Migne Reading Room

PG 36 · cols. 968–977 · Read from the page

* Commentary of Nicetas of Serrae on orations I and II of St Gregory, from the edition of Christ. Frid. Matthaeus

* Commentary of Nicetas of Serrae on orations I and II of St Gregory, from the edition of Christ. Frid. Matthaeus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:968Read from the page
καὶ τὸν ποιμένα καλῶς γινώσκοντες, ὥστε μὴ ἀπατᾶσθαι παρὰ τῶν ψευδοδιδασκάλων, μηδὲ περιπίπτειν αὐτοῖς, ὡς ποιμέσι, κλέπταις οὖσι καὶ λῃσταῖς. Καὶ γινωσκόμενοι αὖθις ὑπὸ τοῦ ποιμένος, μὴ παραμιγνύντες δηλονότι ἑαυτοὺς τοῖς ἀλλοτρίοις θρέμμασιν, ἐξ ὧν ἡ ἄγνοια τοῖς ποιμέσι γίνεται. Ἀλλὰ τὰ ἐπίσημα φέροντες καὶ τοὺς χαρακτῆρας, οὓς ὁ ἀληθινὸς ποιμὴν ὑμῖν ἐπιβέβληκε καὶ ἐνετύπωσεν. Ἐκ τοῦ Εὐαγγελίου δὲ καὶ ταῦτα παραπέφρασται. Γινώσκω γὰρ, φησὶν ὁ Χριστὸς, τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Γνῶσιν ἴσως λέγων, τὴν οἰκείωσιν, τουτέστι προσοικειωθήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, καὶ αὐτὰ ἐμοὶ οἰκειωθήσονται. Ἑπόμενοι δὲ καὶ τῷ καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως, τουτέστιν ἀδόλως καὶ φανερῶς καὶ ἐξουσιαστικῶς καὶ ὡς ἐλευθέροις πρέπον. Διὰ τῆς θύρας δὲ, ἤγουν διὰ τῶν καθολικῶν δογμάτων, τῶν ἅπασι πιστοῖς ἀναπεπταμένων, καὶ δι' αὐτῆς τῆς Γραφῆς, δι' ἧς εἰς τὴν πίστιν εἰσαγόμεθα. Ἢ καὶ διὰ τοῦ Χριστοῦ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ θύρα. Ἀλλοτρίῳ δὲ καὶ ψευδοποιμένι μὴ ἀκολουθοῦντες, ὅστις οὐ διὰ τῆς τοῦ Εὐαγγελίου ὁδοῦ πορεύεται, οὐδὲ διὰ τῆς θύρας Χριστοῦ εἰσέρχεται, ἀλλὰ λῃστρικῶς διὰ αὐλῆς ὑπερπηδᾷ. Βίαιον γὰρ ἅπαν τῶν ἑτεροδόξων τὸ ὅρμημα, καὶ οὐ κατὰ τάξιν διὰ τῆς νομίμου θύρας ἡ πρὸς τὴν πίστιν καὶ τὴν Ἐκκλησίαν εἴσοδος,
also knowing the shepherd well, so as not to be deceived by the false teachers, nor to fall among them as shepherds, when they are thieves and robbers. And being known in turn by the shepherd, namely not mingling yourselves with the strange flocks, from which ignorance arises for the shepherds; but bearing the marks and the stamps which the true shepherd has laid upon you and imprinted. And from the Gospel these things also have been paraphrased. For I know, says Christ, Mine own, and I am known by Mine own. Calling knowledge, perhaps, familiarity, that is, I shall be made familiar with My sheep, and they will be made familiar with Me. And following also him who calls pastorally and freely, that is, without guile and openly and authoritatively and as is fitting for free men. And through the door, that is to say, through the catholic dogmas, which are laid open to all the faithful, and through the Scripture itself, through which we are introduced into the faith. Or also through Christ Who said: I am the door. And not following a strange and false shepherd, who does not walk by the way of the Gospel, nor enters through the door of Christ, but like a robber leaps over through the fold. For violent is every impulse of the heterodox, and not according to order through the lawful door is their entrance into the faith and the Church,
