Migne Reading Room

PG 36 · cols. 944–953 · Read from the page

* Commentary of Nicetas of Serrae on orations I and II of St Gregory, from the edition of Christ. Frid. Matthaeus

* Commentary of Nicetas of Serrae on orations I and II of St Gregory, from the edition of Christ. Frid. Matthaeus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 36:944Read from the page
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ἀρχιεπισκόπου Κωνσταντινουπόλεως Γρηγορίου τοῦ Θεολόγου λόγος αʹ, ἑρμηνευθεὶς ὑπὸ τοῦ μακαριωτάτου καὶ ὑπερτίμου μητροπολίτου Ἡρακλείας κυροῦ Νικήτα τοῦ Σερρῶν.
Of our Father among the saints Gregory the Theologian, Archbishop of Constantinople, Oration I, interpreted by the most blessed and most honourable Metropolitan of Heraclea, Lord Nicetas of Serrae.
Col. 395 A 3. Ἀναστάσεως... περιπτυξώμεθα. Ἄκων χειροτονηθεὶς ἱερεὺς ὁ θεῖος Γρηγόριος, ὥστε λοιπὸν γηράσαντος τοῦ πατρὸς ἀντιλαμβάνεσθαι τοῦ κατὰ Ναζιανζὸν ποιμνίου, καὶ ἀναπληροῦν τὸ πατρικὸν ὑστέρημα, δυσχεράνας ἔφυγεν εἰς τὸν Πόντον, κἀκεῖσε ἡσύχαζε, καὶ μετὰ καιρὸν ἐπανῆκεν ἀπὸ τοῦ Πόντου ἐν ἡμέρᾳ τοῦ Πάσχα, καὶ παρακληθεὶς ἔστη μέσον τῆς ἐκκλησίας, καὶ τὸν παρόντα λόγον ἀπεστομάτισεν. Ὕστερον δὲ τὸν μέγαν Ἀπολογητικὸν συνέταξε κατὰ σχολήν. Ἔστι δὲ οὗτος ὁ λόγος πανηγυρικὸς, διπλῆν ἔχων ὑπόθεσιν, αὐτήν τε τὴν ἑορτὴν καὶ τὴν βραδυτῆτα τῆς προστασίας τῆς κατὰ Ναζιανζὸν Ἐκκλησίας. Πανηγυρίζει τε ὑμνῶν τὴν ἑορτὴν, καὶ ὑπεραπολογεῖται τῆς βραδυτῆτος, ει καὶ τὰ τῆς ἀπολογίας ἐν ὀλίγῳ μέρει τοῦ ὅλου λόγου συμπεπεράτωται. Τὸ δὲ Πάσχα, οὐκ ἔστιν ὄνομα τοῦ σωτηρίου πάθους, ὥς τινες ἐνόμισαν, ἀλλ' ἡ λέξις αὕτη δηλοῖ τὴν διάβασιν, καθὼς ἐν τῷ δευτέρῳ τοῦ Πάσχα λόγῳ ὁ μέγας οὗτος Θεολόγος Πατὴρ ἑρμηνεύει· Ἄρχεται δ' οὕτως·
Col. 395 A 3. Of the Resurrection... let us embrace one another. Having been ordained a priest against his will, the divine Gregory, so that henceforth, as his father had grown old, he might take charge of the flock at Nazianzus and supply his father's deficiency, was displeased and fled to Pontus, and there remained in quiet; and after some time he returned from Pontus on the day of Pascha, and having been entreated he stood in the midst of the church and delivered the present oration extempore. Afterwards he composed the great Apologetic at leisure. Moreover, this oration is panegyrical, having a twofold subject, both the feast itself and his tardiness in undertaking the presidency of the Church at Nazianzus. He both celebrates the feast with hymns and defends himself regarding his tardiness, even though the matter of the defence is concluded within a small part of the whole oration. And Pascha is not the name of the saving passion, as some have supposed, but this word signifies the passing over, just as in the second oration on Pascha this great Theologian Father interprets it; and he begins thus:
Ἐπειδὴ, φησὶν, ἀναστάσεως ἡμέρα ἐστὶ, καθ' ἣν πρὸς ὑμᾶς ἐπεδήμησα, αὐτὴν ταύτην τὴν ἡμέραν, ὡς ἀγαθὸν δέχομαι σύμβολον, ὅτι ἀναστήσομαι κἀγὼ ἀπὸ τῆς δειλίας καὶ ἀσθενείας, καὶ ἔσται μοι ἡ ἀρχὴ τῶν λόγων μου καὶ ἡ ἀρχὴ τοῦ διδάσκειν καὶ τοῦ προΐστασθαι δεξιὰ, τουτέστιν ἀγαθὴ καὶ ἐπιτηδεία. Ἄγε οὖν ἐπὶ τῇ λαμπρᾷ ταύτῃ ἑορτῇ καὶ πανηγύρει, πνευματικῶς λαμπρυνθῶμεν, τῇ περιβολῇ τῶν ἀρετῶν φαιδρυνόμενοι, καὶ ἀλλήλους περιπτυξώμεθα, τὸ ἀγαπητικὸν, καὶ φιλάδελφον καὶ συνδετικὸν πρὸς ὁμόνοιαν ἐν τούτῳ δεικνύοντες. Τὸ γὰρ περιπτύσσεσθαι, τὸ οἱονεὶ προσφύεσθαι καὶ περιπλέκεσθαι ἀλλήλους δηλοῖ.
