Migne Reading Room

PG 36 · cols. 184–193 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:184Read from the page
γῆς, εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ' ὀλίγον, οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον, ἀλλ' ἀπ' ἀρχῆς εἰς τέλος, τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπορευόμενα, πεπηγότα τε καὶ κινούμενα, τὸ μὲν τῷ Λόγῳ, τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν, ἢ γεννήσεται, τοῦτο τοῦ ῥεύματος. Καὶ τάξεως μὲν ἐπικρατούσης, κόσμος, τὸ Πᾶν, καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία, ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς, ἐν δὲ γῇ τοὺς σεισμοὺς, ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις, ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους, ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας, ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας, ἐκαινοτόμησεν. Ταῦτα πάντα οὐ τάξεως, οὐδὲ εἰρήνης, ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλλουμένην δὲ φθορὰν καὶ προσδοκωμένην, μὴ ἄλλο τι, ἀδελφοὶ, ἢ πλεονασμὸν ἀταξίας εἶναι νομίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις, λύει δὲ ἀταξία, ὅταν λῦσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδήσαντι.
earth, in good order and equal measure; and these things not for a little while, nor for one season or time, but from the beginning to the end, guided straight along the same road and revolving, both fixed and moving, the one by the Word, the other by flux: He established them for ever, and for ever and ever; He set a decree, and it shall not pass away. This belongs to stability; and whatever has come to pass, or shall be generated, this belongs to flux. And while order prevails, the All is a cosmos, and its beauty is unshaken. But disorder and unruliness have introduced as novelties thunderbolts in the air, earthquakes in the earth, inundations in the sea, wars in cities and houses, sicknesses in bodies, and sins in souls. All these are names not of order, nor of peace, but of confusion and disorder. And that much-spoken-of and expected dissolution, brethren, let us not deem to be anything else than an excess of disorder. For order binds together, whereas disorder dissolves, whenever it shall please Him Who bound the universe together to dissolve or transform it.
Θʹ. Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν, καὶ τροφὴν, καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνομοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέμνοντα, οὔτε βοῦν δι' ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ' ἥλιον ἐν νυκτὶ μειούμενον, ἢ πληρούμενον, οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ, καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα, καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει, νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος, τὸν ἄνθρωπον, ζῶον λογικὸν, συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῖ, καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε, τὸ δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόνων ἡμᾶς
IX. Order also legislated for all living creatures their generation, and nourishment, and the habitats suitable to each. And neither has anyone seen a dolphin cutting a furrow, nor an ox gliding through water; just as neither the sun waning or waxing by night, nor the moon shining like a torch by day: the high mountains for the stags, the rock a refuge for the hares. He made the moon for seasons; the sun knew his going down; night comes, and man is gathered in by sleep, and the wild beasts roam boldly, and each seeks the food given by the Creator; day comes, and the wild beasts are gathered together, and man hastens to his work; and we give way to one another in order, by the law and reason of nature. I will add what is greatest and most closely concerning us. Order constituted man, a rational living creature, out of a rational and irrational mixture; and bound together mystically and ineffably the dust to the mind, and the mind to the spirit. And that He might work some greater wonder in His own creature, He both preserved and dissolved the same. For He brought in the one and withdrew the other, as in a stream, and wrought immortality for the mortal through dissolution. This also set us over the irrational creatures
Notes, col. 184

On the reading

Printed ἀλόνων, for ἀλόγων.