Col. 401 A 1. Μηδὲ ξένης... ἀμήν. Εἴρηκεν ὁ Χριστὸς ἐν τῷ Εὐαγγελίῳ, ὅτι Τὰ πρόβατα τὰ ἐμὰ οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ἐκεῖθεν οὖν λαβὼν ὁ Θεολόγος φησὶν ἐνταῦθα, ὅτι Μηδὲ τῆς ξένης φωνῆς ἀκούετε, ἥτις ὑποκλέπτει καὶ ἀπατᾷ καὶ διασκορπίζει ἀπὸ τῆς μιᾶς καὶ ἑνοποιοῦ ἀληθείας εἰς διαφόρους δόξας· αἵτινες δόξαι διὰ μὲν τὸ ἄναντες, ὄρη λέγονται τροπικῶς· διὰ δὲ τὸ ἄκαρπον, ἐρημίαι· διὰ δὲ τὸ κρημνῶδες, βάραθρα. Τὸ δὲ, Καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, τῶν ῥηθέντων ἐφερμηνευτικόν ἐστιν. Εἴληπται δὲ τὸ ῥητὸν ἀπὸ τῶν Παροιμιῶν Σολομῶντος. Ὁ πλανώμενος γὰρ, φησὶν, ἐν πύλαις, αὐλισθήσεται ἐν τόποις, οἷς οὐκ ἐπισκοπεῖται ὁ Αἰώνιος. Ἡ τοιαύτη τῶν ἑτεροδόξων φωνὴ, ἀπάγει μὲν ἀπὸ τῆς ὑγιοῦς πίστεως, τῆς εἰς τὴν ἁγίαν Τριάδα, ἧς ἤκουσεν ἀεὶ φωνῆς, τῆς περὶ τῆς ὑγιοῦς δηλαδὴ πίστεως, τὰ ἐμὰ πρόβατα. Γένοιτο δὲ καὶ ἀκούειν. Συλαγωγεῖ δὲ ἡ τῶν αἱρετικῶν φωνὴ, τουτέστιν ὡς λάφυρα διαρπάζει καὶ ἀπάγει τοὺς ἁπλουστέρους, λόγοις παρασήμοις καὶ ἀδοκίμοις (τοιοῦτον γὰρ τὸ κίβδηλον), καὶ χωρίζει ἀπὸ Χριστοῦ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος· πρώτου μὲν, ὅτι αὐτὸς ἀρχηγὸς τῆς πίστεως ἡμῖν ἐχρημάτισε καὶ τῆς τελείας κατῆρξε διδασκαλίας· ἀληθινοῦ δὲ, διὰ τὸ κυρίως καὶ καθ' ὑπεροχήν. Ἐκ δὲ τοῦ Ἀποστόλου καὶ ταῦτα ἐλήφθη. Γράφει γὰρ Κολοσσαεῦσι· Βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Τὴν ἔξω οὖν φιλοσοφίαν ὁ μὲν ἅγιος Παῦλος κενὴν ἀπάτην ὠνόμασεν· ὁ δὲ Θεολόγος, λόγους παρακεχαραγμένους καὶ διε-
Col. 401 A 1. Nor a strange... amen. Christ has said in the Gospel: My sheep do not know the voice of strangers. Taking from there, therefore, the Theologian says here: Do not hear the strange voice either, which steals away and deceives and scatters from the one and unifying truth into diverse opinions; which opinions, on account of their steepness, are tropically called mountains; and on account of their barrenness, deserts; and on account of their precipitousness, pits. And the phrase, And places which the Lord does not visit, is explanatory of the things said. And the saying has been taken from the Proverbs of Solomon. For he who wanders, he says, in gates, shall lodge in places which the Eternal does not visit. Such a voice of the heterodox leads away from the sound faith, that in the Holy Trinity, which voice, namely that concerning the sound faith, My sheep always heard. And may they also continue to hear it. And the voice of the heretics carries off as spoil, that is, plunders as booty and leads away the simpler ones by counterfeit and reprobate words (for such is the adulterated coin), and separates them from Christ the true and first shepherd: first indeed, because He Himself became for us the author of faith and initiated the perfect teaching; and true, on account of being so properly and by pre-eminence. And from the Apostle these things also were taken. For he writes to the Colossians: See to it that there shall be no one carrying you off as spoil through philosophy and empty deceit. Outside philosophy, therefore, Saint Paul named empty deceit; whereas the Theologian named it counterfeit and cor-
Notes, col. 968