Since, he says, it is the day of resurrection on which I have arrived among you, I accept this very day as a good symbol that I too shall rise up from cowardice and weakness, and the beginning of my words and the beginning of teaching and of presiding will be auspicious for me, that is to say, good and suitable. Come therefore, upon this bright feast and festival, let us be spiritually brightened, made radiant by the vesture of the virtues, and let us embrace one another, showing therein what is loving, brotherly, and binding towards concord. For to embrace signifies, as it were, to cleave and to be intertwined with one another.
Ibid. 5. Εἴπωμεν... πεπονθόσι. Τοῦτο ἐκ τῆς προφητείας Ἠσαΐου ἔλαβεν ὁ Θεολόγος, λέγοντος· Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις· Ἀδελφοι ἡμῶν ἐστε. Ὁ δὲ νοῦς τοῦ λόγου τοιοῦτός ἐστιν, ὅτι Καὶ αὐτοῖς τοῖς μισοῦσιν ἡμᾶς εἴπωμεν τὸ, Ὦ ἀδελφοὶ, τουτέστι καλέσωμεν αὐτοὺς τῇ προσ-
Ibid. 5. Let us say... to those who have suffered. The Theologian took this from the prophecy of Isaiah, who says: Say to those who hate you and detest you: You are our brothers (Isa. 66:5). And the sense of the saying is such, that even to those very men who hate us let us say, O brothers, that is, let us call them by the
Notes, col. 944

On the reading

Printed ει, for εἰ.

Printed Ἀδελφοι, for Ἀδελφοὶ.

PG 36:945Read from the page
ηγορίᾳ τῶν ἀδελφῶν. Τοῦτο γὰρ ἀπόδειξις ἀγαθῆς περὶ αὐτοὺς διαθέσεως. Δεῖ γὰρ καὶ τοῖς ἐχθροῖς λέγειν τὸ, Ὦ ἀδελφοὶ, καὶ μὴ μόνον τοῖς δι' ἀγάπην τι πεποιηκόσιν ἢ πεπονθόσι, ὥσπερ οἱ ἐν Ναζιανζῷ καὶ ἐποίησάν τι δι' ἀγάπην καὶ ἔπαθον. Ἐποίησαν μὲν γὰρ τὴν πρὸς τὸν Θεολόγον τοῦτον Πατέρα παράκλησιν, ἵνα τὴν ἱερωσύνην καταδέξηται καὶ ποιμάνῃ αὐτούς. Ἔπαθον δὲ τὸ μὴ εἰσακουσθῆναι παρ' αὐτοῦ. Καὶ αὖ πάλιν αὐτὸς ἔπαθε τὴν βίαν καὶ ἐποίησε τὴν εὐπείθειαν.
appellation of brethren. For this is a proof of a good disposition towards them. For one must say even to enemies, O brethren, and not only to those who out of love have done or suffered something, just as those in Nazianzus both did something out of love and suffered. For they made the appeal to this Father the Theologian, that he should accept the priesthood and shepherd them; and they suffered the refusal of not being heard by him. And again in turn he himself suffered force and practised obedience.
Col. 395 A 7. Συγχωρήσωμεν... ταχυτητος. Συγχωρήσωμεν διὰ τὴν Ἀνάστασιν πρὸς τὰ αἰτιάματα, ἃ ἔχομεν ἀλλήλους αἰτιᾶσθαι, δῶμεν συγγνώμην ἀλλήλοις, ὑμῖν μὲν ἐγὼ, ὁ παρ' ὑμῶν τυραννηθεὶς τὴν καλὴν τυραννίδα. Τοῦτο γὰρ νῦν προστίθημι, ὅτι καλή ἐστιν αὕτη ἡ τυραννίς· ἐπεὶ πρότερον οὐκ ἐδόκει μοι καλὴ, ἀλλὰ βιαία, ἀλλὰ ἀσύμφορος. Καλὴν δὲ αὐτὴν νῦν λέγω, ὡς ἀπὸ διαθέσεως ἀγαθῆς γεγενημένην. Ὑμεῖς δὲ πάλιν δότε συγγνώμην ἐμοὶ, εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος, καὶ ὅτι οὐκ αὐτίκα ἐπέδραμον καλούμενος. Καίτοιγε, εἰ καὶ μὴ παρ' ὑμῖν, ἀλλὰ τῷ Θεῷ κρείττων ἐστὶν ἡ λελογισμένη αὕτη βραδυτὴς, παρὰ τὴν ἑτέρων ἀπερίσκεπτον ταχυτῆτα.
Col. 395 A 7. Let us pardon, down to rashness. Let us pardon on account of the Resurrection with respect to the charges which we have to bring against one another, let us grant forgiveness to one another: to you, for my part, I who have been subjected by you to the noble tyranny. For I now add this, that this tyranny is noble; since previously it did not seem to me noble, but violent, and unprofitable. But now I call it noble, as having arisen from a good disposition. And do you in turn grant forgiveness to me, if in aught you blame me for my slowness, and because I did not immediately run up when called. And yet, even if not among you, at least before God this considered slowness is better than the unconsidered rashness of others.