PG 36:185Read from the page
διέστησε, καὶ πόλεις ᾤκισε, καὶ νόμους ἔθετο, καὶ ἀρετὴν ἐτίμησε, καὶ κακίαν ἐκόλασε, καὶ τέχνας εὕρετο, καὶ συζυγίαν ἡρμόσατο, καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε, καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ, τὸν περὶ Θεὸν ἐνιδρύσατο.
separated, and founded cities, and laid down laws, and honoured virtue, and punished vice, and invented arts, and joined marriage together, and tamed life by the tender affection towards offspring, and implanted the love towards God, something greater than low and carnal desire.
Ιʹ. Καὶ τί δεῖ καθ' ἕκαστον λέγειν; Τάξις, τῶν ὄντων ἐστὶ μήτηρ, καὶ ἀσφάλεια· καὶ τὸ τοῦ Λόγου, μόνη καλῶς ἂν εἴποι, τοῦ πάντα δημιουργήσαντος, εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο, ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· ἡνίκα ἐθεμελίου τὴν γῆν, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανὸν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν δύναμιν ἐχαρίσατο. Ἀλλ' (οὗ χάριν ταῦτα πάντα διῆλθον, καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο), τάξις κἀν ταῖς Ἐκκλησίαις, τὸ μὲν εἶναί τι ποίμνιον, τὸ δὲ ποιμένας διώρισε· καὶ τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν, τὸ δὲ πόδας, τὸ δὲ χεῖρας, τὸ δὲ ὀφθαλμὸν, τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος, πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν καὶ τὸ συμφέρον, ἢ προεχομένων, ἢ προεχόντων· καὶ, ὥσπερ ἐν τοῖς σώμασιν, οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη, ἀλλ' ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ διαφόρων συγκείμενον· οὔτε ταυτὸ πάντων ἐνέργημα, εἰ καὶ ταυτὸ τὸ χρήζειν ἀλλήλων εἰς ἀνάγκην εὐνοίας τε καὶ συννεύσεως· καὶ οὔτε ὀφθαλμὸς βαδίζει, ἀλλ' ὁδηγεῖ· οὔτε ποὺς προβλέπει, ἀλλὰ μεταβαίνει, καὶ μετατίθησιν· οὔτε γλῶσσα δέχεται φωνὰς, ἀκοῆς γάρ· οὔτε ἀκοὴ φθέγγεται, γλώσσης γάρ· καὶ ῥὶς μὲν, ὀδμῶν αἰσθητήριον· λάρυγξ δὲ σῖτα γεύεται, φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον· νοῦς δὲ τοῖς πᾶσιν ἡγεμὼν, παρ' οὗ τὸ αἰσθάνεσθαι, καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ' ἡμῖν, τῷ κοινῷ Χριστοῦ σώματι.
X. And what need is there to speak of each singly? Order is the mother and safety of things that exist; and she alone might well utter that saying of the Word Who created all things, if indeed she should receive a voice: When the universe was given substance by God and was framed, I was by Him fitting it together; when He prepared His throne upon the winds, and made strong the clouds above; when He laid the foundations of the earth, and set as secure the fountains under heaven, and by the Spirit of His mouth bestowed all power. But (for the sake of which I have gone through all these things, and towards which my discourse has long been hastening), order in the Churches also has appointed that one part should be a flock, and another pastors; and that one should rule, and another be ruled; and that one should be as it were a head, another feet, another hands, another an eye, and another some other of the members of the body, for the harmony and profit of the whole, whether of those excelled or of those excelling; and, just as in bodies, neither are the members torn asunder from one another, but the whole is one body compounded of different parts; nor is the operation of all the same, even if their needing one another for the necessity of goodwill and agreement is the same; and neither does the eye walk, but guides; nor does the foot foresee, but steps onward and shifts its place; nor does the tongue receive sounds, for that belongs to hearing; nor does hearing utter speech, for that belongs to the tongue; and the nose is the organ of smells; and the throat tastes food, says Job; and the hand is the instrument of giving and taking; and the mind is leader over all, from which perception proceeds, and unto which perception returns. So also is it among us, the common body of Christ.
ΙΑʹ. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ δὲ καθ' ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ συντιθέμενα Πνεύματος. Κἀν τοῖς ἀρχομένοις πάλιν, ἴσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλι-
XI. For we all are one body in Christ, and severally members of Christ and of one another. For one rules and presides, and another is led and directed; and the two do not perform the same work, since to rule and to be ruled are not the same; and both become one unto one Christ, fitted together and compacted by the same Spirit. And again among those who are ruled, there is an equal difference both in instruction, and in practice, and in age-