On the reading

Printed εἴσοδος,, for εἴσοδος..

PG 36:969Read from the page
φθαρμένους. Εἶτα καὶ εἰς εὐχὴν κατακλείει τὸν λόγον. Εὔχεται γὰρ τῶν τοιούτων ἀλλοφύλων δογμάτων πόῤῥω γενομένους, καὶ ποιμένας καὶ ποίμνιον, ὥσπερ τινὸς φαρμακώδους βοτάνης καὶ θάνατον ἐπαγούσης, ἓν εἶναι πάντας καὶ νεμομένους καὶ νέμοντας. Καὶ μήτε νῦν διαζευχθῆναι, μήτε ἐν τῇ μελλούσῃ ζωῇ καὶ ἀναπαύσει. Τοῦτο δὲ ἐκ τοῦ Εὐαγγελίου ἔλαβεν. Εἴρηκε γὰρ ὁ Χριστὸς πρὸς τὸν Πατέρα περὶ τῶν μαθητῶν· Τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ἵνα ὦσιν ἕν.
rupt words. Then he also closes the discourse with a prayer. For he prays that, having come to be far from such foreign dogmas, both shepherds and flock, as from some poisonous herb that brings on death, all may be one, both those pastured and those pasturing; and that they may neither be parted now, nor in the life and rest to come. And this he took from the Gospel. For Christ has said to the Father concerning the disciples: Keep them in Thy name, that they may be one.
ΤΟΥ ΑΥΤΟΥ
OF THE SAME
Ἑρμηνεία εἰς τὸν βʹ λόγον τοῦ Θεολόγου.
Interpretation on the Second Oration of the Theologian.
Πρόλογος.
Prologue.
Ἐπίσκοπος Σασίμων ἄκων χειροτονηθεὶς ὑπὸ τοῦ μεγάλου Βασιλείου ὁ Θεολόγος Γρηγόριος, καὶ τυραννηθῆναι δόξας ὁ μέγας οὗτος Πατὴρ, ἀφίσταται μὲν τῆς ἐπισκοπῆς ταύτης εὐθέως, ἀφικνεῖται δὲ πρὸς Ναζιανζόν. Ὅπερ μαθὼν ὁ μέγας Βασίλειος, προτρέπεται τὸν ἀδελφὸν αὐτοῦ Γρηγόριον, τὸν Νύσσης, ἀπελθεῖν εἰς ἐπίσκεψιν ὁμοῦ καὶ παραμυθίαν τοῦ φίλου καὶ λύσιν τῶν ἐν μέσῳ σκανδάλων. Τοῦτον δὲ δεξάμενος ἐκεῖνος ἡδέως, τὸν παρόντα λόγον ἐκφωνεῖ· πρῶτα μὲν ἐγκωμιάζων τὴν ξυνωρίδα τούτων τῶν ἀδελφῶν, εἶτα καὶ καθαπτόμενος τῆς τοῦ φίλου πρὸς αὐτὸν διαθέσεως, ὅτι ἐπισκοπῇ τοιαύτῃ τὸν ὁμόψυχον ἐπεκήρυξε, τὸν ἡσυχίας ἐραστὴν, τῇ πάσης ἐμπεπλησμένῃ ταραχῆς καὶ συγχύσεως. Ἔπειτα πρὸς τὸν τηνικαῦτα παρόντα σύλλογον κατὰ τὴν ἐκκλησίαν ἀποστρέψας τὸν λόγον (ἑορτὴν γὰρ μαρτύρων ἐδόξαζον καὶ ἑώρταζον), διδασκαλικὴν προσάγει τὴν παραίνεσιν, πρὸς τὰ καλὰ μὲν παροξύνων, τῶν δὲ φαύλων ἀποτρεπόμενος.
Gregory the Theologian, having been ordained Bishop of Sasima against his will by the great Basil, and this great Father, thinking that he had been subjected to tyranny, withdraws straightway from this bishopric, and arrives at Nazianzus. Learning of this, the great Basil urges his brother Gregory, him of Nyssa, to depart at once to visit and console his friend and to resolve the offences in their midst. And having received him gladly, he delivers the present discourse: first praising the pair of these brothers, and then also touching upon his friend's disposition towards him, in that he proclaimed his like-minded friend, the lover of quietness, for such a bishopric, filled with every disturbance and confusion. Next, turning his discourse towards the assembly then present in the church (for they were glorifying and celebrating a feast of martyrs), he brings forward an instructive exhortation, urging them on towards good things, while turning them away from base ones.
Col. 832 B 6. Φίλου πιστοῦ. . . εὐωδέστερον. Ἀπὸ γνώμης τὸ προοίμιον. Φησὶ γὰρ Ἰησοῦς ὁ τοῦ Σιράχ· Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ· καὶ πάλιν· Φίλος πιστὸς, σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν, εὗρε θησαυρόν. Τὰ δὲ ἑξῆς ἀπὸ τοῦ Σολομῶντος παρεφράσθη, λέγοντος· Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Ἰσχύει γὰρ ὥσπερ μεμοχλευμένον βασίλειον. Τὸ δὲ, θησαυρὸς ἔμψυχος, ἐκ τῶν ἔξω. Ἀλέξανδρος γὰρ ἐρωτηθεὶς, ποῦ τοὺς θησαυροὺς ἔχει, τοὺς φίλους παρόντας ὑπέδειξεν, οἵτινες ἔμψυχος ἦσαν θησαυρός. Λέγει δέ που καὶ Θέογνις ὁ ποιητὴς, ὅτι Πιστὸς ἀνὴρ χρυσῷ τε καὶ ἀργύρῳ ἀντερείσασθαι ἄξιος, ἤγουν ἀντισταθμηθῆναι. Τὸ δὲ, Ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, ἐκ τοῦ Δαυΐδ. Ἐκ δὲ τοῦ ᾌσματος τῶν ᾀσμάτων τὸ, Κῆπος κεκλεισμένος, καὶ πηγὴ εσφραγισμένη, ἧς καὶ τὴν ἑρμηνείαν ὁ Θεολόγος προσέθηκεν, ὅτι Ἡ πηγὴ καὶ ὁ κῆπος διὰ τοῦτό εἰσι κεκλεισμένα, ἵνα κατὰ τὸν τῆς χρείας καιρὸν ἀνοί-
Col. 832 B 6. Of a faithful friend. . . more fragrant. The exordium is from a maxim. For Jesus the son of Sirach says: For a faithful friend there is no exchange, and there is no weight of his beauty; and again: A faithful friend is a strong shelter; and he who has found him has found a treasure. And the things that follow were paraphrased from Solomon, who says: A brother helped by a brother is as a fortified city. For he is strong like a barred palace. And the phrase, an animate treasure, is from those outside. For Alexander, on being asked where he had his treasures, pointed to his friends who were present, who were an animate treasure. And the poet Theognis also says somewhere that a faithful man is worthy to be set against gold and silver, that is to say, weighed in the balance against them. And the phrase, Above gold and much precious stone, is from David. And from the Song of Songs is the phrase, A garden enclosed, and a fountain sealed, the interpretation of which the Theologian also added: The fountain and the garden are enclosed on this account, so that at the time of need they may be
Notes, col. 969

On the reading

Printed εσφραγισμένη, for ἐσφραγισμένη.

