Migne Reading Room

PG 36 · cols. 124–133 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:124Read from the page
δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ Πνεύματος. Οὔτε γὰρ τοῦ Πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ Υἱοῦ πάσχειν, ἢ ὡς περὶ Θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ' οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς Λόγος καὶ παραινέτης. Τοῦτο νοεῖταί μοι ἡ παράκλησις.
truly slavish suspicion, and unworthy of the Spirit! For neither is it belonging to the Father to demand this, nor to the Son to suffer it, or righteous to think thus as concerning God; but by the things which He has suffered as man, He persuades us to endure, as the Word and Exhorter. Thus is the advocacy understood by me.
ΙΕʹ. Δέκατον αυτοις εστιν ἡ ἄγνοια, και το μηδενα γινώσκειν τὴν τελευταίαν ἡμέραν, ἢ ὥραν, μηδὲ τὸν Υἱὸν αὐτὸν, εἰ μὴ τὸν Πατέρα. Καίτοι πῶς ἀγνοεῖ τι τῶν ὄντων ἡ Σοφία, ὁ ποιητὴς τῶν αἰώνων, ὁ συντελεστὴς καὶ μεταποιητὴς, τὸ πέρας τῶν γενομένων, ὁ οὕτω τὰ τοῦ Θεοῦ γινώσκων, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; Τί γὰρ ταύτης τῆς γνώσεως τελεώτερον; Πῶς δαὶ τὰ μὲν πρὸ τῆς ὥρας ἀκριβῶς ἐπίσταται, καὶ τὰ οἷον ἐν χρόνῳ τοῦ τέλους, αὐτὴν δὲ ἀγνοεῖ τὴν ὥραν; Αἰνίγματι γὰρ τὸ πρᾶγμα ὅμοιον, ὥσπερ ἂν εἴ τις τὰ μὲν πρὸ τοῦ τείχους ἀκριβῶς ἐπίστασθαι λέγοι, αὐτὸ δὲ ἀγνοεῖν τὸ τεῖχος· ἢ τὸ τῆς ἡμέρας τέλος εὖ ἐπιστάμενος, τὴν ἀρχὴν τῆς νυκτὸς μὴ γινώσκειν· ἔνθα ἡ τοῦ ἑτέρου γνῶσις, ἀναγκαίως συνεισάγει τὸ ἕτερον. Ἢ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν, ὡς Θεὸς, ἀγνοεῖν δέ φησιν, ὡς ἄνθρωπος, ἄν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου; Τὸ γὰρ ἀπόλυτον εἶναι τοῦ Υἱοῦ τὴν προσηγορίαν καὶ ἄσχετον, οὐ προσκειμένου τῷ Υἱῷ τοῦ τινὸς, ταύτην ἡμῖν δίδωσι τὴν ὑπόνοιαν, ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ ταύτην λογιζομένους.
XV. Tenth for them is the ignorance, and the saying that no one knows the last day or hour, not even the Son Himself, save the Father (Mark 13:32). And yet how is Wisdom ignorant of anything that exists, the Maker of the ages, the Consummator and Transformer, the end of the things that have come into being, Who knows the things of God just as the spirit of man knows the things in him (1 Cor. 2:11)? For what is more complete than this knowledge? And how then does He know accurately the things before the hour, and the things that are as it were at the time of the end, yet is ignorant of the hour itself? For the thing is like a riddle: just as if someone should say that he knows accurately the things in front of the wall, yet is ignorant of the wall itself; or knowing well the end of the day, does not know the beginning of the night—where the knowledge of the one necessarily brings in the other with it. Or is it clear to all that He knows indeed as God, and says that He is ignorant as man, if one distinguish that which is seen from that which is understood? For the fact that the appellation of the Son is absolute and unconditioned, without it being added to the Son whose Son He is, gives us this surmise, so that we take the ignorance in the more pious sense, reckoning it to the human, and not to the divine.
ΙϚʹ. Εἰ μὲν οὖν οὗτος αὐτάρκης ὁ λόγος, ἐνταῦθα στησόμεθα, καὶ μηδὲν πλέον ἐπιζητείσθω· εἰ δὲ μὴ, τό γε δεύτερον, ὥσπερ τῶν ἄλλων ἕκαστον, οὕτω δὴ καὶ ἡ γνῶσις τῶν μεγίστων, ἐπὶ τὴν αἰτίαν ἀναφερέσθω τιμῇ τοῦ γεννήτορος. Δοκεῖ δέ μοί τις, μηδ' ἂν ἐκείνως ἀναγνοὺς, ὡς τῶν καθ' ἡμᾶς φιλολόγων τις, μικρὸν ἐννοῆσαι, ὅτι οὐδὲ ὁ Υἱὸς ἄλλως οἶδε τὴν ἡμέραν, ἢ τὴν ὥραν, ἢ ὡς ὅτι ὁ Πατήρ. Τὸ γὰρ συναγόμενον, ὁποῖον; Ἐπειδὴ ὁ Πατὴρ γινώσκει, διὰ τοῦτο καὶ ὁ Υἱὸς, ὡς δῆλον, ὅτι μηδενὶ γνωστὸν τοῦτο, μηδὲ ληπτὸν, πλὴν τῆς πρώτης φύσεως. Ἐλείπετο περὶ τοῦ ἐντετάλθαι, καὶ τετηρηκέναι τὰς ἐντολὰς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντοτε πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν, ἐξ ὧν ἔπαθε, τὴν ὑπακοὴν, καὶ ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυ-
XVI. Now if this account is sufficient, we shall stop here, and let nothing more be inquired after; but if not, what comes second at least: just as each of the other things, so indeed let the knowledge of the greatest things also be referred to the cause in honour of the Begetter. And it seems to me that someone, reading it even in that way, as a certain lover of learning amongst us did, would perceive no small thing, namely, that neither does the Son know the day or the hour otherwise than because the Father knows it. For what is the conclusion gathered? Since the Father knows, therefore the Son also knows, as is clear because this is knowable or comprehensible to none save the first nature. It remained for us to treat thoroughly concerning His having received a commandment (John 10:18), and having kept the commandments (John 15:10), and having always done the things pleasing to Him (John 8:29); and further concerning perfection, and exaltation, and learning obedience from the things which He suffered (Heb. 5:8), and high priesthood and offering, and betrayal, and supplication unto Him Who was able—
Notes, col. 124