PG 36:188Read from the page
κίᾳ διεστηκόσι· καν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἓν, τὰ χαρίσματα δὲ οὐκ ἴσα, ὅτι μηδὲ τὰ δοχεῖα τοῦ πνεύματος. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προστασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν, ἑρμηνεῖαι γλωσσῶν, τὰ μείζω χαρίσματα, καὶ τὰ δεύτερα, κατὰ τὴν ἀναλονίαν τῆς πίστεως
standing; and among those who lead, how great is the difference! And the spirits of the prophets are subject to the prophets, as Paul says, doubt it not. And God, says he, has set some in the Church, first apostles, secondarily prophets, thirdly pastors and teachers: first because of the truth, secondarily because of the shadow, thirdly because of the measure of profit and illumination. And the Spirit indeed is one, but the gifts are not equal, because neither are the vessels of the Spirit equal. For to one is given by the Spirit the word of wisdom and contemplation, to another the word of knowledge or revelation, to another steadfast and unwavering faith, to another the workings of powers and higher miracles, to another the gifts of healings, helps, that is, protections, governments, that is, disciplines of the flesh, kinds of tongues, interpretations of tongues, the greater gifts and the secondary, according to the proportion of faith
ΙΒʹ. Ταύτην αἰδώμεθα τὴν τάξιν, ἀδελφοὶ, ταύτην φυλάττωμεν. Ὁ μὲν ἔστω τις ἀκοὴ, ὁ δὲ γλῶττα, ὁ δὲ χεὶρ, ὁ δὲ ἄλλο τι τούτων. Ὁ μὲν διδασκέτω, ὁ δὲ μανθανέτω· ὁ δὲ ἐργαζέσθω τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν εἰς μετάδοσιν τοῦ δεομένου καὶ χρήζοντος. Ὁ μὲν ἀρχέτω καὶ προβεβλήσθω· ὁ δὲ δικαιούσθω διὰ τῆς ὑπουργίας· καὶ ὁ διδάσκων ἐγκόσμως. Προφῆται γὰρ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἄλλου δὲ τρανωθέντος, ὁ πρῶτος ὑποχωρείτω. Καὶ ὁ μανθάνων, ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν, ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν, ἐν προθυμίᾳ. Μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες διερμηνεύωμεν. Μέγα τὸ περὶ Θεοῦ λαλεῖν; Ἀλλὰ μεῖζον τὸ ἑαυτὸν καθαίρειν Θεῷ· ἐπειδὴ εἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Καὶ σπείρειν ἐκελεύσθημεν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς, ἵνα καὶ φωτισθῶμεν τῷ φωτὶ τῆς γνώσεως. Καὶ Παῦλος, διὰ τοῦ ἀγαπᾷν ἡμᾶς τὸν Κύριον, ὑπὸ Κυρίου γινώσκεσθαι βούλεται, διὰ δὲ τοῦ γιγνώσκεσθαι, τὸ διδάσκεσθαι, καὶ ταύτην ὁδὸν βελτίονα οἶδεν εἰς γνῶσιν, τῆς φυσιούσης οἰήσεως.
XII. Let us reverence this order, brethren, let us guard this. Let one be an ear, another a tongue, another a hand, another some other of these members. Let one teach, and another learn; let another work with his own hands that which is good, for imparting to him who is in need and want. Let one rule and be set in authority; let another be justified through service; and he who teaches, let him do so with modesty. For let the prophets speak two or three, and by course, and let one interpret. But if anything be made clear to another, let the first give way. And he who learns, in obedience; and he who bestows, in cheerfulness; and he who ministers, in readiness of mind. Let us not all be a tongue, that which is most ready; let us not all be apostles, let us not all be prophets, let us not all interpret. Is it a great thing to speak concerning God? Yet it is a greater thing to purify oneself for God; since wisdom will not enter into a malicious soul. And we have been commanded to sow unto righteousness, and to reap the fruit of life, that we may also be enlightened with the light of knowledge. And Paul wishes that through our loving the Lord we should be known by the Lord, and through being known, be taught; and he knows this way unto knowledge to be better than the conceit that puffs up.
ΙΓʹ. Μέγα τὸ διδάσκειν; Ἀλλὰ τὸ μανθάνειν ἀκίνδυνον. Τί σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; Τί γίνῃ κεφαλὴ, ποὺς τυγχάνων; Τί στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; Τί τὰ μεγάλα καὶ οὐκ ἀσφαλῆ κέρδη τῆς θαλάσσης ἐπιδιώκεις, ἐνὸν ἀκινδύνως γεωργεῖν γῆν, εἰ καὶ κερδαίνοις
XIII. Is it a great thing to teach? Yet to learn is free from danger. Why dost thou make thyself a shepherd, being a sheep? Why dost thou become a head, happening to be a foot? Why dost thou attempt to command an army, when stationed among the soldiers? Why dost thou pursue the great and unsafe gains of the sea, when it is in thy power to till the earth without danger, even though thou shouldst gain
Notes, col. 188

