Migne Reading Room

PG 35 · cols. 920–929 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:920Read from the page
καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι; Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν' ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρτυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι, καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύνων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς δ' οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· « Ἡμῖν, Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασιλεὺς ὁ Θεὸς, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπιστρέψομεν. Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώσομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρετῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ θαύματα, οὐδ' ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτερος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα, τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμεθα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιούτους σοι νεανίας ὁ λόγος. Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗτος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγενεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ περιβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ καλοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἰερουσαλὴμ, ἣν οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει παραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ, ἡ ἔμπνευσις, καὶ οἱ κατ' ἀρετὴν γεννηθέντες. Φίλοι δὲ, προφῆται, καὶ πατριάρχαι, παρ' ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ, ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέγα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.
were those of the mother also, both exhortatory beforehand, and funeral orations afterwards. What then were the words of the sons? For it is good to recount these also to you, that you may have a pattern, just as of their contest, so also of martyr-like words in such times. Different sons spoke different words, according as the words of the persecutor, or the order of the dangers, or the noble ambition of his soul armed each one; but to sum them up in outline, they were such as these: « To us, O Antiochus, and all who stand around, there is one King, God, from Whom we have come into being, and to Whom we shall return. And there is one lawgiver, Moses, whom we will neither betray nor insult—no, by the dangers undergone by that man on behalf of virtue, and his many wonders—not even if another Antiochus harsher than you should threaten us. And there is one security, the keeping of the commandment, and that the law wherewith we are walled around should not be broken. And there is one glory, to despise all glory in the face of such great things. And there is one wealth, the things hoped for; and nothing is fearful, save to fear anything before God. With these thoughts we have marshalled ourselves, and thus we have armed ourselves; with such youths you have to deal. Sweet indeed is this world also, and our ancestral soil, and friends, and kinsfolk, and comrades of like age, and this temple, the great and famous name, and ancestral festivals, and mysteries, and all the things wherein we seem to excel other men. Yet they are by no means sweeter than God, and than the dangers undergone for the sake of the good; do not suppose so. For we have another world, far loftier and more enduring than the things that are seen; and our fatherland is the Jerusalem above (Gal. 4:26), which no Antiochus shall besiege, nor hope to reduce, the strong and impregnable city. And our kinship is inspiration (Gen. 2:7), and those who are begotten according to virtue. And our friends are the prophets and patriarchs, from whom we also have the pattern of piety. And our comrades of like age are those who today share the danger with us, and are contemporaries in endurance. And more magnificent than the temple is heaven, and our festival is the choir-standing of angels; and there is one great mystery, even the greatest, and hidden from the many, God, towards Whom the mysteries here below also look.
Σʹ. « Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως
Chapter VI. « Cease therefore promising us things that are small and worth nothing. For we shall not be honoured by dishonourable things, nor shall we make a gain of things that bring loss; not so
PG 35:921Read from the page
ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν, καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασιλέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας· ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀνεκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτροποῦτο μυριάδας, δι' εὐχῶν βάλλουσα· ὧν θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι καὶ τῶν σοι γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς, οὗ τὴν ἀνδρείαν ἔγνως. Προηγωνίσατο πατὴρ, ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολουθήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρεσκευάσμεθα. Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε, ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλλετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνεργέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις, ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐχ ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου· Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα ἴσθι καταφρονούμενα. »