On the reading

Printed αυτοις, for αὐτοῖς.

Printed εστιν, for ἐστὶν.

Printed και, for καὶ.

Printed το, for τὸ.

Printed μηδενα, for μηδένα.

PG 36:125Read from the page
νάμενον σώζειν αὐτὸν ἐκ θανάτου, καὶ ἀγωνίας, καὶ θρόμβων, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτον· εἰ μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων, οὐ περὶ τὴν ἄτρεπτον φύσιν, καὶ τοῦ πάσχειν ὑψηλοτέραν. Ὁ μὲν οὖν περὶ τῶν ἀντιθέτων λόγος, τοσοῦτον, ὅσον ῥίζα τις εἶναι καὶ ὑπόμνημα τοῖς ἐξεταστικωτέροις τῆς τελεωτέρας ἐξεργασίας. Ἄξιον δὲ ἴσως, καὶ τοῖς προειρημένοις ἀκόλουθον, μηδὲ τὰς προσηγορίας τοῦ Υἱοῦ παρελθεῖν ἀθεωρήτους, πολλάς τε οὔσας, καὶ κατὰ πολλῶν κειμένας τῶν περὶ αὐτὸν νοουμένων· ἀλλ' ἑκάστην αὐτῶν, ὅ τί ποτε βούλεται, παραστῆσαι, καὶ δεῖξαι τὸ τῶν ὀνομάτων μυστήριον.
to save Him from death (Heb. 5:7), and agony, and drops of sweat, and prayer (Luke 22:44), and whatever else is of such a kind; were it not manifest to all that such of the names concern that which suffers, not the immutable nature which is higher than suffering. So much, then, for the discourse concerning the objections, enough to be a sort of root and memorandum for more inquisitive minds towards a more complete working out. And it is worthwhile perhaps, and consequent upon what has been said before, not to pass over unexamined the appellations of the Son either, being both many and applied according to the many things understood concerning Him; but to set forth what each of them means, and to show the mystery of the names.
ΙΖʹ. Ἀρκτέον δὲ ἡμῖν ἐντεῦθεν. Τὸ θεῖον ἀκατονόμαστον· καὶ τοῦτο δηλοῦσιν, οὐχ οἱ λογισμοὶ μόνον, ἀλλὰ καὶ Ἑβραίων οἱ σοφώτατοι καὶ παλαιότατοι, ὅσον εἰκάζειν ἔδωκαν. Οἱ γὰρ χαρακτῆρσιν ἰδίοις τὸ θεῖον τιμήσαντες, καὶ οὐδὲ γράμμασιν ἀνασχόμενοι τοῖς αὐτοῖς ἄλλο τι γράφεσθαι τῶν μετὰ Θεὸν, καὶ Θεὸν, ὡς δέον ἀκοινώνητον εἶναι καὶ μέχρι τούτου τὸ θεῖον τοῖς ἡμετέροις, πότε ἂν δέξαιντο λυομένῃ φωνῇ δηλοῦσθαι τὴν ἄλυτον φύσιν καὶ ἰδιάζουσαν; Οὔτε γὰρ ἀέρα τις ἔπνευσεν ὅλον πώποτε, οὔτε οὐσίαν Θεοῦ παντελῶς, ἢ νοῦς ἐχώρησεν, ἢ φωνὴ περιέλαβεν. Ἀλλ' ἐκ τῶν περὶ αὐτὸν σκιαγραφοῦντες τὰ κατ' αὐτὸν, ἀμυδράν τινα καὶ ἀσθενῆ, καὶ ἄλλην ἀπ' ἄλλου φαντασίαν συλλέγομεν. Καὶ οὗτος ἄριστος ἡμῖν θεολόγος, οὐχ ὃς εὗρε τὸ πᾶν, οὐδὲ γὰρ δέχεται τὸ πᾶν ὁ δεσμὸς, ἀλλ' ὃς ἂν ἄλλου φαντασθῇ πλέον, καὶ πλεῖον ἐν ἑαυτῷ συναγάγῃ τὸ τῆς ἀληθείας ἴνδαλμα, ἢ ἀποσκίασμα, ἢ ὅ τι καὶ ὀνομάσομεν.
XVII. And we must begin from hence. The Deity is unnameable; and this is shown not by reasonings only, but also by the wisest and most ancient of the Hebrews, so far as they have given us to conjecture. For those who honoured the Deity with special characters, and did not even endure that anything else of the things after God should be written with the same letters as God, since the Deity ought even to this extent to be unshared by the things that are ours, when would they ever admit that the indissoluble and peculiar nature is expressed by a dissolving voice? For neither has anyone ever breathed the whole air, nor has either mind altogether contained or voice encompassed the essence of God. But sketching from the things around Him the things that concern Him, we collect a certain faint and weak conception, one from one thing and another from another. And he is our best theologian, not who has found the whole—for the bond does not admit the whole—but whoever has conceived more than another, and has gathered within himself a fuller image, or adumbration, of the truth, or whatever else we shall call it.
