τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλετο· οὐ σωτηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυνον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐδὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ καταπέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμενα, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπείγων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ ποροσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύτατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύφα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βασάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρόνουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄντες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;
put forward her old age in place of a suppliant branch; not seeking deliverance, but urging them on to suffer, and accounting delay, not death, to be the danger; whom nothing bent, nor softened, nor made less daring: not joint-wrenching instruments held out before them, not wheels brought forward, not racks, not catapults, not points of iron claws, not swords being sharpened, not boiling cauldrons, not fire being stirred up, not a threatening tyrant, not a populace, not a pressing guardsman, not kindred looking on, not limbs torn asunder, not flesh mangled, not streams of blood flowing, not youth wasted away, not present terrors, not expected hardships; and what to others is heaviest in such circumstances, the prolongation of the danger, this to her was lightest; for she revelled in the spectacle; since indeed some delay was caused to their sufferings not only by the variety of the tortures applied—all of which they despised as not even one man would despise a single one—but also by the manifold words of the persecutor, as he insulted, threatened, flattered, and left nothing untried to gain what he hoped for.
Εʹ. Καὶ μέντοι καὶ τῶν παίδων αἱ πρὸς τὸν τύραννον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκείνων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἓν συναχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φόβους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γενναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα, καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδωσι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦσι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χωρήσασα· καὶ μεθ' οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ' ὧν παρετάξαντο, καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ
Chapter V. Moreover, the replies of the sons to the tyrant possessed so much wisdom and nobility together, that all the noble deeds of others gathered into one are small compared to their endurance; and their endurance is small compared to the understanding shown in their words; and it belonged to the same men alone both to suffer thus and to philosophize in their replies to the threats of the persecutor and the terrors held out before them, by none of which the noble sons and the nobler mother who bore them were overcome; and setting herself above all things, and mingling courage with maternal affection, she gives herself to her sons as a fair winding-sheet, departing after those who had departed before; and how did she do this? By going willingly to face the dangers; and with what funeral orations! For fair indeed were the words of the sons to the tyrant, and fairest of the fair—how could they not be?—with which they marshalled themselves, and with which they struck the tyrant; yet fairer