miserably shall we traffic. Cease even from threatening, or we shall threaten in return, to convict your weakness, and besides this our instruments of punishment; we too have a fire, wherewith we punish the persecutors. Do you think that your contest is against nations and cities, and the most unmanly of kings, of whom some will prevail, and others perhaps will be defeated? For neither is their danger concerning things so great. Against the law of God do you array yourself, against tablets divinely engraved, against ancestral customs honoured both by reason and by time, against seven brothers bound together by one soul, who will pillory you with seven trophies; to prevail over whom is no great thing, yet to be defeated is exceedingly shameful. Of those men we are both the race and the disciples, whom a pillar of fire and of cloud guided (Exod. 13:21), for whom a sea parted (Exod. 14:16), and a river stood still (Josh. 3:16), and the sun was held back (Josh. 10:13), and bread was rained down (Exod. 16:4), and the stretching out of hands routed myriads, smiting through prayers (Exod. 17:11); by whom wild beasts were defeated, and fire did not touch them, and kings departed, marvelling at their nobility (Dan. 6:22; 3:27). Let us say something also of the things familiar to you: initiates of Eleazar are we, whose courage you knew (2 Macc. 6:18). The father contended first, the children will contend after; the priest has departed, the victims will follow; much do you seek to frighten us, for more are we prepared. What will you even do to us, arrogant man, by your threats? What shall we even suffer? Nothing is stronger than those ready to suffer all things. O executioners, why do you delay? And why do you shrink back? Why do you await the kindly command? Where are the swords? Where are the bonds? I seek speed. Let the fire be kindled more, let the wild beasts be more active, the racks more elaborate; let all things be royal and more sumptuous. I am firstborn, consecrate me first; I am last, let the order be exchanged; let someone even of those in the middle be among the first, that we may be honoured with an equal share. Do you spare us? Do you expect perhaps even something of the contrary? Again and many times we shall speak the same word: We will not eat defiled food, we will not yield. Sooner will you revere our things, than we yield to yours. The sum of the speech: Either devise newer instruments of punishment, or know that the present ones are despised."
Notes, col. 921

On the reading

Printed οὐχ ἐνδώσομεν, for οὐκ ἐνδώσομεν.

PG 35:924Read from the page
Ζʹ. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος ἡδίω τοῖς φιλοθέοις! Ἔγωγ' οὖν αὐτὸς ἡδονῆς ἐμπίμπλαμαι μνημονεύων, καὶ μετ' αὐτῶν ἀθλούντων εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι. Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυρις ἦν, ὡς ἐπ' ἄθλοις τετελεσμένοις· « Ἴωμεν, ἀδελφοὶ, πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα, ἕως ζέει καθ' ἡμῶν ὁ τύραννος, μή τι μαλακισθῇ, καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκειται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπίζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνωμεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφειλόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθήσομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως, πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν μέρίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν' ὡς πᾶσιν ἐγκαυχήσηται τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ. Φανῶμεν ἀλλήλων ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάντες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκαστος. Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακολούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ. Διηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ, καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς πολυάνδριον. »
VII. These things indeed to the tyrant. And the things which they exhorted one another, and which they offered to behold, how fair and sacred they were, and sweeter than every other spectacle and hearing to the lovers of God! I myself, therefore, am filled with pleasure in remembering, and in thought I am with them as they contend, and I glory in the narrative. They embraced one another, they clasped one another, it was a festival, as over contests completed: "Let us go, brothers, to the dangers," they cried, "let us go, let us hasten, while the tyrant boils against us, lest perchance he grow soft, and we suffer the loss of salvation. A banquet is set forth; let us not be left behind. A fair thing indeed it is when brothers both dwell together with one another, and feast together, and stand shield to shield together; but fairer when they share danger together for virtue. If indeed it had been possible, even with our bodies would we have contended for the ancestral customs; this death too is among the praiseworthy ones. But since it is not the season for this, let us bring forward our very bodies. For why? Even if we do not die now, shall we not altogether die? Shall we not perform the service owed to our birth? Let us make necessity an honour; let us devise skill in our dissolution; let us make the common thing our own; by death let us purchase life. Let no one of us, therefore, be a lover of his life, nor cowardly. Let the tyrant despair of the others also, having met with us. Upon the dangers he himself will impose the order, but we shall impose an end to the persecutions; let us have no difference concerning this in the fervour of our readiness. Both the first shall be a way for the others, and the last a seal of the contest. And let this be fixed in us all alike, to be crowned with our whole household, and that the persecutor take no portion from us, so that, boiling with wickedness, he may boast over the one as over all. Let us appear brothers of one another, both in birth and in departure; and let us all, as one, face danger, and each instead of all. Eleazar, welcome us; mother, follow after; Jerusalem, bury your own dead magnificently, if anything be left for the tombs. Relate our deeds, and show to those hereafter, and to your lovers, the pious common burial-place of a single womb."