On the reading

Printed καν, for κἀν.

Printed ἀναλονίαν, for ἀναλογίαν.

PG 36:189Read from the page
ἐλάσσονα; Καὶ εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασταί σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμένην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ· καὶ ταύτην, ὅταν καιρὸν λάβῃς, καὶ πιστευθῇς. Τί γὰρ ἔχεις παρὰ σεαυτοῦ, ὃ μὴ δέδοται, μηδὲ εἴληφας; Εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερπὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι. Τί χρήζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι' ἀσθένειαν; Φθέγγου μὲν, εἴ τι κρεῖττον σιωπῆς ἔχεις (καὶ γὰρ τὸ τάξιν στείλασθαι χείλεσιν ἐπαινούμενον, ἔγνως)· ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν· καὶ τὰ μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι· καὶ τὰ μὲν ἐπαινέσαι, τὰ δὲ μὴ πικρῶς ἀποπέμψασθαι.
less? And if indeed thou art a man in Christ, and thy senses have been exercised, and the light of knowledge is bright in thee, speak the wisdom of God which is spoken among the perfect, even that which is hidden in a mystery; and this, when thou receivest an opportunity and art entrusted with it. For what hast thou of thyself which has not been given, and which thou hast not received? But if thou art still a babe, and creeping on the ground in understanding, and not capable of ascending to higher things, become a Corinthian, be fed with milk. Why dost thou need more solid food, which the members do not consume nor turn into nourishment because of weakness? Utter speech indeed, if thou hast anything better than silence (for thou knowest that to set order upon the lips is praised); but love quietness where keeping silence is better than speech; and love to speak some things, and to hear others; and to praise some things, and not bitterly to reject others.
ΙΔʹ. Οὐκ ἴστε τὸν ἀγῶνα τὸν ἡμέτερον, ἀδελφοὶ, τῶν σοβαρῶς ἐνταῦθα προκαθεζομένων, καὶ ταῦτα νομοθετούντων ὑμῖν τοῖς πολλοῖς. Τάχα δὲ οὐδὲ ἡμῶν αὐτῶν οἱ πλείους γιγνώσκομεν (ὃ καὶ δακρύειν ἄξιον), ὅπως παρὰ Θεῷ ταλαντεύεται καὶ νόημα πᾶν, καὶ λόγος, καὶ πρᾶξις· καὶ οὐ παρὰ Θεῷ μόνον, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς πλείστοις· οἳ βραδεῖς μέν εἰσι τῶν ἰδίων κριταὶ, ταχεῖς δὲ τῶν ἀλλοτρίων ἐξετασταὶ, καὶ ῥᾷον ἂν ἄλλοις τὰ μέγιστα, ἢ τὰ ἐλάχιστα ἡμῖν συγχωρήσαιεν· κἂν ὦσιν ἀμαθέστεροι, θᾶττον ἂν ἡμῶν ἀσέβειαν καταγνοῖεν, ἢ μετρίαν ἑαυτῶν ἄγνοιαν. Οὐκ ἴστε, πηλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπὴ, καὶ τὸ μὴ ἀνάγκην ἔχειν λόγου παντὸς, ὥστε κατ' ἐξουσίαν, τὸν μὲν αἱρεῖσθαι, τὸν δὲ ἀποδιδράσκειν, καὶ ταμιεύειν ἑαυτῷ καὶ λόγον καὶ σιωπήν. Φύσει μὲν γὰρ ἅπας λόγος σαθρὸς καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντιμαχόμενον λόγον ἐλευθερίαν οὐκ ἔχων· ὁ δὲ περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. Καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν, ἢ λόγον, ἢ ἀκοὴν, ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος; Καὶ γὰρ νοῆσαι χαλεπὸν, καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης ἐπιτυχεῖν ἐργωδέστερον.
XIV. You know not our struggle, brethren—of us who sit here in stately presidency and lay down these laws for you the multitude. And perhaps not even the greater part of us ourselves know (which is even worthy of tears) how before God every thought, and word, and deed is weighed in the balance; and not before God only, but also before the most part of men, who are slow judges of their own affairs, but swift examiners of those of others, and would more easily forgive the greatest faults to others than the least to us; and even though they be more unlearned, would sooner condemn us of impiety than themselves of moderate ignorance. You know not how great a gift from God silence is, and not having the necessity of every discourse, so as at one's own discretion to choose the one and shun the other, and to dispense for oneself both speech and silence. For by nature every discourse is frail and easily shaken, and lacking freedom because of the counter-warring discourse; and that concerning God all the more so, the greater the subject is, and the more abundant the zeal, and the more grievous the danger. And fearing what, in what shall we be confident? Mind, or speech, or hearing, when the danger tosses in these three? For indeed to conceive is difficult, and to expound is impracticable, and to light upon a purified hearing is more laborious still.
ΙΕʹ. Φῶς μὲν ὁ Θεὸς, καὶ φῶς τὸ ἀκρότατον, ου βραχεῖά τις ἀποῤῥοὴ, καὶ ἀπαύγασμα κάτω
XV. God indeed is light, and the highest light, of Which a brief efflux and radiance below
Notes, col. 189