ΙΗʹ. Ὅσον δ' οὖν ἐκ τῶν ἡμῖν ἐφικτῶν, ὁ μὲν ὢν, καὶ ὁ Θεὸς, μᾶλλόν πως τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον, ὁ ὤν· οὐ μόνον ὅτι τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους, καὶ τὴν κλῆσιν ἀπαιτούμενος, ἢ τίς ποτε εἴη, τοῦτο προσεῖπεν ἑαυτὸν, Ὁ ὢν ἀπέσταλκέ με, τῷ λαῷ κελεύσας εἰπεῖν· ἀλλ'
XVIII. So far, then, as lies within our reach, He Who Is, and God, are somehow rather names of the essence; and of these, rather He Who Is; not only because when speaking to Moses upon the mount, and being asked His name, or Who He might be, He called Himself this, bidding him say to the people, He Who Is hath sent me (Exod. 3:14); but
PG 36:128Read from the page
ὅτι καὶ κυριωτέραν ταύτην εὑρίσκομεν. Ἡ μὲν γὰρ τοῦ Θεοῦ, κἂν ἀπὸ τοῦ θέειν, ἢ αἴθειν, ἠτυμολόγηται τοῖς περὶ ταῦτα κομψοῖς, διὰ τὸ ἀεικίνητον καὶ δαπανητικὸν τῶν μοχθηρῶν ἕξεων, καὶ γὰρ πῦρ καταναλίσκον ἐντεῦθεν λέγεται, ἀλλ' οὖν τῶν πρός τι λεγομένων ἐστὶ, καὶ οὐκ ἄφετος· ὥσπερ καὶ ἡ Κύριος φωνὴ, ὄνομα εἶναι Θεοῦ καὶ αὐτὴ λεγομένη· Ἐγὼ γὰρ, φησὶ, Κύριος, ὁ Θεός σου· τοῦτό μου ἐστὶν ὄνομα· καὶ, Κύριος ὄνομα αὐτῷ. Ἡμεῖς δὲ φύσιν ἐπιζητοῦμεν, ᾗ τὸ εἶναι καθ' ἑαυτὸ, καὶ οὐκ ἄλλῳ συνδεδεμένον· τὸ δὲ ὂν, ἴδιον ὄντως Θεοῦ, καὶ ὅλον, μήτε τῷ πρὸ αὐτοῦ, μήτε τῷ μετ' αὐτὸν, οὐ γὰρ ἦν, ἢ ἔσται, περατούμενον ἢ περικοπτόμενον.
because we also find this more strictly proper. For the name of God, even if it has been etymologized from running (theein) or burning (aithein) by those who are clever about these things, on account of His perpetual motion and consuming of wicked habits—for even from this He is called a consuming fire—nevertheless belongs to the things spoken relatively, and is not absolute; just as also the word Lord, being itself also called a name of God: For I, He says, am the Lord thy God; this is My name; and, The Lord is His name. But we seek a nature whose being is by itself, and not bound together with another; whereas Being is truly proper to God, and whole, neither limited nor cut short by that which is before Him nor by that which is after Him, for neither was there, nor will there be.
ΙΘʹ. Τῶν δ' ἄλλων προσηγοριῶν, αἱ μὲν τῆς ἐξουσίας εἰσὶ προφανῶς, αἱ δὲ τῆς οἰκονομίας, καὶ ταύτης διττῆς· τῆς μὲν ὑπὲρ τὸ σῶμα, τῆς δὲ ἐν σώματι· οἷον ὁ μὲν Παντοκράτωρ, καὶ ὁ Βασιλεὺς, ἢ τῆς δόξης, ἢ τῶν αἰώνων, ἢ τῶν δυνάμεων, ἢ τοῦ ἀγαπητοῦ, ἢ τῶν βασιλευόντων· καὶ ὁ Κύριος, ἢ Σαβαὼθ, ὅπερ ἐστὶ στρατιῶν, ἢ τῶν δυνάμεων, ἢ τῶν κυριευόντων. Ταῦτα μὲν σαφῶς τῆς ἐξουσίας. Ὁ δὲ Θεὸς, ἢ τοῦ σώζειν, ἢ ἐκδικήσεων, ἢ εἰρήνης, ἢ δικαιοσύνης, ἢ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ παντὸς Ἰσραὴλ τοῦ πνευματικοῦ, καὶ ὁρῶντος Θεόν· ταῦτα δὲ τῆς οἰκονομίας. Ἐπειδὴ γὰρ τρισὶ τούτοις διοικούμεθα, δέει τε τιμωρίας, καὶ σωτηρίας ἐλπίδι, πρὸς δὲ καὶ δόξης, καὶ ἀσκήσει τῶν ἀρετῶν, ἐξ ὧν ταῦτα· τὸ μὲν τῶν ἐκδικήσεων ὄνομα οἰκονομεῖ τὸν φόβον· τὸ δὲ τῶν σωτηριῶν, τὴν ἐλπίδα· τὸ δὲ τῶν ἀρετῶν, τὴν ἄσκησιν· ἵν' ὡς τὸν Θεὸν ἐν ἑαυτῷ φέρων, ὁ τούτων τι κατορθῶν, μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον, καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν. Ταῦτα μὲν οὖν ἐστι κοινὰ θεότητος τὰ ὀνόματα. Ἴδιον δὲ τοῦ μὲν ἀνάρχου, Πατήρ· τοῦ δὲ ἀνάρχως γεννηθέντος, Υἱός· τοῦ δὲ ἀγεννήτως προελθόντος, ἢ προϊόντος, τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' ἐπὶ τὰς τοῦ Υἱοῦ κλήσεις ἔλθωμεν, ὅπερ ὡρμήθη λέγειν ὁ λόγος.