PG 36:972Read from the page
γωνται καὶ μεταλαμβάνωνται. Πάλιν τὸ μὲν, υἱοὶ φωτὸς, ἐκ τοῦ Εὐαγγελίου. Ἵνα γὰρ, φησὶν, υἱοὶ φωτὸς γένησθε. Ἄνθρωπος δὲ τοῦ Θεοῦ καὶ ὁ Μωϋσῆς εἴρηται, καί τις προφήτης ἐν ταῖς Βασιλείαις. Καὶ τὸν Τιμόθεον οὕτως ὀνομάζει ὁ Ἀπόστολος. Ἐν δὲ τῇ Ἐξόδῳ πάλιν εἴρηται· Οἱ ἱερεῖς οἱ ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ. Ὁ δὲ Δανιὴλ ἀνὴρ ὠνομάσθη ἐπιθυμιῶν. Τὸ δὲ, τῶν κρειττόνων, προσέθηκεν ὁ Θεολόγος· διότι εἰσὶ καὶ ἄνδρες ἐπιθυμιῶν τῶν χειρόνων. Ἔστι μὲν οὖν ὁ πιστὸς φίλος, λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ ἄξιος καλεῖσθαι τὰ κάλλιστα τῶν ὀνομάτων, καὶ οἷς τιμᾷ ἡ θεία Γραφὴ τοὺς ἁγίους, τοῦτο δῶρον Θεοῦ, καὶ ὑπὲρ τὴν ἐμὴν ἀξίαν, τὸ ἐπιτυχεῖν με, φησὶ, τοιούτου φίλου [ἂν δὲ καὶ συνετὸς εἴη καὶ ἄκρος κατ' ἀμφότερα, τήν τε ἔξω παίδευσιν δηλαδὴ καὶ τὴν ἡμετέραν, λαμπρότερος]. Εἰ δὲ καὶ παρὰ φίλου ἀπέσταλται παρηγορήσων ἡμᾶς, τουτέστι παρὰ τοῦ μεγάλου Βασιλείου, ὃν καὶ ὁμότιμόν φημι τῷ Νύσσης, ἤγουν ἴσον κατό τε τὴν ἀρετὴν καὶ κατὰ τὴν πρὸς ἐμὲ φιλίαν, τοῦτο χαριέστερόν ἐστι τοῦ ἀρχιερατικοῦ μύρου ὅπερ κατὰ τὴν κεφαλὴν τοῦ ἀρχιερέως χυθὲν, πρῶτον αὐτὸν ἐκόσμει, εἶτα τὸν πώγωνα, ἔπειτα κατῄει καὶ μέχρι τῶν ἄκρων ἐνδυμάτων αὐτοῦ. Χρὴ δὲ μύρον νοεῖν, καὶ τὸ ἅγιον Πνεῦμα. Τοῦτο γὰρ πρῶτον τὴν τοῦ παντὸς σώματος κεφαλὴν, ἥτις ἐστὶν ὁ Χριστὸς, ἐπλήρου· μεθ' ὃν κατέβαινεν ἐπὶ τὸν χορὸν τῶν ἀποστόλων, κόσμον ὄντα τοῦ προσώπου Χριστοῦ· εἶτα κατῆλθε καὶ ἐπὶ τὸ λοιπὸν σῶμα, τουτέστι τὴν Ἐκκλησίαν. Ἐκ τοῦ Δαυΐδ δὲ καὶ ταῦτα εἴληπται, λέγοντος· Ἰδοὺ δὴ, τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό; Ὡς μύρον
opened and partaken of. Again, the phrase, sons of light, is from the Gospel. For that you may become, He says, sons of light. And Moses also has been called a man of God, and a certain prophet in the Books of Kings. And the Apostle names Timothy thus. And in Exodus again it has been said: The priests who draw near to the Lord God. And Daniel was named a man of desires. And the phrase, of the better ones, the Theologian added, because there are also men of the worse desires. The faithful friend, therefore, is a haven of refreshment. And if he is also worthy to be called by the fairest of names, even those wherewith the divine Scripture honours the saints, this is a gift of God, and beyond my desert, that I, he says, should light upon such a friend [and should he also be intelligent and supreme in both respects, namely both outside education and our own, more illustrious]. And if he has also been sent from a friend to console us, that is, from the great Basil, whom I also call equal in honour to him of Nyssa, that is to say, equal both in virtue and in friendship towards me, this is more gracious than the high-priestly ointment which, poured down upon the head of the high priest, first adorned him, then his beard, and afterwards descended even to the borders of his garments. And by ointment one must understand also the Holy Spirit. For He first filled the Head of the whole body, which is Christ; after Whom He descended upon the choir of the apostles, which is the ornament of the face of Christ; then He came down also upon the rest of the body, that is, the Church. And from David these things also have been taken, when he says: Behold now, what is so good or what so pleasant, as for brethren to dwell together in unity? It is like ointment
Col. 833 A. Ἆρ' οὖν... ἀνετυπώσατο. Ἆρά γε, φησὶ, συμμέτρως καὶ ἀρκούντως ὁ λόγος τὸν ἄνδρα εἰκόνισεν; Ἢ μιμήσομαι τοὺς ἐπιμελεῖς τῶν ζωγράφων· καὶ ὥσπερ ἐκεῖνοι ταῖς σκιαῖς τὰ σώματα προχαράσσοντες, δευτέρᾳ καὶ τρίτῃ χειρὶ ταύτας ἐπακριβοῦσι καὶ τελειοῦσι τοῖς χρώμασιν, οὕτω κἀγὼ πολλάκις ἐπιβαλῶ τοῦ λόγου τὰ χρώματα, ἵνα τὸν εἰκονιζόμενον παρ' ἐμοῦ παραστήσω ὑμῖν ἐντελέστερον. Οὐκ ἔχω δὲ μεῖζον, οὐδὲ γνωριμώτερον παράδειγμα, τοῦ κατὰ Μωϋσέα καὶ Ἀαρών. Ὥσπερ γὰρ ἐκεῖνοι, οὕτω καὶ ὁ μέγας Βασίλειος καὶ ὁ Νύσσης Γρηγόριος, ἀδελφοὶ καὶ κατὰ σάρκα καὶ κατὰ τὴν εὐσέβειαν. Καὶ ὁ μὲν μέγας Βασίλειος, νομοθέτης, ἤγουν κανονιστὴς ἐν ἱερεῦσι καὶ μονασταῖς ἐπιφανέστατος· ὁ δὲ Νύσσης, ἱερέων τῶν ἄλλων ἁγιώτατος,
Col. 833 A. Did then... delineate. Did the discourse, he says, portray the man in due measure and sufficiently? Or shall I imitate the diligent among painters; and just as they, sketching out bodies beforehand in shadows, with a second and third hand bring these to exactness and perfect them with colours, so I too shall oftentimes lay on the colours of discourse, in order that I may present to you more completely the one portrayed by me? And I do not have a greater or more familiar example than that according to Moses and Aaron. For just as they were, so also are the great Basil and Gregory of Nyssa brothers both according to the flesh and according to godliness. And the great Basil is a lawgiver, that is to say, a most illustrious framer of canons among priests and monks; whereas he of Nyssa is the holiest of the other priests,
Notes, col. 972

On the reading

Printed κατό, for κατά.

