὶ μεγίστων κἂν τοῖς μεγίστοις ταύτην ἐπιδεικνύμεθα.
tle before the Passion, and praying, who? The same again. Such indeed was the preference shown by Christ. And the rest of their good order and discipline, how great was it! Peter asks one thing, Philip another, Judas another, Thomas another, and someone else another; and neither do all ask the same thing, nor one ask all things, but each in turn and one by one. What each needed, thou mightest say? Yet how does that strike thee? Philip wishes to say something, and does not venture alone, but takes Andrew also with him. Peter needs to inquire about something, and puts John forward by a nod. Where is harshness here? And where the love of rule? How could they have shown more clearly that they were disciples of Christ, Who is meek and lowly in heart, and a servant for our sakes who are His servants, and Who refers all glory in all things to the Father, that He might give us a pattern of good order and moderation? Which we are so far from honouring that I should be content if we were not even more audacious than all men, we who make a display of this audacity concerning the greatest things and in the greatest matters.
ΙΘʹ. Οὐκ οἶσθα, ὅτι το ταπεινὸν, οὐκ ἐν τοῖς μικροῖς κρίνεται τοσοῦτον (γένοιτο γὰρ ἂν καὶ δι' ἔνδειξιν καὶ ψευδῆ μόρφωσιν ἀρετῆς), ὅσον ἐν τοῖς μείζοσι δοκιμάζεται; Καὶ ταπεινόφρων ἐμοὶ, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους, καὶ ὀλιγάκις, οὐδ' ὅστις ταπεινῶς προσαγορεύει τὸν ἀτιμότερον, ἀλλ' ὅστις μετρίως περὶ Θεοῦ φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδε, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογεῖν τὴν ἄγνοιαν, καὶ παραχωρεῖ τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματικώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Αἰσχρὸν γὰρ ἐσθῆτος μὲν καὶ διαίτης, μὴ τὴν ὑψηλοτέραν αἱρεῖσθαι, ἀλλὰ τὴν εὐτελεστέραν, καὶ τύλοις γονάτων, καὶ δακρύων πηγαῖς, ἔτι δὲ νηστείαῖς, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις, κόπῳ καὶ πᾶσιν ὑπωπιασμοῖς τὸ ταπεινὸν ἐπιδείκνυσθαι, καὶ τὴν τῆς ἰδίας ἀσθενείας συναίσθησιν· αὐτοκράτορα δὲ εἶναι καὶ τύραννον ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ μηδενὶ τὸ παράπαν ὑφίεσθαι, καὶ τὴν ὀφρὺν αἴρειν ὑπὲρ πάντα νομοδιδάσκαλον· ἔνθα τὸ ταπεινὸν μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν.
XIX. Knowest thou not that humility is not judged so much in small things (for that might come to pass even for display and a false semblance of virtue) as it is tested in greater things? And humble-minded in my judgement is not he who speaks little of himself, and that before few and seldom, nor he who lowly addresses an inferior, but he who speaks moderately concerning God; and knows how to utter some things, and to hold back others, and concerning others to confess his ignorance, and yields the discourse to him who has been entrusted with it, and accepts that another is more spiritual and further advanced in contemplation. For it is shameful indeed in clothing and diet not to choose the loftier, but the meaner, and by calluses of the knees, and fountains of tears, and moreover by fastings, and vigils, and sleeping on the ground, by toil and all buffetings of the body, to display humility and the consciousness of one's own weakness; and yet in discourses concerning God to be an autocrat and a tyrant, and to yield to no one at all, and to lift up the brow above every teacher of the law—where humility, together with good repute, possesses safety also.
Κʹ. Τί οὖν; σιωπησόμεθα περὶ Θεοῦ, καὶ τοῦτο κελεύεις (ὑπέκρουέ τις τῶν θερμοτέρων); Καὶ περὶ τίνος μᾶλλον, ἢ τούτου φθεγξόμεθα; Καὶ ποῦ θήσομεν τὸ, Διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ
XX. What then? Shall we keep silence concerning God, and dost thou command this (interjected one of the more fervent)? And concerning what rather than this shall we speak? And where shall we place the saying, His praise shall continually be in my mouth; and, I will bless the Lord at all
Notes, col. 196

On the reading

Printed το, for τὸ.

Printed νηστείαῖς, for νηστείαις.