Ibid. 12. Ἀγαθὸν... δύναμιν. Κατασκευάζει ἐνταῦθα, ὅτι ἀμφότερα ἐπαινετῶς ἐποίησε. Καὶ πρότερον, τὴν ἀναχώρησιν, διὰ τὸ φοβηθῆναι τὸ μέγεθος τῆς ἱερωσύνης· καὶ δεύτερον, τὴν ἐπάνοδον, διὰ τὸ μὴ περιπεσεῖν τῷ τῆς ἀπειθείας ἐγκλήματι. Καὶ τὰ παραδείγματα τῆς τε βραδυτῆτος καὶ τῆς προθυμίας, ἀπὸ τῆς ἱστορίας λαμβάνει τῆς Παλαιᾶς. Ἀγαθὸν γὰρ, φησὶ, καὶ τὸ ὑποχωρῆσαι πρὸς ὀλίγον καὶ τὴν προστασίαν παραιτήσασθαι, κἂν αὐτὸς ὁ Θεὸς κελεύῃ, καὶ αὖθις τὸ προσδραμεῖν. Καὶ ταῦτα οὐκ αὐτὸς ἀναπλάττω, ἀλλ' εὑρίσκω καὶ τὸν Μωϋσέα καὶ τὸν Ἱερεμίαν ἀποστελλομένους παρὰ τοῦ Θεοῦ, καὶ παραιτουμένους. Ὁ μὲν γὰρ Μωϋσῆς κελευόμενος παρὰ τοῦ Θεοῦ πρὸς Φαραὼ ἀπελθεῖν βασιλέα Αἰγύπτου, καὶ εἰπεῖν αὐτῷ, ἵνα ἀποστείλῃ τὸν λαὸν αὐτοῦ, τουτέστι τοὺς Ἰουδαίους, παρῃτεῖτο, προφασιζόμενος, ὅτι βραδύγλωσσός ἐστι καὶ ἰσχνόφωνος, καὶ εἶπε· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ὁ δὲ Ἱερεμίας προφητεύειν εἰς τὰ ἔθνη πεμπόμενος, καὶ αὐτὸς ἀνεβάλετο λέγων· Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Οὗτοι μὲν οὖν κελεύοντι τῷ Θεῷ ὑπεχώρησαν· ὁ μὲν, τὸ βραδύγλωσσον δεδοικὼς, ὁ δὲ, τὴν νεότητα. Ὁ δὲ Ἀαρὼν καὶ Ἠσαΐας, καλοῦντι τῷ Θεῷ ἑτοίμως προσέδραμον. Ὁ μὲν γὰρ Ἀαρὼν ἀκούσας παρὰ Κυρίου, Πορεύθητι εἰς συνάντησιν Μωσέως εἰς τὴν ἔρημον, εὐθὺς ἐβάδισε , καὶ συνήντησεν αὐτῷ, μηδέν τι διακριθεὶς,
Ibid. 12. For it is a good thing, down to power. He establishes here that he did both things praiseworthily: both first, the withdrawal, through fearing the greatness of the priesthood; and second, the return, so as not to fall into the charge of disobedience. And he takes the examples both of slowness and of readiness from the history of the Old Testament. For it is a good thing, he says, both to withdraw for a little while and to decline the leadership, even if God Himself commands, and again to run forward. And these things I do not fashion myself, but I find both Moses and Jeremiah being sent by God, and begging off. For Moses, when commanded by God to go off to Pharaoh king of Egypt, and to tell him to send forth His people, that is, the Jews, begged off, alleging as an excuse that he was slow of tongue and weak of voice, and said: I pray Thee, O Lord, appoint another who is able, whom Thou shalt send. And Jeremiah, when sent to prophesy to the nations, himself also delayed, saying: Who art, O Sovereign Lord, behold, I do not know how to speak, because I am too young. These, then, withdrew when God commanded, the one fearing his slowness of tongue, the other his youth. But Aaron and Isaiah readily ran forward when God called. For Aaron, having heard from the Lord, Go to meet Moses into the wilderness, immediately walked forth, and met him, making no hesitation at all,
Notes, col. 945

On the reading

Printed ταχυτητος, for ταχυτῆτος.

PG 36:948Read from the page
καὶ συνεπορεύθη εἰς Αἴγυπτον. Ὥστε κατὰ τὸν θεῖον χρησμὸν, τὸν μὲν Μωσέα ἰσχνῇ καὶ λεπτῇ τῇ φωνῇ λαλεῖν πρὸς τὸν Ἀαρών· τὸν δὲ Ἀαρὼν, τὰ τοῦ Μωϋσέως ῥήματα μεγαλοφώνως διαπορθμεύειν πρὸς τὸν Φαραὼ καὶ πρὸς τὸν λαόν. Ἠσαΐας δὲ καὶ αὐτὸς ἀκούσας παρὰ τοῦ ὀφθέντος αὐτῷ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον, δηλαδὴ τῶν Ἰουδαίων; εἶπεν. Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.
and journeyed with him into Egypt. So that, according to the divine oracle, Moses spoke to Aaron with a thin and weak voice, while Aaron transmitted the words of Moses with a loud voice to Pharaoh and to the people. And Isaiah himself also, having heard from Him Who appeared to him upon a throne high and lifted up, Whom shall I send, and who will go to this people, namely of the Jews? said: Behold, here am I; send me (Isa. 6:8).
