ᾄσματα. Κυβερνήσωμεν τὸν ὀφθαλμὸν, μήποτε δι' αὐτοῦ ἡμῖν λαῦρον ἐμπέσῃ τῆς ἐπιθυμίας τὸ κῦμα· τὴν γλῶτταν, μὴ φθεγξώμεθα μηδὲν ἀπηγορευμένον· τὴν ἁφὴν λυττῶσαν πρὸς τὰς περιέργους καὶ βλαβερὰς ἐπαφάς· τὴν γεῦσιν, λιχνευομένην περὶ τὰ ἡδύσματα καὶ σπαράττουσαν· πάντοθεν γὰρ ἀγώγιμός ἐστιν ὁ ἀκόλαστος, καὶ ἀπὸ ἐδωδῆς, καὶ ἀπὸ στρωμνῆς, καὶ ἀπὸ συναναστροφῆς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν, καὶ ἀπὸ τῶν ὤτων, καὶ τῶν γνάθων, ἀλλὰ καὶ ἐκ τῶν μυκτήρων. Καὶ καθάπερ οἱ βόες τοῖς κρίκοις καὶ τοῖς σχοινίοις, οὕτω καὶ ὁ ἀκόλαστος θυμιάμασι καὶ μύροις καὶ ταῖς ἀπὸ τῶν στεφάνων εὐωδίαις περιέλκεται· καὶ τοῦτό ἐστιν, ὅ φησιν Ἱερεμίας, ὅτι Ἀνέβη θάνατος διὰ τῶν θυρίδων· διὰ γὰρ τῶν αἰσθήσεων, ὡς διὰ θυρίδων, εἰσέρχεται εἰς τὴν ψυχὴν ὁ τῆς ἁμαρτίας θάνατος. Πρὸς τοῖς ἄλλοις, καὶ τὸν γέλωτα φύγωμεν· καὶ ὥσπερ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τῷ Ἠλίᾳ ἐντυγχάνοντι τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ, καὶ λέγοντι, Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέστρεψαν, κἀγὼ ἀπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου· λέγει ὁ χρηματισμὸς, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ (εἴδωλον δὲ ἦν ἡ Βάαλ ὑπὸ τῶν Ἰουδαίων τότε τιμώμενον)· οὕτω μηδὲ ἡμεῖς ὑποκύψωμεν τῇ ἁμαρτίᾳ διὰ τὴν χρείαν· ἀλλ' ὥσπερ οἱ τρεῖς παῖδες τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησεν ὁ Ναβουχοδονόσορ, οὐ προσεκύνησαν· οὕτω καὶ ἡμεῖς τῷ ἐμπαθεῖ εἰδώλῳ τῆς ἁμαρτίας, ὅπερ ἵστησιν ὁ διάβολος, μὴ προσκυνήσωμεν. Ὁ τὴν κοιλίαν φιληδονίας ἕνεκα θεοποιήσας, ἐξ ἀνάγκης τὴν ταύτης συστατικὴν θεοποιεῖ φιλαργυρίαν· ὁ γὰρ προσκυνήσας τῇ Βάαλ διὰ τὴν χρείαν, τουτέστι τὴν γαστριμαργίαν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, τῇ φιλαργυρίᾳ φημὶ, διὰ τὸν φόβον προσκυνήσειεν, αἰτίαν ἄλλην περιποιητικὴν τῆς παρούσης ζωῆς μετὰ τὸν χρυσὸν οὐκ εἰδώς. Μὴ καθυβρίσωμεν τὴν ψυχὴν διὰ κακίας, ἀλλὰ κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβέσαι. Καὶ οὗτος ὁ πόλεμος, ὁ πρὸς τὰ πάθη, φημὶ, δεινός ἐστιν, ὥσπερ ὁ πρὸς τοὺς τυράννους· καὶ τὸ νικῆσαι τὴν ἁμαρτίαν, μέγα τρόπαιον, ὡς τὸ περιγενέσθαι τῶν διωκόντων οἱ μάρτυρες. Ἐὰν οὕτω πάντοτε συντρέχωμεν εἰς τὰς τῶν ἁγίων ἑορτὰς, ἀληθῶς τιμῶμεν τοὺς μάρτυρας· ἐὰν δὲ συνερχώμεθα, ἵνα τρυφήσωμεν σαρκικῶς καὶ προσκαίρως, καὶ ἵνα τὰ κενούμενα βρώματα εἰσενέγκωμεν, καὶ ἵνα ποιήσωμεν τοὺς ναοὺς τῶν μαρτύρων, χωρία κραιπάλης καὶ μέθης, καὶ ἐὰν τὸν καιρὸν τῶν ἑορτῶν, καιρὸν συναλλαγμάτων ὑπολαμβάνωμεν, καὶ ἡ σύνοδος ἡμῖν γένηται, ἵνα ὠνίων διάμειψιν ποιησώμεθα, οὐχ ἵνα τῆς θεώσεως ἐπιτύχωμεν, ἧς μεσῖται γίνονται οἱ ἅγιοι, τὸν μὲν λαὸν παρακαλοῦντες ἀναβαίνειν καὶ θεοῦσθαι, τὸν δὲ Θεὸν ἱκετεύοντες ἐπικλίνεσθαι καὶ βοηθεῖν, πρῶτον μὲν, οὐδὲ τὸν καιρὸν ἐπιγινώσκω, καιρὸν ἑορτῆς. Τί γὰρ τὸ ἄχυρον πρὸς τὸν σῖτον; φησὶν ὁ Κύριος διὰ Ἱερεμίου· τί δὲ κοινὸν τῇ τῆς σαρκὸς