XIX. And of the other appellations, some are manifestly of authority, and others of economy, and this twofold: the one above the body, and the other in the body; as, for instance, the Almighty, and the King, either of glory, or of the ages, or of powers, or of the beloved, or of those who reign; and the Lord, either Sabaoth, which is of hosts, or of powers, or of those who exercise lordship. These are clearly of authority. But the God either of saving, or of vengeances, or of peace, or of righteousness, or of Abraham, and Isaac, and Jacob, and of all the spiritual Israel, and that sees God: these are of economy. For since we are governed by these three things, both by fear of punishment, and by hope of salvation, and in addition also of glory, and by the practice of the virtues, from which these come: the name of vengeances stewards fear; and that of salvations, hope; and that of the virtues, practice; so that he who achieves any of these things, as bearing God in himself, may press on the more towards perfection, and the kinship that comes from virtues. These, therefore, are the names common to the Godhead. But proper to the One without beginning is Father; and to the One begotten without beginning, Son; and to the One Who proceeded or proceeds unbegottenly, the Holy Spirit. But let us come to the titles of the Son, which our discourse set out to speak of.
Κʹ. Δοκεῖ γάρ μοι λέγεσθαι, Υἱὸς μὲν, ὅτι ταυτόν ἐστι τῷ Πατρὶ κατ' οὐσίαν· καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν. Μονογενὴς δὲ, οὐχ ὅτι μόνος ἐκ μό-
XX. For He seems to me to be called, on the one hand, Son, because He is identical with the Father in essence; and not that only, but also from Him. And Only-begotten, not because alone from Him Who is alone,
PG 36:129Read from the page
νου καὶ μόνον, ἀλλ' ὅτι καὶ μονοτρόπως, οὐχ ὡς τὰ σώματα· Λόγος δὲ, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς, καὶ τὸ ἐξαγγελτικόν· τάχα δ' ἂν εἴποι τις, ὅτι καὶ ὡς ὅρος πρὸς τὸ ὁριζόμενον, ἐπειδὴ καὶ τοῦτο λέγεται λόγος. Ὁ γὰρ νενοηκὼς, φησὶ, τὸν Υἱὸν (τοῦτο γάρ ἐστι τὸ ἑωρακὼς), νενόηκε τὸν Πατέρα· καὶ σύντομος ἀπόδειξις καὶ ῥᾳδία τῆς τοῦ Πατρὸς φύσεως, ὁ Υἱός· γέννημα γὰρ ἅπαν τοῦ γεγεννηκότος, σιωπῶν λόγος. Εἰ δὲ καὶ διὰ τὸ ἐνυπάρχειν τοῖς οὖσι λέγοι τις, οὐχ ἁμαρτήσεται τοῦ λόγου· τί γάρ ἐστιν, ὃ μὴ Λόγῳ συνέστηκεν; Σοφία δὲ, ὡς ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· πῶς γὰρ οἷόν τε τὸν πεποιηκότα, τοὺς λόγους ἀγνοεῖν, ὧν πεποίηκε; Δύναμις δὲ, ὡς συντηρητικὸς τῶν γενομένων, καὶ τὴν τοῦ συνέχεσθαι ταῦτα χορηγῶν δύναμιν. Ἀλήθεια δὲ, ὡς ἓν, οὐ πολλὰ τῇ φύσει· τὸ μὲν γὰρ ἀληθὲς, ἕν· τὸ δὲ ψεῦδος, πολυσχιδές· καὶ ὡς καθαρὰ τοῦ Πατρὸς σφραγὶς, καὶ χαρακτὴρ ἀψευδέστατος. Ειχὼν δὲ, ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ' οὐκ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα· ἐκεῖ μὲν γὰρ, ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ, ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον· τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τῷ μὲν ἐοικέναι, τῷ δὲ ἀπεοικέναι, ἀλλ' ὅλον ὅλου τύπον εἶναι, καὶ ταυτὸν μᾶλλον, ἢ ἀφομοίωμα. Φῶς δὲ, ὡς λαμπρότης ψυχῶν καὶ λόγῳ καὶ βίῳ καθαιρομένων. Εἰ γὰρ σκότος ἡ ἄγνοια καὶ ἡ ἁμαρτία, φῶς ἂν εἴη