Col. 395. B 1. Τοῦ [μεγάλου Βασιλείου. Ἐρώτησις.] Διατί δὲ δήποτε Μωσῆς μὲν παρῃτεῖτο, Ἠσαΐας δὲ προσέτρεχεν; Ἀπόκρισις. Ὅτι Μωσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκα ἀπεστέλλετο· διὰ τοῦτο ὤκνει, πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων, καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες αὐτὸν ἐφυγάδευσαν. Ἠσαΐας δὲ μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἀκούσας, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ νομίσας, ὅτι ἐπὶ τούτῳ ζητεῖται ὁ ἀποστελλόμενος, ἵνα τὰ παραπλήσια κἀκεῖνοι εὐεργετηθῶσι, πρὸς οὓς ἀποστέλλεται, ὑπὸ περιχαρίας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αι ἁμαρτίαι. Ἰδοὺ, φησὶν, ἐγὼ, ἀπόστειλόν με. Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις καὶ τούτου ἡ προθυμία. Ἵνα δὲ μή τις εἴπῃ τῷ Θεολόγῳ· Πῶς ἐναντία ὄντα ἀλλήλοις, τὸ προσδραμεῖν τῷ Θεῷ καλοῦντι, καὶ τὸ ὑποχωρῆσαι, σὺ λέγεις ἀμφότερα εἶναι ἀγαθά; αὐτὸς προλαβὼν ἐπάγει τὴν λύσιν. Εἰ γὰρ εὐσεβῶς, φησὶ, καὶ ἡ ὑποχώρησις καὶ ἡ προθυμία γένηται, οὐδέτερον τούτων φαῦλον κριθήσεται. Πῶς δὲ καὶ παραιτήσεταί τις εὐσεβῶς καὶ προθυμηθήσεται εὐσεβῶς; Τὸ μὲν, διὰ τὴν οἰκείαν ἀσθένειαν, ὅταν τις εἰς ταύτην ἀποβλέπων, τὸ μέγεθος τῆς διακονίας εὐλαβῆται· τὸ δὲ, διὰ τὴν τοῦ καλοῦντος δύναμιν, ὅταν τις πιστεύσας, ὅτι πάντα δυνατὰ τῷ Θεῷ, ἀκολουθῇ αὐτῷ ἐπιτάττοντι. Ὅρα τοίνυν, πῶς θέλων ὁ Θεολόγος Πατὴρ συστῆσαι, ὅτι οὔτε ἡ δειλία τῶν ὑποχωρησάντων μεμπτὴ, οὔτε ἡ προθυμία τῶν ὁρμησάντων, πρὸς ἀμφότερα ἀπεῖδε τὰ πρόσωπα, τουτέστι πρὸς τὸ καλοῦν καὶ καλούμενον, ἵνα δείξῃ τοῦ μὲν καλοῦντος ἄξιον, τὸ τὸν καλούμενον ὑποτάσσεσθαι· τοῦ δὲ καλουμένου, τὸ τὸν καλοῦντα κατευλαβεῖσθαι καὶ ἀναδύεσθαι. Ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ τὸ ὑποχωρῆσαι καὶ προσδραμεῖν ἐναντία ὄντα, ἄμφω ἐπαινετὰ ἔσται ἐκ τῆς αἰτίας.
Col. 395. B 1. Of [Basil the Great. Question.] Why ever did Moses beg off, whereas Isaiah ran forward? Answer. Because Moses knew the business on account of which he was being sent; therefore he hesitated, looking both towards the unyieldingness of Pharaoh's heart, and again towards the disobedient and intractable temper of the people. For he had experience of the ingratitude of the Jews, in that even after having received benefits they drove him into exile. Isaiah, however, after his sins had been forgiven him, upon hearing, Who will go to this people? and supposing that the one sent was sought for this purpose, that those also to whom he is sent might receive like benefits, out of exceeding joy submits himself, so that to them also their sins might be forgiven. Behold, he says, here am I; send me. So that both the refusal of the former and the eagerness of the latter are reasonable. And lest anyone should say to the Theologian: How, when running forward to God when He calls and withdrawing are contrary to one another, do you say that both are good? he himself anticipates and brings in the solution. For if, he says, both the withdrawal and the eagerness take place piously, neither of these will be judged bad. And how shall anyone both beg off piously and be eager piously? The one, through his own weakness, when anyone looking to this reveres the greatness of the ministry; the other, through the power of Him Who calls, when anyone believing that all things are possible to God follows Him when He commands. See, then, how the Theologian Father, wishing to establish that neither the timidity of those who withdrew is blameworthy, nor the eagerness of those who rushed forward, looked to both persons, that is, to the one calling and the one called, so that he might show that it is worthy of the one calling that the one called should submit; and of the one called, that he should deeply revere the one calling and shrink back. So that according to this reasoning both withdrawing and running forward, though contrary, will both be praiseworthy from their motive.
Ibid 6. Μυστήριον... συνανιστάμενον. Μυστήριον, τὴν ἑορτὴν εἴωθε πολλάκις ὀνομάζειν, διότι ἐπὶ μυστηρίοις τισὶ γενομένοις καὶ θαύμασι τὰς ἑορτὰς ἄγομεν. Καὶ νῦν οὖν διὰ τὸ μυστικὸν τῆς ἑορτῆς καὶ
Ibid 6. Mystery... rising together with. He is often accustomed to call the feast a mystery, because we celebrate the feasts on account of certain mysteries that took place and wonders. And now therefore on account of the mystical character of the feast and
Notes, col. 948

On the reading

Printed αι, for αἱ.

