οὐκ ἔστι φιλόζωος, τοῦτο προσμαρτυρεῖ καὶ τῷ πατρὶ αὐτοῦ ὁ Θεολόγος. Εἶπε γὰρ, ὅτι Ποιμήν ἐστι καλὸς, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Προσέθηκε δὲ, ὅτι Καὶ ἐμὲ τὸν υἱὸν αὐτοῦ εὔχεται τοιοῦτον ποιμένα γενέσθαι, τιθέντα δηλαδὴ τὴν ψυχὴν ὑπὲρ ὑμῶν. Ἐπὶ τούτοις ἐβόησε μετὰ θαύματος τὸ, Ὢ τῆς μεγαλοψυχίας! Εἶτα, ἵνα μή τις ὑπολάβῃ, ὅτι τὸν υἱὸν ὁ Πατὴρ, ὡς μεγαλόψυχος εἰς κινδύνους ἐπιδιδοὺς, οὐ φείδεται αὐτοῦ, διορθοῦται τὴν ὑπόνοιαν ταύτην εἰπών· Ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεκνίας . . Τὸ γὰρ οὕτως καὶ ἐπὶ τοιούτοις ἐκδιδόναι τὸν υἱὸν, οὐκ ἔστι, φησὶ, μισοτέκνου, ἀλλὰ μάλιστα φιλοτέκνου. Ὥστε εἰ καὶ μεγαλοψυχίαν τὸ πρᾶγμα ὠνόμασα, διὰ τὸ μέλλειν πόνοις καὶ κινδύνοις ὁμιλεῖν, ἀλλ' οὖν ἐπεὶ δι' ὑμᾶς καὶ τὴν ὑμετέραν ὠφέλειαν καὶ διὰ Θεὸν τὰ τοιαῦτα χρὴ διαθλεῖν φιλοτεκνία τὸ πᾶν ἐστι. Ταῦτα εἰπὼν ὁ Θεολόγος, ἀπαριθμεῖται εὐθὺς καὶ τὰ παρὰ τοῦ πατρὸς καρποφορούμενα. Τὰ δέ ἐστι τρία. Κἂν μὲν ἁπλῶς εἰπεῖν ἐβούλετο, εἶπεν ἂν, ὅτι Ἑαυτὸν δίδωσι καὶ ἐμὲ καὶ τὸν ναόν. Νῦν δὲ τὴν φιλότιμον καρποφορίαν ἐπαύξων καὶ μεγαλύνων, ὑποδιαιρεῖ καὶ τὰ ἑαυτοῦ καὶ τὰ τοῦ πατρὸς, ποικίλλων καὶ πολυπλασιάζων τὰ ὀνόματα. Καὶ πολιὰν μὲν λέγει, τὸν πατέρα · νεότητα δὲ, ἑαυτόν. Καὶ αὖθις κληροδότην μὲν τὸν πατέρα · ἑαυτὸν δὲ, κληρονόμον, ὡς μέλλοντα τὸν θρόνον τῆς ἐπισκοπῆς διαδέχεσθαι καὶ κληρονομεῖν. Ἔχετε δὲ, φησὶ, μετ' ἐμοῦ καὶ τοὺς ἐμοὺς λόγους, καὶ τούτων τοὺς ἱερωτέρους καὶ ὠφελιμωτέρους. Οὐ γὰρ πρὸς χάριν διδάξω, ἀλλὰ πρὸς ὠφέλειαν· οὐδ' ἐπιδεικτικῶς, ἀλλὰ πνευματικῶς · οὐδ' ἅπερ ἡ τῶν λόγων ἄσκησις δίδωσιν, ἀλλ' ἅπερ ἐντίθησι τὸ Πνεῦμα τὸ ἅγιον. Οἱ μὲν γὰρ ἀνθρώπινοι λόγοι, τὰς ἀκοὰς μόνον θέλγουσιν, οὐ περαιτέρω προϊόντες· οἱ δὲ πνευματικοὶ, εἰς τὴν ψυχὴν διαβαίνουσιν. Ἐντυποῖ γὰρ αὐτοὺς τὸ Πνεῦμα, ὥσπερ πλαξὶ, ταῖς ἀνθρωπίναις καρδίαις. Καὶ λιθίναις δὲ εἰπὼν, ἡρμήνευσε τὴν τροπὴν, ἐπαγαγὼν, Εἴτουν σαρκίναις. Ἀντιτυπὲς γὰρ καὶ λίθος καὶ σὰρξ, καὶ τὰ ἐγκολαπτόμενα δυσέκνιπτα. Εἴληπται δὲ ὁ λόγος ἐκ τοῦ Ἀποστόλου, γράφοντος Κορινθίοις, ὅτι Ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. Ἔλαβε δὲ καὶ ὁ Ἀπόστολος τὴν χρῆσιν ἀπὸ τοῦ Ἰεζεχιὴλ, δι' οὗ φησιν ὁ Θεός· Δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς· καὶ ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἀπὸ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύσωνται. Λέγει δέ που καὶ ὁ θαυμάσιος Σιράχ· Πᾶς ἄνθρωπος ἐκ νεότητος ἐπὶ τὸ πονηρὸν, καὶ οὐκ ἴσχυσαν τὰς καρδίας αὐτῶν ἀντὶ λιθίνων ποιῆσαι σαρκίνας. Καὶ νῦν οὖν εἰπὼν ὁ Θεολόγος, Πλαξὶ λιθίναις, εἴτουν σαρκίναις, δοκεῖ μοι μὴ ἐφερμηνεύειν τὴν λέξιν, ἀλλὰ μᾶλλον ἀντιδιαστέλλειν τῇ λιθίνῃ καρδίᾳ, τουτέστι τῇ σκληρᾷ καὶ ἀνενδότῳ καὶ ἀντιτυπούσῃ τὴν σαρκίνην, ὅ ἐστι τὴν μαλακὴν καὶ ῥᾳδίως ὑπείκουσαν, καὶ δεχομένην
