τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. Εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα φαῖνον ἐν τῇ σκοτίᾳ, τῷ βίῳ τούτῳ, ὑπὸ τῆς ἄλλης σκοτίας, τοῦ πονηροῦ λέγω καὶ τοῦ πειραστοῦ, τὸ σκότος πόσον, ὡς ἀσθενέστερον; Καὶ τί θαυμαστὸν, εἰ ἐκείνου διαφυγόντος παντάπασιν, ἡμεῖς ποσῶς γε καταληφθείημεν; μεῖζον γὰρ ἐκείνῳ τὸ διωχθῆναι, ἤπερ ἡμῖν τὸ καταληφθῆναι, παρὰ τοῖς ὀρθῶς ταῦτα λογιζομένοις. Ἔτι δὲ προσθήσω τοῖς εἰρημένοις ἐκεῖνο, ἐνθυμηθεὶς τὸ, Ἐν ᾧ γὰρ πέπονθεν, αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι, σαφῶς πρὸς τὴν αὐτὴν φέρον διάνοιαν. Ἔσται δὲ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ Πατὴρ, πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ Υἱοῦ, ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης, εἶτα συναφθείσης, μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν, ἀλλ' ὅλος Θεὸς, ὅταν μηκέτι πολλὰ ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως Θεοῦ, ἢ ὀλίγον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ' ὅλοι θεοειδεῖς, ὅλου Θεοῦ χωρητικοὶ καὶ μόνου· τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός· ὃ γὰρ ἐνταῦθα περὶ Θεοῦ φησιν ἀορίστως, ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. Τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην, οὐδὲ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
our own things by His own, and how much is required of us, and how much is pardoned us, our weakness also being reckoned along with the suffering. For if the Light was persecuted, shining through the veil in the darkness, in this life, by the other darkness, I mean the evil one and the tempter, how much more the darkness, as being weaker? And what wonder if, whereas He escaped altogether, we should in some measure at least be overtaken? For to be persecuted is a greater thing for Him than to be overtaken is for us, amongst those who reckon these things rightly. And I will add that also to what has been said, calling to mind the text, For in that He Himself hath suffered, being tempted, He is able to succour them that are tempted (Heb. 2:18), which clearly tends towards the same meaning. And God shall be all in all (1 Cor. 15:28), at the time of restoration; not the Father, as though the Son were altogether dissolved into Him, like a torch torn away for a season from a great pyre and then joined to it again—for let not the Sabellians corrupt this saying either—but the whole God, when we shall no longer be many, as we now are in our movements and passions, bearing in ourselves nothing at all of God, or little, but wholly godlike, receptive of the whole God and of Him alone; for this is the perfection towards which we hasten; and Paul himself above all bears witness to it; for what he here says indefinitely concerning God, elsewhere he clearly defines as Christ. Saying what? Where there is neither Greek nor Jew, circumcision and uncircumcision, barbarian, Scythian, bond, free: but Christ is all, and in all (Col. 3:11).
Ζʹ. Τρίτον, ἀρίθμει τὸ, μεῖζον· τέταρτον τὸ, Θεόν μου καὶ Θεὸν ὑμῶν. Εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δὲ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς; πῶς συμβήσεται τὰ ἀσύμβατα; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι, τῶν ἀδυνάτων· ἢ δῆλον, ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον, τῆς φύσεως; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. Τάχα δ' ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. Τῆς τε
VII. Third, count the word, greater (John 14:28); fourth, My God and your God (John 20:17). Now if He were called greater, and not equal, perhaps this would be something for them; but if we clearly find both, what will the noble men say? What strength is there for them? How shall irreconcilable things be reconciled? For that the same thing should in like manner be both greater than and equal to the same thing is among impossibilities; or is it clear that the greater belongs to the cause, while the equal belongs to the nature? And this out of great fairness we ourselves confess. And perhaps someone else, contending zealously for our argument, might say that to be from such a cause is not inferior to being uncaused. For both