ἡ γνῶσις, καὶ ὁ βίος ὁ ἔνθεος. Ζωὴ δὲ, ὅτι φῶς, καὶ πάσης λογικῆς φύσεως σύστασις καὶ οὐσίωσις· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, κατὰ τὴν διπλῆν τοῦ ἐμφυσήματος δύναμιν, καὶ πνοήν· ἐκεῖθεν ἐμφυσώμενοι πάντες, καὶ Πνεῦμα ἅγιον ὅσοι χωρητικοὶ, καὶ τοσοῦτον, καθ' ὅσον ἂν τὸ στόμα τῆς διανοίας ἀνοίξωμεν. Δικαιοσύνη δὲ, ὅτι τοῦ πρὸς ἀξίαν διαιρέτης, καὶ διαιτῶν δικαίως τοῖς ὑπὸ νόμον, καὶ τοῖς ὑπὸ χάριν, ψυχῇ καὶ σώματι, ὥστε τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, καὶ τὴν ἡγεμονίαν ἔχειν τὸ κρεῖττον κατὰ τοῦ χείρονος, ὥς μὴ τὸ χεῖρον ἐπανίστασθαι τῷ βελτίονι· Ἁγιασμὸς δὲ, ὡς
and alone, but because He is also in a unique manner, not as bodies; and Word, because He is so related to the Father as word to mind, not only on account of the impassibility of His generation, but also the conjunction, and the declarative power; and perhaps someone might say, also as definition to that which is defined, since this too is called word. For he who has understood, He says, the Son (for this is what "has seen" means), has understood the Father; and the Son is a concise and easy demonstration of the Father's nature; for every offspring is a silent word of him who has begotten it. And if someone should say it is also on account of subsisting in the things that are, he will not miss the mark of reason: for what is there that has not been constituted by the Word? And Wisdom, as the knowledge of both divine and human things; for how is it possible for Him Who has made them to be ignorant of the principles of the things which He has made? And Power, as preservative of the things that have come into being, and supplying the power for them to be held together. And Truth, as one, not many in nature—for the true is one, whereas falsehood is manifoldly split—and as the pure seal of the Father, and most unerring impress. And Image, as consubstantial, and because this is from that, and not the Father from this; for this is the nature of an image, to be an imitation of the archetype, and of that after which it is named; except that here there is even more: for there, it is a motionless image of a moving thing; whereas here, a living image of a living One, and having exactness in a greater degree than Seth has of Adam, and every begotten thing of him who begets it; for such is the nature of simple things, not to be like in one respect and unlike in another, but to be the whole stamp of the whole, and identical rather than an assimilation. And Light, as the brightness of souls purified both in word and in life. For if ignorance and sin are darkness, knowledge and the godly life would be light. And Life, because He is light, and the constitution and substantiation of every rational nature: For in Him we live, and move, and have our being, according to the twofold power and breath of the inbreathing; from thence all being breathed into, and receiving the Holy Spirit as many as are capable of containing Him, and to such an extent as we open the mouth of our mind. And Righteousness, because He is the distributor of what is according to worth, and arbitrates justly for those under the law and those under grace, for soul and body, so that the one rules and the other is ruled, and the better has the hegemony over the worse, lest the worse rise up against the better; and Sanctification, as
Notes, col. 129