Notes, col. 924

On the reading

Printed ὠνησώμεθα Μή, for ὠνησώμεθα. Μή.

Printed μέρίδα, for μερίδα.

PG 35:925Read from the page
Ηʹ. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες, καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν. Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατάπληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσεβείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας. Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσούτων καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ· χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντιβόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συνέλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπεφώνει πᾶσιν. « Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ, εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγούσης. Ἔτι μικρὸν, καὶ νενικήκαμεν. Κεκμήκασιν οἱ βασανισταὶ, τοῦτο φοβοῦμαι μόνον. Ἔτι μικρὸν, καὶ μακαρία μὲν ἐν μητράσιν ἐγὼ, μακάριοι δὲ ὑμεῖς ἐν νέοις. Ἀλλὰ ποθεῖτε τὴν μητέρα; Οὐκ ἀπολείψομαι ὑμῶν, τοῦτο ὑμῖν ὑπισχνοῦμαι· οὐ⟨χ⟩ οὕτως ἐγὼ μισότεκνος. »
VIII. They indeed, having both spoken and done these things, and like the tusks of boars having whetted one another, endured to the end in the order of their age and the equality of their readiness. Pleasure and wonder to their fellow-countrymen; fear and consternation to the persecutors, who, having marched against the whole nation, were so defeated by the unanimity of seven brothers contending for piety, that they no longer held good hopes even concerning the others. But the noble mother, and truly of such great and such noble sons in virtue, the great and magnanimous nursling of the law, for a time indeed was mingled with joy and fear, and in the borderland between two passions: with joy, because of their courage and the things seen; with fear, because of what was to come and the excess of the punishments; and as a bird around her chicks, when a serpent creeps near, or some other of the plotters, she flew around, she chirped around, she entreated, she contended alongside them, what indeed not saying? And what not doing of the things that anoint for victory? She snatched up the drops of blood, she received the torn fragments of the limbs, she venerated the remains; one she gathered up, another she handed over, another she prepared. She cried out to them all: "Well done, O children, well done, my champions, well done, almost bodiless in bodies, well done, protectors of the Law, and of my grey hair, and of the city that nourished you and led you forward to this point of virtue. A little while yet, and we have conquered. The torturers have grown weary, this alone I fear. A little while yet, and blessed indeed am I among mothers, and blessed are you among young men. But do you long for your mother? I shall not be left behind by you, this I promise you; not so child-hating am I."
Θʹ. Ἐπεὶ δὲ τελειωθέντας εἶδεν, καὶ τὸ ἀσφαλὲς εἶχεν ἐκ τῆς συμπληρώσεως, διάρασα τὴν κεφαλὴν μάλα φαιδρῶς, ὥσπερ τις Ὀλυμπιονίκης, ἐν ὑψηλῷ τῷ φρονήματι, καὶ τὰς χεῖρας ἐκτείνασα, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ· « Εὐχαριστῶ σοι, φησὶ, Πάτερ ἅγιε, καὶ σοὶ, παιδευτὰ νόμε, καὶ σοὶ πάτερ ἡμῶν καὶ προαγωνιστὰ τῶν τέκνων τῶν σῶν Ἐλεάζαρ, ὅτι τὸν τῶν ἐμῶν ὠδίνων καρπὸν παρεδέξασθε, καὶ ὅτι μήτηρ ἐγενόμην πασῶν μητέρων ἱερωτέρα. Οὐδὲν ὑπελιπόμην κόσμῳ, πάντα Θεῷ