PG 36:197Read from the page
καιρῷ· καὶ, Ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· καὶ, Ἰδοὺ, τὰ χείλη μου οὐ μὴ κωλύσω· καὶ τοιαῦτα ἐρεῖ μεμελετημένα, καὶ ὡρισμένα ῥήματα; Πρὸς ὃν δεῖ πράως καὶ μὴ χαλεπῶς ἀπαντῆσαι τοῖς λόγοις, ἐντεῦθεν διδάσκοντας εὐταξίαν. Οὐ σιωπᾷν διακελεύομαι, ὦ σοφώτατε, ἀλλὰ μὴ φιλονείκως ἵστασθαι· οὐ κρύπτειν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διδάσκειν παρὰ τὸν νόμον. Ἐγὼ πρῶτος τῶν ἐπαινούντων εἰμὶ σοφίαν, κἀν τοῖς θείοις λόγοις ἀσχολουμένων, ἢ ἀσχολεῖσθαί γε βουλομένων· καὶ μή ποτε πρὸ ταύτης τι θείην τῆς ἀσχολίας, μηδὲ ταλαίπωρος ὑπ' αὐτῆς ἀκούσαιμι τῆς Σοφίας, ὡς σοφίαν καὶ παιδείαν ἐξουθενῶν. Φεύγω δ' ὅμως τὸ ἄμετρον, καὶ κολάζω τὴν ἀπληστίαν· καὶ ἀργὸς εἶναι μᾶλλον τοῦ δέοντος, ἢ περίεργος δέχομαι, ἂν μὴ ἀμφότερα διαφεύγειν ἐξῇ, καὶ τοῦ μετρίου τυγχάνειν· καὶ δειλότερος μᾶλλον τοῦ δέοντος, ἢ θρασύτερος. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ κωλύοντά με τροφῆς ἀμετρίαν, καὶ καθόλου τροφὴν κωλύειν κατῃτιῶ· ἢ καὶ τυφλότητα ἐπαινεῖν, σωφρόνως ὁρᾷν εἰσηγούμενον.
season; and, My throat shall meditate truth (Prov. 8:7); and, Behold, I will not restrain my lips (Ps. 39:10); and will he utter such studied and appointed words? Whom one must meet gently and not harshly in words, teaching good order from this. I do not bid you keep silence, O wisest of men, but not to stand contentiously; not to hide the truth, but not to teach contrary to the law. I am first among those who praise wisdom, and who busy themselves in the divine words, or at least wish to busy themselves; and may I never set anything before this pursuit, nor, wretched man, hear myself reproached by Wisdom herself as despising wisdom and instruction (Wisd. 3:11). Yet I shun excess, and chastise insatiability; and I choose to be more idle than is needful rather than over-curious, if it be not possible to escape both and hit the mean; and more timid than is needful rather than bolder. But you do something similar, as though, when I forbade excess of food, you accused me of forbidding food altogether; or of praising blindness when I counselled to look soberly.
ΚΑʹ. Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι, φησὶ, καὶ οὐδεὶς ὁ κωλύσων· εἰ δὲ μὴ, δεσμὸς κείσθω σοῖς χείλεσι. Πόσῳ μᾶλλον ἁρμόζει τοῦτο τοῖς εἰς τὸ διδάσκειν ἑτοίμοις; Εἰ μὲν ἔστι σοι καιρὸς, δίδαξον· εἰ δὲ μὴ, τὴν γλῶσσαν πεδήσας, λῦσον τὴν ἀκοήν. Μελέτα μὲν ἐν τοῖς θείοις, ἀλλ' εἴσω τῶν ὅρων μένων. Φθέγγου μὲν τὰ τοῦ Πνεύματος, καὶ, εἰ δυνατὸν, μηδ' ἄλλο τι· καὶ φθέγγου μᾶλλον ἢ ἀνάπνει (καλὸν γὰρ τοῦτο καὶ ἔνθεον, τῇ μνήμῃ τῶν θείων, ἀεὶ κεντρίζεσθαι πρὸς Θεόν), ἀλλ' ἃ προσετάχθης διανοούμενος. Μὴ περιεργάζου Πατρὸς φύσιν, Υἱοῦ μονογενοῦς οὐσίωσιν, Πνεύματος δόξαν καὶ δύναμιν, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα καὶ λαμπρότητα, τὴν ἀμέριστον καὶ φύσιν, καὶ ὁμολογίαν, καὶ δόξαν, καὶ τῶν πεπιστευκότων ἐλπίδα. Ἔχου τῶν συντρόφων ῥημάτων· ὁ λόγος ἔστω τῶν σοφωτέρων. Ἀρκεῖ σοι τὸν θεμέλιον ἔχειν· ἐποικοδομείτω δὲ ὁ τεχνίτης. Ἀρκεῖ τῷ ἄρτῳ τὴν καρδίαν στηρίζεσθαι· τὰ ὄψα δὲ τοῖς πλουσίοις συγχώρησον. Οὐδεὶς κρίνει σε, μὴ τρέφοντα πολυτελῶς, τῶν νοῦν ἐχόντων· ἀλλ' ἐὰν μὴ παραθῇς ἄρτον, μηδὲ ποτίσῃς ὕδωρ, εἴτουν μαθητὴν Χριστοῦ, εἴτε ἄλλον τινὰ μέχρι τούτων δυνάμενος. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, ἡ σοφία διακελεύεταί σοι· μὴ συμπαρεκτείνου, πένης ὢν, πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν
Chapter XXI. If you have a word of understanding, answer, he says, and there is no one who will hinder; but if not, let a bond be laid upon your lips (Ecclus. 5:14). How much more does this befit those who are ready for teaching? If indeed you have opportunity, teach; but if not, having fettered your tongue, loose your hearing. Meditate indeed on divine things, yet remaining within the bounds. Utter indeed the things of the Spirit, and, if possible, nothing else; and utter them rather than breathe (for this is noble and divinely inspired, to be ever spurred towards God by the remembrance of divine things), yet pondering the things that you have been commanded. Do not pry over-curiously into the nature of the Father, the substantive being of the only-begotten Son, the glory and power of the Spirit, the one Godhead and splendour in the Three, the undivided nature, and confession, and glory, and hope of those who have believed. Hold fast to the familiar words; let discourse belong to the wiser. It suffices for you to have the foundation; let the craftsman build upon it. It suffices for the heart to be strengthened with bread; leave the delicacies to the rich. No one of those who have sense judges you for not feeding sumptuously; but if you do not set forth bread, nor give water to drink, whether to a disciple of Christ or to anyone else, when you are able to go thus far. Be not hasty in words, wisdom bids you (Ecclus. 5:1); do not stretch yourself out alongside a rich man when you are poor, nor seek than the wise
PG 36:200Read from the page
εἶναι σοφώτερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπεραίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι' ἀμετρίαν. Κρεῖττον ὄντα σοφὸν, ὑφίεσθαι δι' ἐπιείκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνεσθαι. Τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δὲ ὑπὲρ ταύτην εἶναι δειλότερος. Ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.
to be wiser. It is wisdom also to know oneself, and not to be lifted up overmuch, nor to suffer the same thing as voices, which fail altogether if they are strained beyond measure through excess. It is better, being wise, to yield out of fairness, than, being ignorant, to overreach through boldness. Let your swiftness be as far as the confession, if ever you should be demanded this; but beyond this, to be more timid. For there slowness holds the danger, whereas here swiftness does.
ΚΒʹ. Τί σοι δεινὸν, ἐὰν μὴ πᾶσι λόγοις ἐνδυναστεύσῃς, καὶ τὴν προεδρίαν ἔχῃς ἐπὶ παντὸς προβλήματος, ἢ ζητήματος, ἀλλ' ἕτεροί σου φανῶσιν, ἢ σοφώτεροι, ἢ θρασύτεροι; Τῷ Θεῷ χάρις, ὅτι καὶ τὰ ἐξαίρετα δίδωσι, καὶ διὰ τῶν κοινῶν, σώζειν ἐπίσταται. Καὶ τοῦτο οὐ περὶ λόγους μόνον τὸ θαῦμα, ἀλλὰ καὶ περὶ τὴν δημιουργίαν αὐτὴν, εἴ ποτε κατενόησας. Οὔτε ἐν τοῖς κτίσμασι τὰ πρωτεῖά τινών ἐστιν, ἀλλὰ πάντων, καὶ κοινὴ χάρις τοῦ ἑνὸς πλάσματος· οὔτε ἐν τῇ πίστει τὰ σώζοντα τῶν δυνατωτέρων, ἀλλὰ τῶν βουλομένων. Τί κάλλιον ἀέρος, πυρὸς, ὕδατος, γῆς, ὑετῶν, καρπῶν ἡμέρων τε καὶ ἀγρίων, στέγης, ἐνδύματος; Τούτων ἡ μετουσία κοινὴ, τῶν μὲν καὶ παντάπασι, τῶν δὲ μετρίως· καὶ οὐδεὶς οὕτω τύραννος, ὥστε μόνος ἀπολαῦσαι τῆς κοινῆς χάριτος. Ἀνατέλλει τὸν ἥλιον ὁμοτίμως, βρέχει πλουσίοις καὶ πένησι· κοινὴ νυκτὸς καὶ ἡμέρας ἐναλλαγὴ, κοινὸν δῶρον ὑγίεια, κοινὸς ὅρος ζωῆς, κοινὸν μέτρον καὶ χάρις σώματος, κοινὸν αἰσθήσεων δύναμις· τάχα δὲ καὶ πλεῖον ὁ πένης ἔχει, τὸ ἐπὶ τούτοις πλεῖον εὐχαριστεῖν, καὶ ἀπολαύειν ἥδιον τῶν κοινῶν, ἢ τῶν ἐκ περιουσίας οἱ δυνατώτεροι. Ταῦτα μὲν οὖν κοινὰ, καὶ ὁμότιμα, καὶ Θεοῦ δικαιοσύνης γνωρίσματα· ὁ χρυσὸς δὲ, καὶ οἱ διαφανεῖς λίθοι καὶ ἀγαπώμενοι, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ καὶ περίεργος, καὶ ἡ φλεγμαίνουσα καὶ ἐκμαίνουσα τράπεζα, καὶ τὰ περιττὰ τῆς κτήσεως, ὁ πόνος τῶν κεκτημένων, ὀλίγων ἐστὶν ἐγκαλλωπίσματα.