PG 36:949Read from the page
ἀπόρρητον τοῖς πολλοῖς, μυστήριον αὐτὴν καλεῖ. Καὶ λέγει, ὅτι Ἐν ἑορτῇ ἐγενόμην ἱερεὺς, τῇ τῆς Χριστοῦ γεννήσεως ἴσως, καὶ ἐν ἑορτῇ ὑπεχώρησα, τῇ τῶν Φώτων τάχα, καὶ ἐν ἑορτῇ ἐπανῆλθον, τῇ τοῦ Πάσχα. Τῆς μὲν οὖν ὑποχωρήσεως καὶ τῆς ἐπανόδου τὴν αἰτίαν εἴρηκεν. Αὐτὸς γὰρ ἦν κύριος καὶ τοῦ φυγεῖν καὶ τοῦ ἐπανελθεῖν, καὶ ᾔδει περὶ αὐτῶν. Τῆς δὲ χρίσεως, οὐκέτι. Ἕτεροι γὰρ αὐτὸν ἔχρισαν. Ἐχρίοντο δὲ πάλαι μὲν οἱ ἱερεῖς καὶ ἀρχιερεῖς τῷ νομικῷ χρίσματι· ὕστερον δὲ τῷ πνευματικῷ, ὅπερ ἐστὶ χειροθεσία καὶ τοῦ ἁγίου Πνεύματος ἐπίκλησις. Ἀλλὰ τίς ἡ αἰτία τῆς ὑποχωρήσεως; Ἵνα, φησὶν, ἐμαυτὸν ἐπισκέψωμαι καὶ ἴδω, εἰ ἄρα τῆς ἱερωσύνης εἰμὶ ἄξιος. Τίς δὲ ὁ λόγος τῆς κατὰ τὸ Πάσχα ἐπανόδου; Ἵνα αὐτὴν, φησὶ, τὴν ἡμέραν καλὴν συνεργὸν ἔχω καὶ σύμμαχον, λύουσάν μοι καὶ τὴν ἀσθένειαν καὶ ἀδυναμίαν τὴν πρὸς τὴν ἱερωσύνην καὶ τὴν δειλίαν, ἣν εἶχον, εὐλαβούμενος τὴν μεγάλην ταύτην ἀξίαν καὶ τὸ τοῦ πράγματος μέγεθος. Ἐδειλίων γὰρ, ὡς ἀσθενὴς, ἀναδέξασθαι λαοῦ προστασίαν. Λέγει δὲ ταῦτα, μετριάζων ὁ μέγας. Διὰ τοῦτο γὰρ, φησὶν, ἐπανῆλθον κατὰ τὴν ἡμέραν τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἵνα ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς, κἀμὲ νεάζειν καὶ ἀκμάζειν πνευματικῶς καὶ ἐν τοῖς πνευματικοῖς παρασκευάσῃ ἢ καινοποιήσῃ τῷ Πνεύματι, τουτέστι μεταβαλεῖ ἀπὸ δειλοῦ καὶ ἀσθενοῦς εἰς θαρσαλέον καὶ ἰσχυρόν· ὥστε θαρρούντως καὶ εὐτόνως ἀφηγεῖσθαι τῆς ποίμνης. Μεταβαλεῖ δὲ, τῷ θείῳ Πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, τὴν ἱερωσύνην φημί. Ἡ γὰρ χρίσις καὶ ἁμαρτίας λύει, καθά τισι τῶν Πατέρων ἔδοξε, καὶ νέον ἄνθρωπον ποιεῖ τὸν χριόμενον. Δῷ τῇ καινῇ κτίσει, τοῖς διὰ τοῦ βαπτίσματος ἀναγεννωμένοις, οἵτινες οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ γεννῶνται, πλάστην ἀγαθὸν καὶ διδάσκαλον (πλάστην μὲν, ὡς διὰ τοῦ βαπτίσματος τρόπον τινὰ πλάττοντα· διδάσκαλον δὲ, ὡς τὴν πίστιν αὐτοῖς ἐξηγούμενον· ἢ πλάστην μὲν τῶν ἠθῶν, διδάσκαλον δὲ τῶν δογμάτων), Χριστῷ καὶ συννεκρούμενον, διὰ τῆς πρὸς τὰ πάθη νεκρώσεως· καὶ συνανιστάμενον, τῇ ἀναζωώσει τῶν ἀρετῶν· ὁ γὰρ νεκρ⟨…⟩ς τῇ ἁμαρτίᾳ γενόμενος, ζῇ πάντως τῇ ἀντικειμένῃ ἀρετῇ. Ἐκ τοῦ Ἀποστόλου δὲ τὰς χρήσεις ταύτας ἔλαβεν ὁ Θεολόγος. Λέγει γάρ που Ἐφεσίοις γράφων ὁ μακάριος Παῦλος, ὅτι Ἐδιδάχθητε ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς, ἤτοι τῆς ἀπάτης· ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐμάθετε, ὦ Ἐφέσιοι, ὥσπερ ἱμάτιον ἀποδύσασθαι τὸν παλαιὸν ἄνθρωπον, τουτέστι τὴν ἐφάμαρτον ζωήν, ἀνανεοῦσθαι δὲ, τὴν πνευματικὴν
secret to the many, he calls it a mystery. And he says that: On a feast I became a priest, perhaps that of the Nativity of Christ, and on a feast I withdrew, perhaps that of the Lights, and on a feast I returned, that of Pascha. Now of his withdrawal and of his return he has stated the cause. For he himself was master both of fleeing and of returning, and he knew about them. Of his anointing, however, no longer so. For others anointed him. Now of old priests and high priests were anointed with the legal anointing; afterwards, however, with the spiritual, which is the laying on of hands and the invocation of the Holy Spirit. But what was the cause of the withdrawal? That, he says, I might examine myself and see whether indeed I am worthy of the priesthood. And what was the reason for the return at Pascha? That, he says, I might have this day itself as a good helper and ally, dissolving for me both the weakness and inability towards the priesthood and the cowardice which I had, standing in awe of this great dignity and the magnitude of the matter. For I was afraid, as being weak, to undertake the presidency of a people. And the great man says these things in modesty. For on this account, he says, I returned on