On the reading

Printed Ειχὼν, for Εἰκὼν.

Printed ὥς μὴ, for ὡς μὴ.

PG 36:132Read from the page
καθαρότης, ἵνα χωρῆται τὸ καθαρὸν καθαρότητι. Ἀπολύτρωσις δὲ, ὡς ἐλευθερῶν ἡμᾶς, ὑπὸ τῆς ἁμαρτίας κατεχομένους, καὶ λύτρον ἑαυτὸν ἀντιδιδοὺς ἡμῶν τῆς οἰκουμένης καθάρσιον. Ἀνάστασις δὲ, ὡς ἐντεῦθεν ἡμᾶς ἀπανιστῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανάγων νενεκρωμένους ὑπὸ τῆς ἁμαρτίας.
purity, so that the Pure may be contained by purity. And Redemption, as setting us free, who are held fast by sin, and giving Himself as a ransom in exchange for us, a cleansing of the inhabited world. And Resurrection, as raising us up from hence, and bringing back to life us who had been put to death by sin.
ΚΑʹ. Ταῦτα μὲν οὖν ἔτι κοινὰ τοῦ τε ὑπὲρ ἡμᾶς, καὶ τοῦ δι' ἡμᾶς· ἃ δὲ ἰδίως ἡμέτερα, καὶ τῆς ἐντεῦθεν προσλήψεως Ἄνθρωπος μὲν, οὐχ ἵνα χωρηθῇ μόνον διὰ σώματος σώμασιν, ἄλλως οὐκ ἂν χωρηθεὶς διὰ τὸ τῆς φύσεως ἄληπτον· ἀλλ' ἵνα καὶ ἁγιάσῃ δι' ἑαυτοῦ τὸν ἄνθρωπον, ὥσπερ ζύμη γενόμενος τῷ παντὶ φυράματι, καὶ πρὸς ἑαυτὸν ἑνώσας τὸ κατακριθὲν, ὅλον λύσῃ τοῦ κατακρίματος, πάντα ὑπὲρ πάντων γενόμενος, ὅσα ἡμεῖς, πλὴν τῆς ἁμαρτίας, σῶμα, ψυχὴ, νοῦς, δι' ὅσον ὁ θάνατος· τὸ κοινὸν ἐκ τούτων, ἄνθρωπος, Θεὸς ὁρώμενος, διὰ τὸ νοούμενον. Υἱὸς δὲ ἀνθρώπου, καὶ διὰ τὸν Ἀδὰμ, καὶ διὰ τὴν Παρθένον, ἐξ ὧν ἐγένετο· τοῦ μὲν, ὡς προπάτορος, τῆς δὲ, ὡς μητρὸς νόμῳ, καὶ οὐ νόμῳ γεννήσεως· Χριστὸς δὲ, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος· ἧς ἔργον, ἄνθρωπον ἀκοῦσαι τὸ χρίον, καὶ ποιῆσαι Θεὸν τὸ χριόμενον. Ὁδὸς δὲ, ὡς δι' ἑαυτοῦ φέρων ἡμᾶς· Θύρα δὲ, ὡς εἰσαγωγεύς· Ποιμὴν δὲ, ὡς εἰς τόπον χλόης κατασκηνῶν, καὶ ἐκτρέφων ἐπὶ ὕδατος ἀναπαύσεως, καὶ ἐντεῦθεν ὁδηγῶν, καὶ προπολεμῶν κατὰ τῶν θηρίων· τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἀπολωλὸς ἐπανάγων, τὸ συντετριμμένον καταδεσμῶν, τὸ ἰσχυρὸν φυλάσσων, καὶ πρὸς τὴν ἐκεῖθεν μάνδραν συνάγων λόγοις ποιμαντικῆς ἐπιστήμης· Πρόβατον δὲ, ὡς σφάγιον· Ἀμνὸς δὲ, ὡς τέλειον· Ἀρχιερεὺς δὲ, ὡς προσαγωγεύς· Μελχισεδὲκ δὲ, ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ' ἡμᾶς· καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησὶ, τίς διηγήσεται; καὶ ὡς βασιλεὺς Σαλὴμ, εἰρήνη δὲ τοῦτο, καὶ
XXI. These things, therefore, are still common both to Him Who is above us, and to Him Who is for our sakes; whereas the things distinctively ours, and belonging to the assumption from hence, are: Man, indeed, not so that through a body He may merely be contained by bodies, when otherwise He would not be contained on account of the incomprehensibility of His nature; but so that He may also sanctify man through Himself, having become like leaven for the whole lump, and having united to Himself that which had been condemned, may release the whole from condemnation, having become all