Chapter XXII. What is there terrible for you, if you do not hold sway in all discourses, and have the chief seat upon every problem or question, but others appear either wiser or bolder than you? Thanks be to God, that He both gives what is extraordinary, and knows how to save through the things that are common. And this wonder is not concerning words only, but also concerning creation itself, if ever you have observed it. Neither among creatures do the chief things belong to some, but to all, and common is the grace of the one fashioning; nor in the faith do the things that save belong to the more powerful, but to those who are willing. What is fairer than air, fire, water, earth, rains, fruits both cultivated and wild, shelter, clothing? Participation in these is common, of some things altogether so, and of others in due measure; and no one is such a tyrant as to enjoy the common grace alone. He makes the sun to rise with equal honour (Matt. 5:45), He rains upon rich and poor; common is the alternation of night and day, a common gift is health, common the bound of life, common the measure and grace of the body, a common thing the power of the senses; and perhaps the poor man has even more, in giving thanks the more over these things, and enjoying common things more pleasantly than the more powerful enjoy those from their abundance. These things, then, are common, and of equal honour, and tokens of God's righteousness; whereas gold, and transparent and beloved stones, and whatever raiment is soft and over-wrought, and the inflamed and maddening table, and the superfluities of possession, the toil of their possessors, are the ornaments of a few.
ΚΓʹ. Τοῦτο καὶ περὶ τὴν πίστιν ἐγὼ θεωρῶ. Κοινὰ, νόμος, προφῆται, Διαθῆκαι, λόγια Διαθηκῶν, χάρις, παιδαγωγία, τελείωσις, πάθη Χριστοῦ, καινὴ κτίσις, ἀπόστολοι, Εὐαγγέλια, διανομὴ Πνεύματος,
Chapter XXIII. This I observe concerning the faith also. Common are the law, the prophets, the Covenants, the oracles of the Covenants, grace, tutors' guidance, perfection, the sufferings of Christ, the new creation, the apostles, the Gospels, the distribution of the Spirit,
PG 36:201Read from the page
πίστις, ἐλπὶς, ἀγάπη εἰς Θεόν τε καὶ ἐκ Θεοῦ, καὶ οὐ πρὸς μέτρον, ὡς ἡ τοῦ μάννα ποτὲ δωρεὰ τῷ ἀχαρίστῳ Ἰσραὴλ καὶ ἀγνώμονι· ἀλλὰ καθ' ὅσον ἕκαστος βούλεται, ἀνάβασις, ἔλλαμψις, ὀλίγη μὲν ἡ ἐντεῦθεν, τρανοτέρα δὲ ἡ ἐλπιζομένη· τὸ μέγιστον, ἡ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐπίγνωσις, καὶ ὁμολογία τῆς πρώτης ἡμῶν ἐλπίδος. Τούτων τί μεῖζον; τί δαὶ κοινότερον; Τὰ δὲ ὑπὲρ ταῦτα, κἂν τῷ σπανίῳ τὸ τιμιώτερον ἔχῃ, ἀλλὰ τῷ γε ἀναγκαίῳ τὸ δεύτερον· ὧν γὰρ ἄνευ τὸ εἶναι Χριστιανὸν οὐχ οἷόν τε, ταῦτα τῶν ὀλίγοις ἐφικτῶν χρησιμώτερα.
faith, hope, love both towards God and from God, and not by measure, like the gift of manna of old to thankless and senseless Israel (Exod. 16:16); but so far as each one wishes, ascent, illumination, slight indeed that which is from here, yet clearer that which is hoped for; and what is greatest, the recognition of Father, and Son, and Holy Spirit, and confession of our first hope. What is greater than these things? And what is more common? While the things beyond these, even if they hold greater value by their rarity, yet in necessity hold second place; for those things without which it is impossible to be a Christian are more useful than the things attainable by a few.