PG 36:973Read from the page
ὡς ἐκεῖ Ἀαρών. Καὶ ὁ μὲν μέγας Βασίλειος, θεὸς τοῦ νοητοῦ Φαραὼ, ὡς ὁ Μωϋσῆς τοῦ αἰσθητοῦ. Εἴρητο γὰρ πρὸς αὐτὸν ἐν τῇ Ἐξόδῳ· Ἰδοὺ, δέδωκά σε θεὸν Φαραὼ, ἤγουν ἐχειροτόνησά σε. Ὁ Ἰσραὴλ δὲ νοητὸς, ὁ εὐσεβὴς λαὸς, οὗ προΐστατο ὁ θεῖος Βασίλειος, καὶ ᾧ ἐνομοθέτει. Νεφέλη δὲ, ἡ τοῦ νομικοῦ γράμματος παχύτης, οὗ εἴσω χωρῶν τῇ διανοίᾳ ἐπώπτευε τὰ θεῖα μυστήρια, τὰ ἀπόῤῥητα τοῖς ἄλλοις, καὶ ἐμυσταγώγησε ταῦτα διδάσκων· ἢ ὡς εἰς νεφέλην, εἰς τὰ ἄδυτα τοῦ Πνεύματος εἰσῄει καὶ ταῦτα ἐθεώρει. Σκηνὴ δὲ ἡ μὲν νομικὴ, τυπική τις ἦν, ἣν ἐτεχνίτευσε μὲν Βεσελεὴλ, ἐπήξατο δὲ Μωϋσῆς. Ἀληθινὴ δὲ σκηνὴ, καθά φησιν ὁ Ἀπόστολος, ἡ Ἐκκλησία τῶν Χριστιανῶν. Ἱερεῖς δὲ ἀμφότεροι· καὶ ὁ μὲν μέγας Βασίλειος ἔξαρχος τῶν ἱερέων, καὶ μυσταγωγῶν διὰ τοῦ Νύσσης ἑτέρους καὶ ἱλεῶν αὐτοῖς τὸν Θεόν· ὁ δὲ Νύσσης μετὰ τὸν μέγαν Βασίλειον εὐθύς. Καὶ ὅπερ ἐν τῇ Ἐξόδῳ εἴρηται πρὸς Μωϋσῆν περὶ τοῦ Ἀαρὼν, ὅτι Αὐτὸς ἔσται σοι εἰς στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς Θεὸν, τοῦτο καὶ οὗτοι ἦσαν ἀλλήλοις. Καὶ τότε μὲν ἐκεῖνοι ταῖς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐβασάνισαν· νῦν δὲ οὗτοι τὴν σκοτεινὴν καὶ διώκτριαν ἁμαρτίαν. Ἐκεῖνοι τὴν Ἐρυθρὰν ἔτεμον, καὶ οὗτοι τὴν θάλασσαν τῶν παθῶν. Ἐκεῖνοι τὸν Ἰσραὴλ ἔσωσαν, καὶ τοὺς Αἰγυπτίους ἀπέπνιξαν· οὗτοι τοὺς εὐσεβεῖς διεφύλαξαν, τοὺς δὲ δαίμονας ἢ τοὺς αἱρετικοὺς κατεπόντισαν. Ἐκεῖνοι τὸ μάννα ἐξ οὐρανοῦ εἵλκυσαν καὶ ὕδωρ πολὺ καὶ παράδοξον, τὸ μὲν ἐξ ἀκροτόμου πέτρας ἐξήνεγκαν, τὸ δὲ ἐγλύκαναν, τὸ ἐν τῇ Μεῤῥᾷ δηλαδή. Ἔστι δὲ καὶ ἐν τούτοις ἄρτος μὲν οὐράνιος, ἡ πνευματικὴ τροφή· ὕδωρ δὲ, τὸ ζωηρὸν νᾶμα τῆς διδασκαλίας τοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πέτρα κατὰ τὸν Ἀπόστολον. Γλυκαινόμενον δὲ ὕδωρ ἐνταῦθα νοήσεις, τὸ ἀπὸ τῶν Ἑλληνικῶν λόγων εἰς Χριστὸν μεταγό-
as Aaron was there. And the great Basil is a god to the intelligible Pharaoh, as Moses was to the sensible one. For it had been said to him in Exodus: Behold, I have given thee as a god to Pharaoh, that is to say, I have ordained thee. And the intelligible Israel is the godly people, over whom the divine Basil presided, and for whom he gave laws. And the cloud is the thickness of the legal letter, entering within which in mind he beheld the divine mysteries, the things unspeakable to others, and initiated them by teaching these things; or as into a cloud, he entered into the shrines of the Spirit and contemplated these things. And the legal tabernacle was a typical one, which Beseleel fashioned, and Moses pitched; whereas the true tabernacle, as the Apostle says, is the Church of the Christians. And both are priests: and the great Basil is exarch of the priests, both initiating others through him of Nyssa and rendering God propitious to them; while he of Nyssa comes straightway after the great Basil. And what has been said in Exodus to Moses concerning Aaron, He shall be to thee for a mouth, and thou shalt be to him in the things pertaining towards God, this they also were to one another. And then indeed those men tormented Egypt with the ten plagues; whereas now these men tormented dark and persecuting sin. Those men clave the Red Sea, and these the sea of the passions. Those men saved Israel, and drowned the Egyptians; these guarded the godly, and plunged into the deep the demons or the heretics. Those men drew manna from heaven and much and paradoxical water, the one part of which they brought forth from the sharp-cut rock, and the other they sweetened, namely that in Merrha. And among these also there is heavenly bread, the spiritual nourishment; and water, the living stream of the teaching of Christ, Who is the rock according to the Apostle. And by sweetened water here you will understand that which from Greek learning is brought over unto Christ