things on behalf of all, as many as we are, except sin—body, soul, mind, through as much as death came—the composite from these, man, God seen, on account of that which is understood. And Son of Man, both on account of Adam, and on account of the Virgin, from whom He came to be: from the one, as forefather, and from the other, as mother by a law, and not by the law of generation; and Christ, on account of the Godhead; for this is the anointing of the humanity, sanctifying not by operation according to the other anointed ones, but by the presence of the whole Anointing One; the work of which is that the Anointing One be called man, and that It make what is anointed God. And Way, as bearing us through Himself; and Door, as Introducer; and Shepherd, as making us to dwell in a place of green pasture, and nourishing us beside the water of rest, and leading us along from hence, and fighting in front against the wild beasts; turning back that which goes astray, bringing back that which is lost, binding up that which is crushed, guarding that which is strong, and gathering them together towards the fold beyond by words of pastoral knowledge; and Sheep, as victim; and Lamb, as perfect; and High Priest, as Offerer; and Melchisedech, as motherless in what is above us, and fatherless in what is according to us; and as without genealogy on high: For His generation, it says, who shall declare? and as King of Salem, and this means peace, and
PG 36:133Read from the page
ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας. Ἔχεις τὰς τοῦ Υἱοῦ προσηγορίας· βάδιζε δι' αὐτῶν· ὅσαι τε ὑψηλαὶ, θεϊκῶς, καὶ ὅσαι σωματικαὶ, συμπαθῶς· μᾶλλον δὲ ὅλον θεϊκῶς, ἵνα γένῃ Θεὸς κάτωθεν ἀνελθὼν, διὰ τὸν κατελθόντα δι' ἡμᾶς ἄνωθεν. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, ἐκεῖνο τήρει· καὶ οὐκ ἂν σφαλείης ἐν τοῖς ὑψηλοτέροις ἢ ταπεινοτέροις ὀνόμασιν. Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
as King of righteousness, and as receiving tithes from patriarchs who excel in valour against the wicked powers. You have the appellations of the Son; walk through them: both as many as are lofty, divinely, and as many as are bodily, sympathetically; or rather, wholly divinely, so that you may become god having ascended from below, on account of Him Who descended for our sakes from above. Above all things, and before all things, keep that; and you shall not err in the loftier or lowlier names. Jesus Christ, yesterday and today bodily, the same spiritually, and unto the ages of the ages. Amen.
ΛΟΓΟΣ ΛΑʹ.
ORATION XXXI.
ΘΕΟΛΟΓΙΚΟΣ ΠΕΜΠΤΟΣ.
FIFTH THEOLOGICAL.
Περὶ τοῦ ἁγίου Πνεύματος.
Concerning the Holy Spirit.