ΚΔʹ. Ὁ μέν τις πλουτεῖ θεωρίᾳ, καὶ ὑπὲρ τοὺς πολλοὺς αἴρεται, καὶ πνευματικὰ συγκρίνει πνευματικοῖς, καὶ ἀπογράφεται τρισσῶς, ἐπὶ τὸ πλάτος τῆς καρδίας, τὸν πάντας οἰκοδομοῦντα λόγον, καὶ τὸν πολλοὺς, καὶ τὸν τινὰς ἀντὶ πλειόνων ἢ πάντων, καὶ οὐκ ἀνέχεται πένης ὢν, καὶ ἐμβατεύει τοῖς βάθεσιν. Ἀνίτω, καὶ ὁδηγείσθω, καὶ ὑπὸ τοῦ νοῦ φερέσθω, καὶ, εἰ βούλεται, μέχρις οὐρανοῦ τρίτου, κατὰ τὸν Παῦλον· μόνον σὺν λόγῳ καὶ ἐπιστήμῃ, καὶ μὴ καταπιπτέτω διὰ τὴν ἔπαρσιν, μηδὲ πτεροῤῥυείτω διὰ τὸ ὕψος τῆς πτήσεως. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτο, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι τῆς ἀνθρωπίνης ἀνανεύσεως τὴν ταπείνωσιν, καὶ ὅσον ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώτατος;
Chapter XXIV. One man is rich in contemplation, and is lifted up above the multitude, and compares spiritual things with spiritual, and inscribes in threefold manner upon the breadth of his heart (Prov. 22:20) the word that builds up all, and that which builds up many, and that which builds up certain ones instead of most or all, and does not endure being poor, and enters into the depths. Let him ascend, and be guided, and be borne aloft by his mind, even, if he wishes, as far as the third heaven, after the manner of Paul (2 Cor. 12:2); only let it be with reason and knowledge, and let him not fall down through elation, nor shed his feathers through the height of his flight. What envy is there of a praiseworthy ascent? And what fall is such as to be pierced through by elation, and not to know the lowliness of human upward striving, and by how much he who is highest of all still falls short of the true height?
ΚΕʹ. Ὁ δὲ ὀλίγος ἐστὶ τὴν διάνοιαν, καὶ πένης τὴν γλῶτταν, καὶ οὐκ οἶδε λόγων στροφὰς, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα, καὶ τὰς Πύῤῥωνος ἐνστάσεις, ἢ ἐφέξεις, ἢ ἀντιθέσεις, καὶ τῶν Χρυσίππου συλλογισμῶν τὰς διαλύσεις, ἢ τῶν Ἀριστοτέλους τεχνῶν τὴν κακοτεχνίαν, ἢ τῆς Πλάτωνος εὐγλωττίας τὰ γοητεύματα, οἳ κακῶς εἰς τὴν Ἐκκλησίαν ἡμῶν εἰσέφησαν, ὥσπερ Αἰγυπτιακαί τινες μάστιγες. Ἔχει καὶ οὗτος ὅθεν σωθῇ. Καὶ διὰ τίνων ῥημάτων; Οὐδὲν τῆς χάριτος πλουσιώτερον. Οὐδὲν δεῖ σοι, φησὶν, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἵν' ἐκεῖθεν ἑλκύσῃς Χριστόν· οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν' ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀνασπάσῃς, ἢ τὴν πρώτην πολυπραγμονῶν φύσιν, ἢ τὴν τελευταίαν οἰκονομίαν. Ἐγγύς σου, φησὶ, τὸ ῥῆμά ἐστιν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρὸν, καὶ ἡ γλῶσσα· ἡ μὲν πιστεύουσα, ἡ δὲ ὁμολογοῦσα.
Chapter XXV. Another is small in understanding, and poor in tongue, and knows not twistings of arguments, nor sayings of the wise and riddles, nor the objections of Pyrrho, or suspensions of judgement, or oppositions, nor the resolutions of the syllogisms of Chrysippus, or the perverse artifice of the arts of Aristotle, or the enchantments of Plato's eloquence, which have wickedly crept into our Church, like certain Egyptian plagues. This man also has wherewith he may be saved. And through what words? Nothing is richer than grace. There is no need for you, he says, to go up into heaven, that you may draw Christ down from there; nor to go down into the abyss, that you may bring Him up from the dead from here (Rom. 10:6-7), busying yourself over-curiously either with His first nature or with His last dispensation. The word is near you, he says (Rom. 10:8); the mind holds this treasure, and so does the tongue: the one believing, the other confessing.