is not a lover of life, the Theologian bears witness to this also for his father. For he said that he is a good shepherd, and lays down his life for the sheep. And he added that he prays that I too, his son, may become such a shepherd, laying down, that is to say, my life for you. Upon these things he cried out with wonder, O the magnanimity! Then, lest anyone should suppose that the father, as magnanimous in giving his son over into dangers, does not spare him, he corrects this suspicion, saying: Or, to speak more truly, of love of children . . For to give up his son thus and for such things is not, he says, the part of a hater of children, but most of all of a lover of children. So that even if I named the matter magnanimity, on account of being about to engage in labours and dangers, yet since for your sake and your benefit and for God's sake one must contend through such things, the whole is love of children. Having said these things, the Theologian straightway enumerates also the fruits brought forth by his father. And these are three. And had he wished to speak simply, he would have said that he gives himself and me and the temple. But now, augmenting and magnifying the generous fruit-bearing, he subdivides both his own things and his father's, varying and multiplying the names. And he calls his father grey hair, and himself youth. And again, his father the testator, and himself the heir, as being about to succeed to and inherit the throne of the episcopate. And you have, he says, with me also my discourses, and of these the more sacred and more profitable ones. For I shall teach not for favour, but for profit; nor ostentatiously, but spiritually; nor the things that the practice of eloquence gives, but the things that the Holy Spirit implants. For human discourses charm only the ears, advancing no further; whereas spiritual ones pass through into the soul. For the Spirit imprints them, as upon tablets, upon human hearts. And having said of stone, he interpreted the trope, adding, Or rather of flesh. For both stone and flesh are resistant, and the things engraved thereon are hard to wash out. And the saying has been taken from the Apostle, writing to the Corinthians: You are an epistle of Christ, ministered by us, written not with ink, but with the Spirit of the living God; not in tablets of stone, but in fleshy tablets of the heart. And the Apostle also took the usage from Ezechiel, through whom God says: I will give them another heart, and a new spirit I will give in them; and I will draw out their heart of stone from their flesh and will give them a heart of flesh, so that they may walk in My statutes. And the marvellous Sirach also says somewhere: Every man from youth is inclined towards evil, and they had not strength to make their hearts of flesh instead of stone. And now, therefore, when the Theologian said, Tablets of stone, or rather of flesh, he seems to me not to be explaining the expression, but rather to be contrasting with the heart of stone, that is, the hard and unyielding and resistant one, the heart of flesh, which is the soft and easily yielding one, and receiving