Αʹ. Ὁ μὲν δὴ περὶ τοῦ Υἱοῦ λόγος, τοιοῦτος· καὶ οὕτω διαπέφευγε τοὺς λιθάζοντας, διελθὼν διὰ μέσου αὐτῶν. Ὁ λόγος γὰρ οὐ λιθάζεται, λιθοβολεῖ δὲ, ὅταν ἐθέλῃ, καὶ σφενδονᾷ θηρία, λόγους κακῶς τῷ ὄρει προσβαίνοντας. Τί δ' ἂν εἴποις, φασὶ, περὶ τοῦ ἁγίου Πνεύματος; πόθεν ἡμῖν ἐπεισάγεις, ξένον θεὸν καὶ ἄγραφον; Τοῦτο ἤδη καὶ οἱ περὶ τὸν Υἱὸν μετριάζοντες. Ὅπερ γὰρ ἐπὶ τῶν ὁδῶν εὑρεῖν ἔστι καὶ τῶν ποταμῶν, σχίζονταί τε ἀπ' ἀλλήλων, καὶ εἰς ἄλληλα συνάγονται· τοῦτο κἀνταῦθα συμβαίνει, διὰ τὸν πλοῦτον τῆς ἀσεβείας, καὶ τοὺς τὰ ἄλλα διεστῶτας ἐν ἄλλοις συμφέρεσθαι, ὥστε μηδὲ γινώσκειν καθαρῶς δύνασθαι τὸ συμφέρον, ἢ τὸ μαχόμενον.
I. Such, then, is the discourse concerning the Son; and thus it has escaped those who cast stones, having passed through the midst of them. For the Word is not stoned, but casts stones, whenever He wills, and slings at wild beasts, arguments wickedly approaching the mountain. What then would you say, they ask, concerning the Holy Spirit? Whence do you bring in upon us a strange and unwritten god? This now even those say who are moderate concerning the Son. For just what may be found in the case of roads and rivers—they both split apart from one another, and are brought together into one another—this happens here also, on account of the wealth of impiety, that even those who stand apart in other respects agree with one another in other things, so that one cannot even purely know that which agrees, or that which contends.
Βʹ. Ἔχει μὲν οὖν τι καὶ δυσχερὲς ὁ περὶ τοῦ Πνεύματος λόγος, οὐ μόνον ὅτι ἐν τοῖς περὶ τοῦ Υἱοῦ λόγοις ἀποκαμόντες οἱ ἄνθρωποι, θερμότερον τῷ Πνεύματι προσπαλαίουσι (χρὴ γάρ τι πάντως αὐτοὺς ἀσεβεῖν, ἢ οὐδὲ βιωτός ἐστιν αὐτοῖς ὁ βίος), ἀλλ' ὅτι καὶ ἡμεῖς τῷ πλήθει τῶν ζητημάτων ἀποκναισθέντες, ταυτὸν πάσχομεν τοῖς κακοσίτοις· οἳ ἐπειδὰν πρός τι τῶν βρωμάτων ἀηδισθῶσι, πρὸς πάντα λόγον ὁμοίως, ὥσπερ ἐκεῖνοι πρὸς τροφὴν, δυσχεραίνομεν. Ὅμως διδότω τὸ Πνεῦμα, καὶ ὁ λόγος δραμεῖται, καὶ ὁ Θεὸς δοξασθήσεται. Τὸ μὲν οὖν ἐπιμελῶς ἐξετάζειν καὶ διαιρεῖσθαι, ποσαχῶς ἢ τὸ
II. Now the discourse concerning the Spirit has indeed a certain difficulty as well, not only because men, having grown weary in the arguments concerning the Son, wrestle more heatedly against the Spirit (for it is altogether necessary for them to commit some impiety, or else life is not even worth living for them), but also because we too, worn out by the multitude of questions, suffer the same thing as those who have a squeamish appetite; who, whenever they have grown disgusted at some one of the foods—we are similarly ill-disposed towards every argument, just as they are towards nourishment. Nevertheless, let the Spirit grant it, and the discourse will run its course, and God will be glorified. Now to examine carefully and distinguish in how many ways either the
Notes, col. 133

On the reading

Printed Επὶ, for Ἐπὶ.

Printed ασεβείας, for ἀσεβείας.