IX. And when she saw them perfected, and had security from the completion, having lifted up her head very brightly, just like some Olympian victor, in lofty spirit, and having stretched out her hands, with a great and clear voice: "I give thanks to Thee," she says, "holy Father, and to you, O educating law, and to you, our father and champion before your children, Eleazar, because you have received the fruit of my birth-pangs, and because I have become a mother more sacred than all mothers. Nothing have I left behind for the world, all things to God
PG 35:928Read from the page
παραδέδωκα, τὸν ἐμὸν θησαυρὸν, τὰς ἐμὰς γηροκόμους ἐλπίδας. Ὡς μεγαλοπρεπῶς τετίμημαι! ὡς ὑπερβαλλόντως γεγηροκόμημαι! Ἀπέχω τὰ τροφεῖα, ὦ παῖδες. Εἶδον ὑπὲρ ἀρετῆς ἀγωνιζομένους ὑμᾶς, πάντας στεφανίτας ἐθεασάμην. Ὡς εὐεργέτας ὁρῶ τοὺς βασανιστάς· μικροῦ καὶ τῷ τυράννῳ χάριτας ὁμολογῶ τῆς τάξεως, ὅτι με τελευταίαν ἐταμιεύσατο τοῖς κινδύνοις· ἵνα τὸν ἐμὸν τόκον πρότερον θεατρίσασα, καὶ καθ' ἕκαστον τῶν παίδων ἀθλήσασα, οὕτως ἐπαπέλθω σὺν ἀσφαλείᾳ τελείᾳ τελείοις θύμασιν. Οὐ σπαράξομαι κόμην, οὐ διαῤῥήξω χιτῶνα, οὐ ξανῶ σάρκας ὄνυξιν, οὐκ ἐγερῶ θρῆνον, οὐ καλέσω τὰς συνθρηνούσας, οὐ συγκλείσω εἰς σκότος, ἵνα καὶ ἀὴρ συνθρηνήσῃ μοι, οὐκ ἀναμενῶ παρακλήτορας, οὐκ ἄρτον πένθιμον παραθήσομαι. Ταῦτα γὰρ τῶν ἀγεννῶν μητέρων, αἳ σαρκῶν μόνον εἰσὶ μητέρες, αἷς οἴχονται παῖδες ἄνευ σεμνοῦ τινος διηγήματος. Ἐμοὶ δὲ οὐ τεθνήκατε, φίλτατοι παίδων, ἀλλ' ἐκαρποφορήθητε· οὐκ ἐκλελοίπατε, ἀλλὰ μετεληλύθατε· οὐ κατεξάνθητε, ἀλλὰ συνεπάγητε· οὐ θηρίον ἥρπασεν ὑμᾶς, οὐ κῦμα ἐπέκλυσεν, οὐ λῃστὴς διέφθειρεν, οὐ νόσος διέλυσεν, οὐ πόλεμος παρανάλωσεν, οὐκ ἄλλο οὐδὲν ἢ μικρὸν ἢ μεῖζον τῶν ἀνθρωπίνων. Ἐθρήνησα ἂν καὶ μάλα σφοδρῶς, εἴ τι τούτων ὑμῖν συνέπεσεν. Ἐφάνην ἂν τότε τοῖς δάκρυσιν, ὡς νῦν τῷ μὴ δακρῦσαι, φιλότεκνος. Ἔτι καὶ ταῦτα μικρά. Ὄντως ἂν ὑμᾶς ἀπεκλαυσάμην, εἰ κακῶς ἐσώθητε, εἰ τῶν βασάνων ἡττήθητε, εἴ τινος ὑμῶν ἐκράτησαν, ὡς ἡττήθησαν νῦν οἱ διώκοντες. Τὰ δὲ νῦν, εὐφημία, χαρὰ, δόξα, χοροστασίαι, φαιδρότητες τοῖς ὑπολειφθεῖσιν. Ἐγὼ γὰρ ὑμῖν ἐπισπένδομαι. Μετὰ Φινεὲς ταχθησόμεθα, μετὰ Ἄννης δοξασθησόμεθα. Πλὴν ὅσον ὁ μὲν εἷς, ὑμεῖς δὲ τοσοῦτοι ζηλωταὶ πορνοκτόνοι, οὐ σωμάτων πορνείαν, ἀλλὰ ψυχῶν ἐγκεντήσαντες. Καὶ ἡ μὲν, ἕνα θεόσδοτον, ἀρτιγενῆ καὶ τοῦτον· ἐγὼ δὲ ἄνδρας ἑπτὰ, καὶ τούτους ἑκόντας Θεῷ καθιέρωσα. Συμπληρούτω μοι καὶ Ἱερεμίας τὸν ἐπιτάφιον, οὐ θρηνῶν, ἀλλ' εὐφημῶν τελευτὴν ὁσίαν. Ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ἐτυρώθητε, ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν, Θεῷ καὶ γεγεννημένων καὶ δεδομένων. Τί ἔτι; Πρόσθες, ὦ τύραννε, κἀμὲ τοῖς παισὶν, εἴ τις καὶ παρ' ἐχθρῶν χάρις, ἵν' ᾖ σοι σεμνότερον τὸ ἀγώνισμα. Εἴθε μὲν καὶ διὰ πασῶν ἦλθον τῶν κολάσεων, ἵνα ἀναμίξω τοὺς ἐμοὺς ἰχῶρας τοῖς ἐκείνων