PG 36:204Read from the page
Τί τούτου συντομώτερον τοῦ πλούτου; τί ταύτης τῆς δωρεᾶς εὐκολώτερον; Ὁμολόγησον Ἰησοῦν Χριστὸν, καὶ πίστευσον, ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. Δικαιοσύνη μὲν γὰρ, καὶ τὸ πιστεῦσαι μόνον· σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογῆσαι, καὶ προσθεῖναι τῇ ἐπιγνώσει τὴν παῤῥησίαν. Σὺ μεῖζόν τι σωτηρίας ζητεῖς, τὴν ἐκεῖθεν δόξαν τε καὶ λαμπρότητα· ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον, καὶ τὰς ἐκεῖθεν φυγεῖν βασάνους, Σὺ βαδίζεις τὴν ἀτριβῆ καὶ ἀπρόσιτον· ἐγὼ τὴν τετριμμένην, καὶ ἣ πολλοὺς ἔσωσεν.
What is more concise than this wealth? What is easier than this gift? Confess Jesus Christ, and believe that He has been raised from the dead, and you shall be saved (Rom. 10:9). For righteousness indeed is even believing alone; but complete salvation is both to confess and to add boldness of speech to recognition. You seek something greater than salvation, the glory and splendour from yonder; for me even to be saved is the greatest thing, and to escape the torments yonder. You walk the untrodden and unapproachable way; I the beaten one, and that which has saved many.
ΚϚʹ. Οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν, ἀδελφοὶ, ἀδικώτερον, εἴ γε εἰς τοὺς σοφοὺς ἔπιπτε μόνον, καὶ τοὺς περιττοὺς ἐν λόγῳ, καὶ ταῖς λογικαῖς ἀποδείξεσι· τοὺς πολλοὺς δὲ ἔδει, καθάπερ χρυσοῦ, καὶ ἀργύρου, καὶ τῶν ἄλλων, ὁπόσα τίμια κάτω, καὶ περισπούδαστα τοῖς πολλοῖς, οὕτω δὴ καὶ ταύτης ἀποτυγχάνειν· καὶ τὸ μὲν ὑψηλόν τε καὶ εἰς ὀλίγους φθάνον, φίλον ἦν Θεῷ καὶ οἰκεῖον· τὸ δὲ ἐγγυτέρω, καὶ τοῖς πολλοῖς ἐφικτὸν, ἀπόπτυστον καὶ ἀπόβλητον. Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ μετριώτεροι τοῦτο πάθοιεν ἂν, ὥστε μὴ τὰς κατὰ δύναμιν ἀπαιτεῖν τιμὰς, ἀλλὰ χαίρειν μόνον ταῖς προεχούσαις, μήτιγε δὴ Θεός· οὗ πολλῶν ὄντων ἐφ' οἷς θαυμάζεται, οὐδὲν οὕτως, ὡς τὸ πάντας εὐεργετεῖν, ἰδιώτατον. Μὴ ἀτίμαζε τὸ εἰωθὸς, μὴ θήρευε τὸ καινὸν, ἵν' εὐδοκιμήσῃς ἐν τοῖς πλείοσι. Κρείσσων μικρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρότητος, παιδευέτω σε τῇ συμβουλῇ Σολομών· καὶ, Κρείσσων ἄπορος πορευόμενος ἐν ἁπλότητι αὐτοῦ (μία καὶ αὕτη τῶν παροιμιῶν σοφῶς ἔχουσα), ὁ πένης ἐν λόγῳ καὶ γνώσει, καὶ τοῖς ἁπλοῖς ῥήμασιν ἐπερειδόμενος, καὶ ἐπὶ τούτων ὥσπερ ἐπὶ λεπτῆς σχεδίας διασωζόμενος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν ἀποδείξει λόγου θαῤῥοῦντα σὺν ἀμαθίᾳ, καὶ κενοῦντα τὸν σταυρὸν τοῦ Χριστοῦ, πρᾶγμά τι λόγου κρεῖττον, διὰ τῆς ἐν λόγοις δυνάμεως, ἔνθα τὸ ἀσθενὲς τῆς ἀποδείξεως, τῆς ἀληθείας ἐστὶν ἐλάττωσις.