the day of the resurrection of Christ, so that He Who rose today from the dead might prepare me also to be renewed in youth and to flourish spiritually and in spiritual things, or might renew me by the Spirit, that is, He will change me from cowardly and weak into bold and strong, so as to lead the flock boldly and vigorously. And He will change me by the divine Spirit, having also clothed me with the new man, I mean the priesthood. For the anointing also looses sins, according as it has seemed good to certain of the Fathers, and makes the one anointed a new man. May He give to the new creation, to those regenerated through baptism, who are born not of blood, but of God (John 1:13), a good fashioner and teacher (a fashioner, on the one hand, as fashioning them in a certain manner through baptism; a teacher, on the other hand, as expounding the faith to them; or a fashioner of morals, and a teacher of doctrines), both dying together with Christ, through deadness towards the passions, and rising together with Him, through the revival of the virtues; for he who has become dead to sin lives altogether to the opposite virtue. And the Theologian took these expressions from the Apostle. For the blessed Paul says somewhere in writing to the Ephesians: You were taught to put off the old man, which is corrupted according to the desires of the flesh, that is, of deceit; and to be renewed in the spirit of your mind, and to put on the new man, which according to God is created (Eph. 4:21-24). And what he says is of this sort: You have learned, O Ephesians, to put off the old man like a garment, that is, the sinful life, and to be renewed as to the spiritual
PG 36:952Read from the page
ἀναγέννησιν, διὰ τοῦ ἐν τῷ νοῒ ὑμῶν κατοικοῦντος πνεύματος. Ὅπερ μεταβαλὼν εἶπεν ὁ Θεολόγος· Κἀμὲ καινοποιήσῃ τῷ Πνεύματι. Καὶ αὖθις· Ἐδιδάχθητε ἐνδύσασθαι, ὡς λαμπρὰν ἐσθῆτα, τὴν ἀρετήν. Ταύτην γὰρ ὀνομάζει καινὸν ἄνθρωπον, κτιζόμενον κατὰ Θεὸν, τουτέστιν ὡς ἀρέσκοντα
regeneration, through the spirit dwelling in your mind. Changing which, the Theologian said: And renew me by the Spirit. And again: You were taught to put on virtue like a bright garment. For this he names the new man, created according to God, that is, as pleasing
Col. 397 A 5. Χθὲς... ἐτειχίσθημεν. Περὶ τῶν καθ' ἑαυτὸν ἀπολογησάμενος ὁ Θεολόγος, χωρεῖ νῦν καὶ ἐπὶ τὰ κατὰ τὴν ἑορτὴν, ἃ καὶ ἀλληγορεῖ, καί φησιν, ὅτι Χθὲς ὁ λογικὸς ἀμνὸς, ὁ Χριστὸς, διὰ τοῦ θείου ἄρτου ἐσφαγιάσθη, καὶ ἐχρίσθησαν ἡμῶν αἱ φλιαὶ, ἡ πρᾶξις καὶ ἡ θεωρία καὶ αἱ πρῶται τοῦ νοῦ κινήσεις καὶ αἰσθήσεις ἐχρίσθησαν διὰ τοῦ θείου αἵματος. Καὶ ἡ μὲν Αἴγυπτος, ἡ διώκουσα ἡμᾶς ἁμαρτία, ἐθρήνησεν ἀπολλύμενα τὰ ἑαυτῆς πρωτότοκα, τουτέστι καὶ αὐτὰς τὰς πρώτας ὑποθέσεις καὶ ἀφορμάς. Τοῦ γὰρ παλαιοῦ νόμου τὰ τέλη τῶν ἁμαρτημάτων κολάζοντος, ἡμεῖς καὶ τὰς ἀρχὰς αὐτῶν, ὡς αἰτίας τῶν πράξεων, ῥιζόθεν ἀνασπᾷν ἐκελεύσθημεν. Ἢ καὶ πρωτότοκα, τὰ τελεώτερα μᾶλλον τῶν ἁμαρτημάτων καὶ μείζονα. Ἢ ἁπλῶς, τὰ πρότερα πλημμελήματα, ἅπερ ἀπώλλοντο Χριστοῦ τυθέντος ὑπὲρ ἡμῶν. Ἡμᾶς δὲ παρῆλθεν ὁ ὀλοθρεύων διάβολος, ὃς ἀναιρεῖν ἐπείγεται, ὥσπερ τινὰ πρωτότοκα, τοὺς πρώτους ἀγαθοὺς τόκους τῆς ψυχῆς ἡμῶν. Καὶ ἡ σφραγὶς, ἡ διὰ τῆς χρίσεως τοῦ τιμίου αἵματος, φοβερὰ μὲν ἔστι τῷ ὀλοθρεύοντι δαίμονι, διὰ τὴν δύναμιν αὐτῆς· αἰδέσιμος δὲ, διὰ τὸ ἀξίωμα· βασιλικὴ γάρ. Καὶ τῷ ἱερῷ αἵματι οὐ μόνον ἐχρίσθημεν καὶ ἐσφραγίσθημεν, ἀλλὰ καὶ ὡσεὶ τεῖχος αὐτὸ κυκλόθεν περιβαλλόμεθα. Διήκει γὰρ αὐτοῦ πρὸς πᾶσαν τὴν οὐσίαν ἡμῶν ἡ δύναμις, ὥστε συναμφότερα περιτειχίζειν καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. Κεῖται δὲ πᾶσα ἡ περὶ τοῦ ἀμνοῦ ἱστορία ἐν τῷ δευτέρῳ Μωσαϊκῷ βιβλίῳ, ὅπερ Ἔξοδος ἐπιγέγραπται, περὶ ἧς ἱστορίας πλατύτερον ἐν τῷ δευτέρῳ λόγῳ τοῦ Πάσχα ὁ Θεολόγος διέξεισιν.