Col. 833 C 2. Τούτων ὁ μὲν. . . . φοβερώτερον. Ἀπὸ τῶν δύο φησὶ τούτων, ὁ μὲν μέγας Βασίλειος κρυπτόμενόν με καὶ ἡσυχάζοντα, εἰς μέσον ἤγαγε καὶ ἐχειροτόνησεν, ἀναξίως κινηθεὶς τοῦ ἐν αὐτῷ Πνεύματος. Τοῦτο δέ φημι, διὰ τὴν βίαν, καὶ διὰ τὸ ἐμβαλεῖν με εἰς θορύβους καὶ ταραχάς. Τοιοῦτον γὰρ τὸ χωρίον τὰ Σάσιμα. Λέγω γὰρ, ὅτι ἀναξίως ἐκινήθη, κἂν τραχύτερος ὁ λόγος. Πάντως δὲ ὁ μέγας Βασίλειος, φίλος ὢν, ὑπομενεῖ πάντα καὶ πάσχων καὶ ἀκούων. Ἡ γὰρ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει. Ὁ δὲ Νύσσης Γρηγόριος, ἦλθε παραμυθησόμενος καὶ καταλλάξων καὶ προσημερώσων διὰ
Col. 833 C 2. Of these the one. . . . more fearful. Of these two, he says, the one, the great Basil, brought me forward into the midst when I was hiding myself and keeping quiet, and ordained me, having been moved unworthily of the Spirit that is in him. And I say this on account of the force, and on account of casting me into tumults and disturbances. For such a place is Sasima. For I say that he was moved unworthily, even though the expression be somewhat harsh. Yet altogether the great Basil, being a friend, will endure all things both when suffering and when hearing them. For love bears all things, endures all things. And Gregory of Nyssa came to console and to reconcile and to gentle me through
PG 36:976Read from the page
τοῦ ἐν αὐτῷ Πνεύματος. Καὶ ἐμοὶ μὲν μέγα ἐστὶν, ὅτι καὶ νῦν ἦλθε· μέμφομαι δὲ, ὅτι μετὰ τὴν χρείαν ἦλθε καὶ μεθὸ κατέδραμέ μου καὶ ἥττησέ μες ἄκοντα πείσας χειροτονηθῆναι ὁ μέγας Βασίλειος. Ἐρωτῶ οὖν τὸν ὁμώνυμόν μοι· Διατί, ὅτε σου ἔχρηζον, οὐκ ἦλθες, ἵνα μοι συμμαχήσῃς, ἀλλ' ὕστερος τοῦ καιροῦ; Ἆρα ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραννίδα, ἣν ἐτυράννησέ με ὁ ἀδελφός σου; ἢ καὶ σὺ ὡς δυνάστης ἐδυσχέρανας, διότι ἠπείθουν αὐτῷ πρὸς τὸ χειροτονηθῆναι; Φθέγξομαί τι πρὸς σὲ, ἀφ' ὧν εἶπεν ὁ Ἰὼβ, ἀλγῶν κἀγὼ, ὡς ἐκεῖνος καὶ πρὸς φίλον διαλεγόμενος, εἰ καὶ μὴ φαῦλον, οἷοι ἦσαν οἱ τοῦ Ἰὼβ, μηδὲ ἐφ' ὁμοίοις ταῖς συμφοραῖς. Τί οὖν εἶπεν ἐκεῖνος; Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ, ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστιν; Ἐγὼ δὲ προσθείην, καὶ ᾧ πολλὴ σοφία καὶ ἐπιστήμη. Ἔθος γὰρ τοῖς πολλοῖς, ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς μὲν ἀσθενεστέρους τῶν φίλων καταπατεῖν, θεραπεύειν δὲ τοὺς κρατοῦντας. Τοῦτο μὲν οὖν σὺ οἶδας, τουτέστι τίνι μέλλεις βοηθεῖν. Ἐμοὶ γὰρ οὐ δίκαιον περὶ σοῦ ἀποφαντικῶς λέγειν τι τῶν οὐ καλῶν. Τὸ μὲν, ὅτι καλοῦ παντὸς τύπον σε καὶ κανόνα ἥγημαι· τὸ δὲ, ὅτι καὶ ὑπὸ τῆς Γραφῆς νουθετοῦμαι, μὴ ταχὺς εἶναι εἰς κρίσιν, ἤτοι εἰς ἀπόφασιν, ἢ εἰς κατάκρισιν· τοῦ μὲν σοφοῦ Σολομῶντος λέγοντος· Μὴ ἴσθι ταχὺς ἐν λόγοις· τοῦ δὲ Ἀποστόλου· Μὴ πρὸ καιροῦ τι κρίτετε. Ἐγὼ δὲ ἕτοιμός εἰμι διὰ φιλίαν, καὶ σοὶ καὶ παντὶ δοῦναι λόγον τῆς ἐμῆς προμηθείας καὶ ἀσφαλείας, κἄν τινες αὐτὴν ἀπείθειαν ὀνομάζουσιν· ἵνα μάθῃς, ὅτι οὐ πάνυ φαῦλον ἔχεις φίλον καὶ ἀπερίσκεπτον, ἀλλὰ θαῤῥοῦντα μὲν, ἃ θαῤῥεῖν ἄξιον, ἐκεῖ δὲ φοβούμενον, κατὰ τὴν ψαλμῳδίαν, οὗ ἐστι φόβος. Φοβερὸν γὰρ, τὸ μὴ φοβεῖσθαι τὸ τῆς ἐπισκοπῆς ἀξίωμα καὶ μέγεθος.