On the reading

Printed ου, for οὗ.

PG 36:192Read from the page
φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται· ἀλλ' ὁρᾷς, γνόφον πατεῖ τὸν ἡμέτερον, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, μέσον αὐτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀποβάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴτουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκη! γνῶναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πληρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατής. ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.
reaching us is all light, even though it appear surpassingly bright; yet thou seest, He treads upon our darkness, and made darkness His hiding-place, setting it between Himself and us, just as Moses also of old set the veil between himself and the blindness of Israel, lest a dark nature should easily behold the hidden beauty, worthy of few, and having easily attained it, should easily also cast it away through the facility of possession; but that light might converse with light, ever drawing upwards through desire, and the purified mind might draw near to the most pure, and part might appear now, and part hereafter, as the prize of virtue and of the inclination from hence towards It, or assimilation. For now we see, says he, through a glass and in a riddle, but then face to face; now I know in part, but then shall I know even as also I was known. And how great is our lowliness! And how great the promise! To know God even as much as we have been known. These things says Paul, the great herald of the truth, the teacher of the Gentiles in faith, who fulfilled the wide circle of the Gospel, who lived to no other than to Christ, who reached unto the third heaven, the beholder of Paradise, who longed for dissolution for the sake of perfection.
ΙϚʹ. Καὶ Μωϋσῆς μὲν μόλις εἶδε Θεοῦ τὰ ὀπίσθια διὰ τῆς πέτρας (ἅτινα ταῦτά ἐστι, καὶ ἥτις ἡ πέτρα), καὶ ταῦτα πολλὰ δεηθεὶς, καὶ τυχὼν ὑποσχέσεως· πλὴν ὅτι μὴ, ὅσον ἐπόθησεν, εἶδεν, ἀλλὰ πλέον τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν· Μωϋσῆς, ὁ τοῦ Φαραὼ Θεὸς, ὁ τοσοῦτον ἄγων λαὸν, ὁ τηλικαύτην σημείων ἐπιδειξάμενος δύναμιν. Σὺ δὲ, τίνας ἔθρεψας ἐξ οὐρανοῦ; Ποῖον ὕδωρ ἐκ πέτρας δέδωκας; Ποίαν ἔῤῥηξας θάλασσαν ῥάβδῳ; Τίνα λαὸν διήγαγες ὡς διὰ ξηρᾶς τῆς ὑγρᾶς; Τίνας ἐχθροὺς κατεπόντισας; Τίνας στύλῳ πυρὸς καὶ νεφέλης ὡδήγησας; Τίνα κατεπολέμησας Ἀμαλὴκ εὐχῇ, καὶ χειρῶν ἐκτάσει, καὶ τῷ σταυρῷ προτυπουμένῳ πόῤῥωθεν μυστικῶς, ἵν' ᾖ σοι συμφορὰ τὸ μὴ τελείως καταλαβεῖν Θεὸν, καὶ διὰ τοῦτο πάντα δονῆται, καὶ ἄνω καὶ κάτω φέρηται; Ἐπεὶ δὲ Μωϋσέως ἐμνήσθην, οὐκ ἔμαθες ἐντεῦθεν χαρίσματος ἀκολουθίαν καὶ νόμον τάξεως; Εἰ μὲν εἶ Μωϋσῆς, καὶ τῆς νεφέλης εἴσω χώρησον, καὶ λάλει Θεῷ, καὶ φωνῆς ἄκουε, καὶ δέξαι νόμον, καὶ νομοθέ-
XVI. And Moses indeed scarcely saw the back parts of God through the rock (whatever these are, and whatever the rock is), and that too after praying much and obtaining a promise; save that he saw not as much as he longed for, but what escaped him was more than what appeared to him—Moses, the god of Pharaoh, who led so great a people, who displayed so great a power of signs. But thou, whom hast thou fed from heaven? What water from a rock hast thou given? What sea hast thou cleft with a rod? What people hast thou led through the deep as through dry land? What enemies hast thou drowned in the sea? Whom hast thou guided with a pillar of fire and of cloud? What Amalek hast thou warred down by prayer, and the stretching forth of hands, and the Cross mystically prefigured from afar, that it should be a calamity to thee not to comprehend God completely, and that on this account all things should be shaken and carried upside down? And since I have made mention of Moses, hast thou not learnt from hence the sequence of grace and the law of order? If indeed thou art Moses, enter even within the cloud, and speak to God, and hear His voice, and receive the law, and legis-
Notes, col. 192