Col. 397 A 5. Yesterday... we were walled about. Having made his defence concerning the matters relating to himself, the Theologian now proceeds also to the matters regarding the feast, which he also allegorizes, and says that yesterday the rational Lamb, Christ, was slaughtered through the divine bread, and our doorposts were anointed, action and contemplation and the first movements and perceptions of the mind were anointed through the divine blood. And Egypt, the sin that persecutes us, bewailed her firstborn perishing, that is, even the very first grounds and occasions. For whereas the old law punishes the ends of sins, we have been commanded to pluck up by the roots even their beginnings, as the causes of actions. Or by firstborn are meant rather the more complete and greater of sins. Or simply, the former transgressions, which perished when Christ was sacrificed on our behalf. And the destroying devil passed over us, who hastens to destroy, like certain firstborn, the first good offspring of our soul. And the seal, which is through the anointing of the precious blood, is terrible to the destroying demon on account of its power, and venerable on account of its dignity, for it is royal. And with the sacred blood not only were we anointed and sealed, but we also cast it around ourselves all about like a wall. For its power pervades our whole essence, so as to wall about both together, both the body and the soul. And the whole history concerning the lamb lies in the second Mosaic book, which is entitled Exodus (Exod. 12), which history the Theologian recounts more at length in the second oration on Pascha.
Ibid. 8. Σήμερον... φυράματος. Χθὲς μὲν, φησὶν, ἐκεῖνα ἐγένετο, ἅπερ εἰρήκαμεν. Σήμερον δὲ, κατὰ τὴν Κυριακὴν ἡμέραν, καθ' ἣν ὁ Χριστὸς ἀνεβίω, καὶ ἀνεκαίνισεν ἡμῖν τὴν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν διάβασιν, καὶ τὴν ἀπὸ τῶν ἐπηρεαζομένων πρὸς τὰ ἀνεπηρέαστα, καθαρῶς ἐφύγομεν Αἴγυπτον· οὐ μόνον τὸν κίνδυνον τῆς ἁμαρτίας ἐκκλίναντες, ἀλλὰ καὶ αὐτὴν τὴν πρὸς τὴν ἁμαρτίαν διάθεσιν ἀπὸ καρδίας καθαρῶς μισήσαντες. Οὕτω δὲ διακειμένοις ἡμῖν, πικρὸς φανεῖται δεσπότης ὁ νοητὸς Φαραὼ
Ibid. 8. Today... of the lump. Yesterday indeed, he says, those things took place which we have stated. Today, however, on the Lord's day, on which Christ returned to life and renewed for us the passing over from corruption to incorruption, and that from things subject to harm towards things free from harm, we have purely fled from Egypt; having not only shunned the danger of sin, but having also purely hated from the heart the very disposition towards sin. And to us who are thus disposed, the intelligible Pharaoh will appear a bitter master
PG 36:953Read from the page
διάβολος· βαρεῖς δὲ ἐπιστάται, οἱ συνεργοῦντες αὐτῷ δαίμονες· καὶ ἡ ἁμαρτία, πηλὸς καὶ πλινθεία· πηλὸς μὲν λεγομένη, ὅταν πρὸς τὰς ἡδονὰς φαῦλοι ὦμεν· πλινθεία δὲ, ὅταν ποσῶς συστελλώμεθα. Τηνικαῦτα δὲ καὶ ἑορτάσιμος ἡμῖν ἔσται ἡ ἐκ τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην διάβασις, καὶ ᾄσομεν τὰ ἐξόδια καὶ διαβατήρια, οὐκέτι κωλυόμενοι ἑορτάζειν· ὥσπερ οὐδὲ οἱ Ἰσραηλῖται μετὰ τὴν τῆς Ἐρυθρᾶς διάβασιν· οὐδὲ χρώμενοι τῇ σεσηπυίᾳ καὶ ὀζώδει ζύμῃ τῆς ἁμαρτίας, ἀλλ' ὡς ἐν ἑπτὰ ἡμέραις, τῷ ἑπταδικῷ τούτῳ βίῳ, τὴν ἄζυμον καὶ καθαρὰν ἀρετὴν καὶ θεολογίαν μετιόντες. Εἰλικρίνεια γάρ ἐστι, βίου καθαρότης· ἀλήθεια δὲ, δογμάτων ὀρθότης. Ἐν κεφαλαίῳ οὖν διὰ τῆς εἰλικρινείας καὶ ἀληθείας, τὴν πρακτικὴν καὶ θεολογικὴν φιλοσοφίαν ἐσήμανεν. Ὥσπερ δὲ οἱ Ἰσραηλῖται ἐκ τῆς Αἰγύπτου ἐξιόντες, οὐδὲν ἐπεφέροντο Αἰγύπτιον κρᾶμα καὶ φύραμα, εἰ μὴ μόνον ἄλευρα· οὕτω χρὴ καὶ ἡμᾶς ἐκ τῆς ἁμαρτίας ἀναχωροῦντας, μὴ φυλάττειν τι τῆς προτέρας κακίας λείψανον, ἀλλὰ τὴν ἀρετὴν ἄζυμον ἔχειν, μὴ φυραθεῖσαν ἢ ἀνακραθεῖσαν, οἷά τινι ζύμῃ, τῇ παλαιᾷ καὶ πικρᾷ ἕξει, ἣν ἐσιτούμεθα, ὅτε ἐν Αἰγύπτῳ τῇ ἁμαρτίᾳ διήγομεν. Τί δὲ τὸ Αἰγυπτιακὸν φύραμα, αὐτὸς ὁ Θεολόγος ἑρμηνεύει, ὅτι Τὸ ἄθεον δόγμα, ἢ τὸ σκοτεινὸν καὶ ῥυπαρὸν ἔργον.