the Spirit that is in him. And to me indeed it is a great thing that he has come even now; yet I find fault that he came after the need, and after the great Basil overran me and defeated me by persuading me against my will to be ordained. I ask my namesake, therefore: Why, when I had need of you, did you not come that you might fight as my ally, but came after the occasion? Were you ashamed, as a lover of your brother, of the tyranny wherewith your brother tyrannized over me? Or were you also displeased, as a ruler, because I was disobedient to him with regard to being ordained? I shall utter something to you from the things that Job said, grieving as I too am, like him, and conversing with a friend, even though not a base one, such as Job's friends were, nor over calamities like his. What then did that man say? To whom do you cleave, or whom are you about to help? Is it not him who has much strength, and whose arm is mighty? And I for my part might add, and him who has much wisdom and knowledge. For it is the custom with the many ever to shift over to the powerful side, and to trample down the weaker of their friends, while paying court to those who prevail. This, therefore, you yourself know, that is, whom you are about to help. For it is not right for me to say anything declarative of what is not honourable concerning you: on the one hand, because I have accounted you a pattern and rule of every good thing; and on the other hand, because I am also admonished by the Scripture not to be hasty unto judgement, that is to say, unto pronouncement or unto condemnation; since the wise Solomon says: Be not hasty in words; and the Apostle: Judge nothing before the time. But I am ready, for friendship's sake, to give an account both to you and to everyone of my forethought and caution, even though some call it disobedience; so that you may learn that you have a friend not altogether base and inconsiderate, but confident indeed in the things wherein it is worthy to be confident, yet fearing there, according to the psalmody, where fear is. For it is a fearful thing not to fear the dignity and greatness of the episcopate.
Col. 836 B 11. Τί οὖν δοκεῖ. . . ἐπαναστάσεις. Τὴν μὲν ἀπολογίαν, φησὶν, εἰς ἄλλον καιρὸν ὑπερθώμεθα· νῦν δὲ εἴπωμέν τι πρέπον τῷ καιρῷ τούτῳ τῆς πανηγύρεως. Ἐλευθερωθῶμεν, ἀδελφοὶ, κατὰ τὴν Παύλου παραίνεσιν, ἀπὸ παντὸς μολυσμοῦ σωματικοῦ καὶ ψυχικοῦ. Ἀκούσωμεν Ἠσαΐου λέγοντος· Λούσασθε, καθαροὶ γίνεσθε· καὶ νιψώμεθα τῷ ὕδατι τῆς μετανοίας καὶ τῶν δακρύων· καὶ καθὼς Ῥωμαίοις γράφει ὁ Ἀπόστολος· Παραστήσωμεν τὰ σώματα ἡμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ἡμῶν λατρείαν. Ὅρα δὲ τὴν ἀκρίβειαν ἑκάστης λέξεως. Οὐ γὰρ εἶπε· Ποιήσωμεν τὰ μέλη ἡμῶν θυσίαν, ἀλλὰ, Παραστήσωμεν· ὡς ἂν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχωμεν λοιπὸν πρὸς αὐτὰ, μηδὲ καθέλκωμεν πρὸς ἰδιωτικὰς διακονίας, τῷ Θεῷ καθάπαξ αὐτὰ ἀφιερώσαντες. Ἀλλὰ καὶ πάντα μῶμον λοιπὸν περιέλωμεν ἀπὸ τῶν μελῶν, ἐπειδὴ θυσία ταῦτά ἐστι. Ἡ γὰρ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστὶ, καὶ οὐδὲν ὀφείλει ἔχειν ἀκάθαρτον.
Col. 836 B 11. What then seems good. . . risings up. Let us put off the defence, he says, to another time; and now let us say something befitting this season of the festal assembly. Let us be set free, brethren, according to Paul's exhortation, from every defilement of flesh and of spirit. Let us hear Isaias saying: Wash yourselves, become clean; and let us wash ourselves with the water of repentance and of tears; and even as the Apostle writes to the Romans: Let us present our bodies a living sacrifice, holy, well-pleasing to God, our rational service. And behold the exactness of each word. For he did not say: Let us make our members a sacrifice, but, Let us present them; as though he were saying, let us henceforth have nothing in common with them, nor drag them down to private services, having once for all dedicated them to God. Nay more, let us henceforth also take away every blemish from our members, since these are a sacrifice. For the sacrifice is the first-fruits of the rest, and ought to have nothing unclean.
Notes, col. 976