On the reading

Printed θεατής., for θεατὴς,.

PG 36:193Read from the page
τησον. Εἰ δὲ Ἀαρὼν, συνανάβηθι μὲν, ἀλλὰ τῆς νεφέλης ἔξω στῆθι πλησίον. Εἰ δὲ Ἰθάμαρ τις, ἢ Ἐλεάζαρ, καὶ τρίτος ἀπὸ Μωϋσέως, ἢ τῆς γερουσίας τις καὶ τῶν Ἑβδομήκοντα, ἔτι πόῤῥωθεν στῆθι, κἂν τῇ στάσει τὸ τρίτον ἔχων. Εἰ δὲ τοῦ λαοῦ καὶ τῶν πολλῶν εἷς, οὐ προσίεταί σε τὸ ὄρος, οὗ κἂν θηρίον θίγῃ, λιθοβοληθήσεται. Κάτω μεῖνον, καὶ μόνης ἄκουε τῆς φωνῆς, καὶ ταύτης, ἁγνίσας σεαυτὸν καὶ καθάρας, ὡς διατέταξαι.
late. But if thou art Aaron, go up indeed with him, yet stand near outside the cloud. And if thou art an Ithamar, or Eleazar, and third from Moses, or one of the senate and of the Seventy, stand yet afar off, being content with the third place in station. But if thou art one of the people and of the multitude, the mountain does not admit thee, which if even a beast touch, it shall be stoned. Remain below, and hear the voice alone, and even this after purifying and cleansing thyself, as thou hast been commanded.
ΙΖʹ. Καὶ ἵνα σε παιδεύσω διὰ πλειόνων, τίς τῶν ἱερέων ἐτελείου τὰς χεῖρας; Μωϋσῆς. Τίς τῶν τελειουμένων ὁ πρῶτος; Ἀαρών. Καὶ ἔτι πρὸ τούτων, τίς τὰ πρὸς Θεὸν ἦν; Καὶ τίς ἀντὶ φωνῆς τῷ λαῷ; Εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων εἰσῄει τίς, πλὴν ἑνός; Ἀεὶ δὲ οὗτος; Οὐδαμῶς· ἀλλ' ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ἦν ὅτε. Ἔφερον δὲ τὴν σκηνὴν τίνες, πλὴν τῶν Λευϊτῶν; Καὶ οὗτοι, καθὼς διετέτακτο, οἱ μὲν τὰ τιμιώτερα ταύτης, οἱ δὲ τὰ δεύτερα, καθὼς ἡ τῶν φερόντων ἀξία; Ἐπεὶ δὲ καὶ φυλάσσεσθαι ταύτην ἔδει, ἐφύλασσον τίνες, καὶ πῶς; Οἱ μὲν τόδε τὸ κλίτος, οἱ δὲ τόδε· καὶ οὐδὲ ἀόριστον, οὐδὲ ἄτακτον, οὐδὲ τῶν ἐλαχίστων. Ἡμεῖς δὲ ἂν μικροῦ δοξαρίου τύχωμεν, ἢ οὐδὲ τούτου πολλάκις, ἀλλ' ὡς ἔτυχεν, ἢ δύο, ἢ τρία ῥήματα τῆς Γραφῆς ἐκμελετήσωμεν, καὶ ταῦτα περικεκομμένως καὶ ἀνοήτως (τοῦτο ἐκεῖνο, ἡ αὐθημερινὴ σοφία, καὶ ὁ ἐν Χαλάνῃ πύργος, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν)· καὶ ἀπονοηθῆναι δεῖ κατὰ Μωϋσέως, καὶ γενέσθαι Δαθὰν καὶ Ἀβειρὼν τοὺς ὑβριστὰς καὶ ἀθέους. Ὧν φύγωμεν τὴν αὐθάδειαν, καὶ μηδὲ τὴν ἀπόνοιαν μιμησώμεθα, μηδὲ τὸ τέλος δεξώμεθα.
XVII. And that I may instruct thee through more examples: who consecrated the hands of the priests? Moses. Who was the first of those consecrated? Aaron. And even before these things, who was he that conducted the things pertaining to God? And who was instead of a voice to the people? And into the Holy of Holies who entered, save one? And did he enter always? By no means; but once