songs. Let us steer the eye, lest through it the violent wave of desire fall upon us; the tongue, lest we utter anything forbidden; the touch, raving after curious and harmful contacts; the taste, playing the glutton over seasonings and tearing at them; for from every side the licentious man is easily led, both from food, and from his bed, and from company, and from the eyes, and from the ears, and the jaws, and even out of the nostrils. And just as oxen are dragged about by rings and ropes, so also the licentious man is dragged about by incenses and unguents and the sweet odours from garlands; and this is what Jeremiah says, that Death has come up through the windows (Jer. 9:21); for through the senses, as through windows, the death of sin enters into the soul. Beside other things, let us also flee laughter; and just as in the third book of Reigns, to Elijah interceding with God against Israel and saying, Lord, they have slain Thy prophets, and have overthrown Thine altars, and I am left alone, and they seek my life, the oracle says, I have left to Myself seven thousand men, who have not bowed the knee to Baal (3 Reigns 19:10, 18) (now Baal was an idol honoured at that time by the Jews); so let not us either bow down to sin because of need; but just as the three children did not worship the golden image which Nebuchadnezzar set up, so let not us either worship the impassioned idol of sin which the devil sets up. He who has deified the belly for the sake of love of pleasure of necessity deifies covetousness, which sustains it; for he who has worshipped Baal because of need, that is, gluttony, would also worship the golden image, I mean covetousness, because of fear, knowing no other cause productive of the present life after gold. Let us not insult the soul through wickedness, but according to the apostolic exhortation, let us take up the shield of faith, wherewith we shall be able to quench all the fiery darts of the Evil One (Eph. 6:16). And this war, that against the passions, I say, is terrible, just like that against the tyrants; and to conquer sin is a great trophy, as for the martyrs to prevail over their persecutors. If we always run together thus to the feasts of the saints, we truly honour the martyrs; but if we come together that we may luxuriate carnally and transiently, and that we may bring in meats that are voided, and that we may make the temples of the martyrs places of surfeiting and drunkenness, and if we suppose the season of the feasts to be a season of commercial dealings, and our gathering becomes for us that we may make an exchange of wares, not that we may attain to deification, whereof the saints become mediators, exhorting the people on the one hand to ascend and be deified, and supplicating God on the other hand to incline and help—first, indeed, I do not even recognize the season as a season of feast. For what is the chaff to the wheat? says the Lord through Jeremiah (Jer. 23:28); and what has the luxury of the flesh in common