On the reading

Printed μες, for με.

Printed κρίτετε, for κρίνετε.

PG 36:977Read from the page
διὸ χρὴ πάντοθεν ἄμωμον τηρεῖσθαι τὸ σῶμα τὸ ἡμέτερον, ἵνα ἄξιον εἴη τοῦ θυσιάζεσθαι τῷ Θεῷ. Ἐπειδὴ δὲ εἶπε, Παραστήσατε θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε, ζῶσαν. Καὶ προσέθηκεν, ἁγίαν καὶ εὐάρεστον, διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς. Ἡ τοιαύτη γὰρ θυσία, εὐαρεστήσεως· ἡ δὲ τῶν Ἰουδαίων, ἀκάθαρτος. Ἐκείνη τὸ τεθυμένον νεκρὸν ἀπέφηνεν· αὕτη τὸ τεθυμένον, ζῶν ἐργάζεται· ὅτε γὰρ νεκρώσομεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα ζῆν. Κἀκείνη μὲν σωματικὴ, αὕτη δὲ λογικὴ, τουτέστιν οὐδὲν ἔχουσα παχὺ, οὐδὲ αἰσθητόν. Λογικὴ δὲ λατρεία ἐστὶν, ἡ πνευματικὴ διακονία, ἡ κατὰ Χριστὸν πολιτεία. Καθάπερ οὖν ὁ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διακονούμενος, οἷος ἂν ᾖ, συστέλλεται τότε καὶ ἱερώτερος γίνεται· οὕτω καὶ ἡμᾶς τὸν ἅπαντα βίον διακεῖσθαι χρὴ, ὡς λατρεύοντας καὶ ἱερωμένους. Τὴν μέντοι λατρείαν, ἔντευξιν ὁ Θεολόγος ὠνόμασε. Δι' αὐτῆς γὰρ ἐντυγχάνομεν καὶ ὁμιλοῦμεν Θεῷ. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ Θεῷ τίμιον, ὡς καθαρότης ἢ κάθαρσις. Ἔστι δὲ καθαρότης μὲν, τὸ ἤδη καθαρθῆναι· κάθαρσις δὲ, τὸ ἔτι καθαίρεσθαι· ἢ καθαρότης μὲν, τὸ μὴ ἐμπεσεῖν εἰς μολύσματα· κάθαρσις δὲ, τὸ μετὰ τὸ ἐμπεσεῖν ἀπονίπτεσθαι. Ἐὰν τοίνυν βουλώμεθα ἑορτάζοντες θεραπεύειν τοὺς μάρτυρας, τοῦτο τοῖς ἄθλοις αὐτῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανωθῆναι, ὡς νικηταὶ τῆς ἁμαρτίας καὶ τῶν δαιμόνων, καὶ τὸ ἐπιτυχεῖν τῆς αὐτῆς δόξης, οὐ μόνον τῆς παρὰ τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῆς μελλούσης, ἧς μικρά εἰσιν ὑπομνήματα, αἱ ὁρώμεναι τιμαὶ, αἱ παρ' ἡμῶν τοῖς μάρτυσι προσαγόμεναι. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη, κατὰ τὸν Ἀπόστολον, πρὸς αἷμα καὶ σάρκα, ἤγουν πρὸς ἀνθρώπους, ἀλλὰ πρὸς τοὺς ἀσάρκους δαίμονας, οἵτινες ἀρχαὶ μὲν λέγονται, ὡς ἀρχηγοὶ τῶν παθῶν, οἷς οἱ ταλαίπωροι ἑκόντες δουλεύομεν· ἐξουσίαι δὲ, ὡς διὰ μέσων τῶν παθῶν κατεξουσιάζοντες ἡμῶν· κοσμοκράτορες δὲ, ὡς κατακρατοῦντες τῶν τὰ κοσμικὰ φρονούντων. Τὰ πνεύματα τῆς πονηρίας, τὰ ἐν τοῖς ἐπουρανίοις, ἤγουν τὰ ἐν τῷ ἀέρι στρεφόμενα. Λέγεται γὰρ καὶ ὁ ἀὴρ, οὐρανὸς, ὅπερ ἑρμηνεύων ὁ Θεολόγος, ἐπήγαγε, καὶ περὶ τὰ οὐράνια. Ἀγωνισώμεθα οὖν πρὸς τὸν ἐμφύλιον ἐν ἡμῖν πόλεμον· λέγει γὰρ ὁ Ἀπόστολος, εἶναί τινα ἐν τοῖς μέλεσιν ἡμῶν νόμον ἁμαρτίας, τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, ἤγουν τῷ φυσικῷ, καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν αἰχμάλωτον καὶ ὑποχείριον. Ἀντιπαραταξώμεθα δὲ καὶ πρὸς τὰς ἔξωθεν ἐπερχομένας ἐπαναστάσεις.
wherefore our body must be kept unblemished on every side, so that it may be worthy of being sacrificed to God. And since he said, Present a sacrifice, lest anyone should suppose that he commands us to slaughter our bodies, he quickly added, living. And he added, holy and well-pleasing, distinguishing it from the Jewish one. For such a sacrifice is one of well-pleasing; whereas that of the Jews is unclean. That one rendered what was sacrificed dead; this one makes what is sacrificed living; for when we mortify our members, then we shall be able to live. And that one was bodily, whereas this one is rational, that is, having nothing gross or sensible. And rational service is spiritual ministry, the citizenship according to Christ. Just as, therefore, he who ministers in the house of God, of whatever sort he may be, is then composed and becomes more reverent; so we also must be disposed throughout our whole life as worshipping and consecrated. Service, however, the Theologian named intercession. For through it we intercede and converse with God. For nothing is so precious to the pure God as purity or purification. And purity is the having already been purified; whereas purification is the still being purified; or purity is the not falling into defilements, whereas purification is the washing oneself off after falling into them. If, therefore, as we keep the feast we wish to honour the martyrs, let us grant this favour to their contests: both to be crowned ourselves as conquerors of sin and of the demons, and to attain to the same glory, not only that from men, but also that to come, of which the visible honours offered by us to the martyrs are small memorials. Our wrestling, according to the Apostle, is not against blood and flesh, that is to say, against men, but against the fleshless demons, who are called principalities, as originators of the passions, to which we wretched ones willingly serve as slaves; and authorities, as exercising authority over us through the midst of the passions; and world-rulers, as prevailing over those who mind worldly things. The spirits of wickedness in the heavenly places, that is to say, those wheeling about in the air. For the air also is called heaven, explaining which the Theologian added, even around the heavenly places. Let us contend, therefore, against the civil war within us; for the Apostle says that there is a certain law of sin in our members, warring against the law of the mind, that is to say, the natural law, and oftentimes making the mind a captive and subject to itself. And let us also array ourselves against the risings up that come upon us from without.
Col. 837 B 1. Ἐνέγκωμεν. . . . . μετριώτερον. Ὑπέμειναν, φησὶν, οἱ μάρτυρες θηρία καὶ ξίφος καὶ πῦρ· ὑπομείνωμεν καὶ ἡμεῖς, ὡς μὲν θηρίον, τὸν θυμόν· ὡς δὲ ξίφος τμητικὸν, τὴν γλῶσσαν· ὡς δὲ πῦρ, τὴν ἡδονὴν κατασβέσωμεν. Πάσας τὰς αἰσθήσεις δουλαγωγήσωμεν· θῶμεν θύρας ταῖς ἀκοαῖς, εὐκαίρως ἀνοιγομένας πρὸς τὰ θεῖα ῥήματα καὶ εὐκαίρως κλειομένας πρὸς τὰ θέλγοντα καὶ βλάπτοντα
Col. 837 B 1. Let us bear. . . . . more moderately. The martyrs, he says, endured wild beasts and sword and fire; let us also endure anger as a wild beast, and the tongue as a cutting sword, and let us quench pleasure as fire. Let us bring all the senses into bondage; let us set doors to our ears, seasonably opened towards the divine words and seasonably closed towards the things that charm and harm