Chapter XXVI. Nothing would be more unjust than our faith, brethren, if indeed it fell to the wise alone, and to those redundant in speech and in logical demonstrations; while the multitude had to miss attaining this too, just as they do gold, and silver, and all other things that are precious below and eagerly pursued by the many; and what is lofty and reaches a few were dear to God and His own, whereas what is nearer and attainable by the many were spat upon and cast away. For not even the more moderate of men would suffer this, so as not to ask for honours according to ability, but to rejoice only in the pre-eminent ones, much less God, of Whom, though there are many things for which He is marvelled at, nothing is so peculiarly His own as doing good to all. Do not dishonour what is customary, do not hunt after what is novel, in order to win repute among the majority. Better is a small portion with security, than a great one with unsoundness (Prov. 16:8), let Solomon instruct you by his counsel; and, Better is a poor man walking in his simplicity (Prov. 19:1) (this too being one of the proverbs that is wisely put), the man poor in speech and knowledge, and leaning upon simple words, and brought safely through upon these as if upon a slender raft, above a crooked-lipped fool, who trusts in demonstration of speech along with ignorance, and empties the cross of Christ (1 Cor. 1:17), a reality superior to speech, through power in words, where the weakness of the demonstration is a diminution of the truth.
ΚΖʹ. Τί πρὸς οὐρανὸν ἀνίπτασαι, πεζὸς ὤν; Τί πύργον οἰκοδομεῖς, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; Τί καὶ σὺ μετρεῖς τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ, στοιχεῖα μεγάλα, καὶ μόνῳ μετρητὰ τῷ ποιήσαντι; Γνῶθι σαυτὸν πρῶτον· τὰ ἐν χερσὶ κατανόησον· τίς εἶ, καὶ πῶς ἐπλάσθης, καὶ πῶς συνέστης, ἵν' εἰκὼν ᾖς
Chapter XXVII. Why do you fly up towards heaven, when you are a walker on foot? Why do you build a tower, when you do not have the means for completion (Luke 14:28)? Why do you also measure the water with your hand, and the heaven with a span, and all the earth with a handful (Isa. 40:12), great elements, and measurable only by Him Who made them? Know yourself first; observe the things at hand: who you are, and how you were fashioned, and how you were put together, so that you might be an image
Notes, col. 204

On the reading

Printed βασάνους, Σὺ, for βασάνους. Σὺ.

PG 36:205Read from the page
Θεοῦ, καὶ τῷ χείρονι συνδεθῇς, καὶ τί τὸ κινῆσάν σε, τίς ἡ περὶ σὲ σοφία καὶ τί τῆς φύσεως τὸ μυστήριον· πῶς μετρῇ τύπῳ, καὶ νοῦς οὐχ ὁρίζεται, ἀλλ' ἐν ταυτῷ μένων πάντα ἐπέρχεται· πῶς ὄψις ὀλίγη, καὶ ἐπιπλεῖστον φθάνουσα, καὶ πότερον παραδοχή τίς ἐστι τοῦ ὀφθέντος, ἢ πρὸς ἐκεῖνο διάβασις· πῶς τὸ αὐτὸ καὶ κινεῖ, καὶ κινεῖται, διὰ βουλήσεως κυβερνώμενον· τίς δαὶ παῦλα κινήσεως· τίς ὁ τῶν αἰσθήσεων μερισμὸς, καὶ πῶς διὰ τούτων ὁ νοῦς ὁμιλεῖ τοῖς ἔξω, καὶ τὰ ἔξωθεν παραδέχεται· πῶς ἀναλαμβάνει τὰ εἴδη· καὶ τίς ἡ τήρησις τοῦ ἀναληφθέντος, ἣ μνήμη· καὶ τίς ἡ τοῦ ἀπελθόντος ἀνάληψις, ἣ ἀνάμνησις· πῶς λόγος νοῦ γέννημα, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοῖ, καὶ πῶς λόγῳ νόημα διαδίδοται· πῶς τρέφεται διὰ ψυχῆς σῶμα, καὶ πῶς ψυχὴ διὰ σώματος κοινωνεῖ πάθους· πῶς πήγνυσι φόβος, καὶ λύει θάρσος, καὶ συστέλλει λύπη, καὶ διαχεῖ ἡδονὴ, καὶ τήκει φθόνος, καὶ μετεωρίζει τῦφος, καὶ κουφίζει ἐλπίς· πῶς ἐκμαίνει θυμὸς, καὶ αἰδὼς ἐρυθραίνει δι' αἵματος, ὁ μὲν ζέσαντος, ἡ δὲ ἀναχωρήσαντος· καὶ πῶς οἱ χαρακτῆρες τῶν παθῶν ἐν τοῖς σώμασι· τίς ἡ τοῦ λογισμοῦ προεδρία, καὶ πῶς πᾶσι τούτοις ἐπιστατεῖ καὶ ἡμεροῖ τὰ τῶν παθῶν κινήματα· πῶς αἵματι κρατεῖται καὶ πνοῇ τὸ ἀσώματον· καὶ πῶς ἡ τούτων ἔκλειψις, ψυχῆς ἐστιν ἀναχώρησις. Ταῦτα, ἢ τούτων τι κατανόησον, ὦ ἄνθρωπε· οὔπω γὰρ λέγω φύσιν, ἢ κίνησιν οὐρανοῦ, καὶ τάξιν ἀστέρων, καὶ μίξιν στοιχείων, καὶ ζώων διαφορὰς, καὶ δυνάμεων οὐρανίων ὑποβάσεις καὶ ὑπερθέσεις, καὶ πάντα εἰς ὅσα ὁ δημιουργικὸς λόγος καταμερίζεται, καὶ λόγους προνοίας καὶ διοικήσεως· καὶ τότε οὔπω λέγω, Θάῤῥησον· ἀλλ', Ἔτι φοβήθητι προσβῆναι τοῖς ὑψηλοτέροις, καὶ τοῖς μᾶλλον ὑπὲρ τὴν σὴν δύναμιν.