in the year, and at a stated time. And who bore the tabernacle, save the Levites? And these, according as it had been appointed, some bearing the more honourable parts thereof, and others the secondary parts, according as was the dignity of the bearers? And since it was needful that it should also be guarded, who guarded it, and how? Some on this side, and others on that; and not even the least things were left undefined or unordered. Whereas we, if we obtain some petty glory, or oftentimes not even this, but at random, or if we have conned two or three words of Scripture, and those in a mutilated and senseless manner (that proverb: wisdom of a single day, and the tower in Chalane, which rightly divided the tongues), straightway we must needs rage madly against Moses, and become Dathan and Abiram, those insolent and godless men! Whose self-will let us flee, and neither imitate their madness, nor receive their end.
ΙΗʹ. Βούλει δὲ καὶ ἄλλην σοι παραστήσω τάξιν, καὶ ταύτην ἐπαινετὴν, καὶ ταύτην ἀξίαν τῆς εἰς τὸ παρὸν μνήμης, καὶ νουθεσίας; Ὁρᾷς τῶν Χριστοῦ μαθητῶν, πάντων ὄντων ὑψηλῶν, καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν Πέτρα καλεῖται, καὶ τοὺς θεμελίους τῆς Ἐκκλησίας πιστεύεται, ὁ δὲ ἀγαπᾶται πλέον, καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπαύεται, καὶ φέρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ ὄρος δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ, καὶ τὴν θεότητα παραδείξῃ, καὶ γυμνώσῃ τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον, τίνες συναναβαίνουσιν (οὐ γὰρ πάντες ἐπόπται τοῦ θαύματος); Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων καὶ ὄντες καὶ ἀριθμούμενοι. Παρεῖναι δὲ ἀγωνιῶντι, καὶ ἀναχωροῦντι μι-
XVIII. And wilt thou that I set before thee another order also, both praiseworthy in itself, and worthy of present remembrance and admonition? Thou seest that among the disciples of Christ, though all were exalted and worthy of election, one is called the Rock, and is entrusted with the foundations of the Church, while another is loved more, and rests upon the breast of Jesus, and the rest bear the preference calmly. And when it was needful to go up into the mountain, that He might shine forth in His form, and manifest His Godhead, and unveil Him Who was hidden in the flesh, who go up with Him (for not all are beholders of the wonder)? Peter, and James, and John, who both were and were numbered before the others. And to be present with Him in His agony, and withdrawing a lit-