the devil; and harsh taskmasters, the demons working together with him; and sin, clay and brickmaking: called clay, on the one hand, when we are base towards pleasures; brickmaking, on the other hand, when we are in some degree restrained. And then the passing over from sin towards righteousness will also be a festival for us, and we shall sing the songs of departure and of passing over, no longer hindered from keeping the feast, just as neither were the Israelites after the passing over of the Red Sea; nor using the rotten and foul-smelling leaven of sin, but as in seven days, in this sevenfold life, pursuing the unleavened and pure virtue and theology. For sincerity is purity of life; and truth is correctness of doctrines. In sum, therefore, through sincerity and truth he signified practical and theological philosophy. And just as the Israelites going out from Egypt brought with them no Egyptian mixture and lump, save only flour, so too we, withdrawing from sin, ought not to keep any remnant of our former wickedness, but to have virtue unleavened, not kneaded or mixed, as with some leaven, with the old and bitter habit on which we fed when we lived in Egypt, that is, in sin. And what the Egyptian lump is, the Theologian himself interprets, namely: The godless doctrine, or the dark and filthy deed.
Col. 397 B 3. Χθὲς συνεσταυρούμην... συνεγείρομαι. Τὸ χθὲς δύναται καὶ ὅλον τὸν καιρὸν τῆς Τεσσαρακοστῆς αἰνίττεσθαι. Χθὲς οὖν, φησὶν, συνεσταυρούμην Χριστῷ, τῶν γηΐνων ὑψούμενος, καὶ τῆς κατ' ἐνέργειαν ἁμαρτίας ἀπεχόμενος, καὶ συνενεκρούμην καὶ συνεθαπτόμην καὶ πρὸς αὐτὰ τὰ πάθη καὶ τὴν κατὰ νοῦν ἁμαρτίαν μένων νεκρὸς καὶ ἀκίνητος. Σήμερον ἐνεργοῦμαι τὸ δοξάζεσθαι τὸ ζωοποιεῖσθαι, τὸ ἐξανίστασθαι. Κατὰ ἀντίθεσιν δὲ σχηματίζει τὸν λόγον ὁ Θεολόγος. Ἀντίκειται γὰρ τῇ μὲν ἀδοξίᾳ τοῦ σταυροῦ, ἡ δόξα, τῇ δὲ νεκρώσει, ἡ ζωὴ, τῇ δὲ ταφῇ, ἡ ἀνάστασις. Καὶ ὅρα ἀκολουθίαν· Πρῶτον γὰρ σταύρωσις, ὅπερ ἐστὶ κώλυσις τῆς κατ' ἐνέργειαν ἁμαρτίας· δεύτερον νέκρωσις, ἤγουν συστολὴ τῆς κατὰ νοῦν φαύλης κινήσεως· τρίτον ταφὴ, τουτέστιν ἀναίρεσις καὶ αὐτῆς τῆς πρὸς τὰ πάθη ἐνεργείας· τέταρτον, ἀνάστασις. Ὅταν γὰρ ἀποσχώμεθα τοῦ κατ' ἐνέργειαν ἁμαρτάνειν, εἶτα ἐντεῦθεν προκόψωμεν εἰς τὸ μηδὲ κατὰ νοῦν πολεμεῖσθαι, ἀλλὰ πᾶσαν κίνησιν ἁμαρτητικὴν οἱονεὶ θάψωμεν, τότε ὁ λόγος μόνος ἐν ἡμῖν, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος, ἀναφαίνεται.
Col. 397 B 3. Yesterday I was crucified with... I am raised with. Yesterday can also hint at the whole season of Lent. Yesterday, therefore, he says, I was crucified with Christ, being lifted up from earthly things and abstaining from actual sin, and I was put to death with Him and buried with Him, remaining dead and immovable even towards the passions themselves and sin in the mind. Today I am wrought upon to be glorified, to be made alive, to rise up. And the Theologian fashions his discourse by way of antithesis. For to the dishonour of the cross is opposed glory; to putting to death, life; and to burial, resurrection. And see the sequence: For first is crucifixion, which is the restraint of actual sin; second is putting to death, namely the contraction of evil movement in the mind; third is burial, that is to say, the taking away even of the very activity towards the passions; fourth is resurrection. For when we have abstained from sinning in act, and then advance from there to not even being warred against in mind, but bury as it were every sinful movement, then reason alone in us, as though raised from the dead, shines forth.
Ibid. 6. Ἀλλὰ... οἰκειότατον. Ἐντεῦθεν ἐπὶ τὸ τῆς συμβουλῆς εἶδος χωρεῖ ὁ μέγας Πατὴρ, καὶ προτρέπεται Χριστῷ καρποφορεῖν. Δίκαιον γὰρ, ὅτι καὶ αὐτὸς ὑπὲρ ἡμῶν ἔπαθεν, ἵνα τὴν ἀπάθειαν ἡμῖν προξενήσῃ, καὶ ὑπὲρ ἡμῶν ἀνέστη, ἀπαρχὴ γενόμενος ἀναστάσεως, ἵνα βεβαίαν ἔχωμεν τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τῆς γὰρ κεφαλῆς ἀναστάσης, δεῖ πάν-
Ibid. 6. But... most akin. From here the great Father proceeds to the form of counsel, and exhorts us to bear fruit to Christ. For it is just, since He Himself also suffered on our behalf, so that He might procure dispassion for us, and rose on our behalf, having become the firstfruits of resurrection, so that we might have the hope of the resurrection firm. For when the head has risen, it is altogether necessary