of God, and be bound together with what is worse, and what it is that moved you, what is the wisdom concerning you and what is the mystery of nature: how you are measured by a bodily form, and yet mind is not bounded, but remaining in the same place traverses all things; how sight is small, yet reaches very far, and whether it is a certain reception of the thing seen, or a passing over towards that thing; how the same thing both moves and is moved, steered through volition; and what is the cessation of movement; what is the division of the senses, and how through these the mind converses with external things, and receives things from without; how it takes up forms; and what is the preservation of what has been taken up, which is memory; and what is the recovery of what has departed, which is recollection; how speech is the offspring of mind, and begets speech in another mind, and how thought is transmitted by speech; how body is nourished through soul, and how soul through body shares in passion; how fear freezes, and courage loosens, and grief contracts, and pleasure diffuses, and envy wastes away, and conceit lifts aloft, and hope lightens; how anger drives to frenzy, and shame reddens through blood, the one when it boils up, the other when it withdraws; and how the imprints of the passions are in bodies; what is the presidency of reason, and how it presides over all these and tames the movements of the passions; how that which is bodiless is held fast by blood and breath; and how the failure of these is the departure of soul. Observe these things, or some one of these things, O man; for I do not yet speak of the nature or movement of heaven, and the order of stars, and the mixture of elements, and the differences of living creatures, and the lower gradations and higher ranks of heavenly powers, and all the things into which the creative word is distributed, and the principles of providence and governance; and even then I do not yet say, Take courage; but, Still fear to approach the things that are loftier, and those that are more beyond your power.
ΚΗʹ. Μάλιστα μὲν γὰρ, γυμνασία τῆς περὶ τὰ μείζω φιλονεικίας, ἅπας λόγος δύσερις καὶ φιλότιμος· καὶ δεῖ, καθάπερ τοὺς παῖδας πλάττομεν ἐν τοῖς πρώτοις ἤθεσιν, ἵνα τὴν ὕστερον μοχθηρίαν φύγωσιν· οὕτω δὴ καὶ τῷ λόγῳ, μηδὲ περὶ τὰ μικρὰ φαίνεσθαι θρασὺν καὶ ἀπαίδευτον, ἵνα μὴ περὶ τὰ μείζω τῇ μελέτῃ καταχρησώμεθα. Ῥᾷον γὰρ ἀπ' ἀρχῆς μὴ ἐνδοῦναι κακίᾳ, καὶ προσιοῦσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακόψαι καὶ φανῆναι ταύτης ἀνώτερον· ὥσπερ καὶ πέτραν ἀπ' ἀρχῆς ἐρεῖσαι καὶ κατασχεῖν, ἢ φερομένην ἀνώσασθαι. Εἰ δὲ ἀπληστότερος εἶ, καὶ κατέχειν τὴν
Chapter XXVIII. For above all, every quarrelsome and ambitious discourse is a training-ground for contentiousness concerning greater things; and just as we mould children in their first habits, so that they may escape later wickedness, so indeed in speech also, one must not appear bold and uninstructed even concerning small matters, lest concerning greater matters we misuse our practice. For it is easier from the beginning not to give in to vice, and to escape it as it approaches, than to beat it back as it advances and show oneself superior to it; just as it is also easier to prop up and hold fast a rock from the beginning, than to push it back when it is rushing down. But if you are more insatiable, and to hold back the