have I delivered over, my treasure, the hopes that cherish my old age. How magnificently have I been honoured! How surpassingly have I been cherished in old age! I have received in full the rewards of rearing you, O children. I saw you contending for virtue, I beheld you all crowned victors. As benefactors do I look upon the torturers; I almost confess thanks even to the tyrant for the order, that he kept me in store last for the dangers; so that, having first brought forth my offspring into the theatre, and having contended in each of my children, I might thus depart after them with perfect security upon perfect victims. I shall not tear my hair, I shall not rend my tunic, I shall not lacerate my flesh with nails, I shall not raise a lament, I shall not call the mourning women, I shall not shut myself up into darkness, that the air too may mourn with me, I shall not await comforters, I shall not set forth the bread of mourning. For these things belong to ignoble mothers, who are mothers of flesh only, whose children are gone without any august narrative. But to me you have not died, dearest of children, rather you have borne fruit; you have not failed, rather you have passed over; you have not been carded to shreds, rather you have been compacted together; no wild beast snatched you away, no wave overwhelmed you, no robber destroyed you, no disease dissolved you, no war consumed you by the way, nor anything else either small or greater of human things. I would have lamented, and very vehemently too, if any of these things had befallen you. I would have appeared then by my tears, as now by not weeping, a lover of my children. Yet even these things are small. Truly I would have bewailed you, if you had been basely saved, if you had been defeated by the tortures, if the persecutors had prevailed over any one of you, as they have now been defeated. But as things now stand, auspicious praise, joy, glory, choral dances, gladness for those left behind. For I am poured out as a libation upon you. With Phinehas shall we be ranged (Num. 25:7), with Hannah shall we be glorified (1 Sam. 1:22). Save in so far as he was one, whereas you are so many zealous slayers of fornication, having pierced through not the fornication of bodies, but that of souls. And she indeed consecrated one given by God, and him newborn; whereas I have consecrated to God seven men, and these willing. Let Jeremiah also complete for me the funeral oration, not lamenting, but praising with fair speech a holy end (Lam. 4:7). Beyond snow did you shine, beyond milk were you curdled, beyond sapphire stone is your band, both born and given to God. What more? Add me also, O tyrant, to the children, if there be any favour even from enemies, that your contest may be more august for you. Would indeed that I had even gone through all the punishments, so that I might mingle my fluids with theirs
PG 35:929Read from the page
ἰχῶρσι, καὶ ταῖς σαρξὶ τὰς γηραιὰς σάρκας. Ἀγαπῶ διὰ τοὺς παῖδας καὶ τὰ κολαστήρια· ει δὲ μὴ τοῦτο, ἀλλὰ τήν γε κόνιν τῇ κόνει, καὶ τάφος εἷς ἡμᾶς ὑποδέξηται. Μὴ φθονήσῃς τελευτῆς ὁμοτίμου, τοῖς ὁμοτίμοις τὴν ἀρετήν. Χαίρετε, ὦ μητέρες, χαίρετε, ὦ παῖδες. Οὕτως ἐκτρέφετε τοὺς ἐξ ὑμῶν προελθόντας· οὕτως ἐκτρέφεσθε. Καλὸν ὑπόδειγμα δεδώκαμεν ὑμῖν· ἀγωνίζεσθε. »
fluids, and my aged flesh with their flesh. Because of the children I love even the instruments of punishment; but if not this, at least let dust be mingled with dust, and let one tomb receive us. Do not begrudge a death of equal honour to those equal in honour as to virtue. Farewell, O mothers, farewell, O children. Thus rear those who have come forth from you; thus be reared. A fair example have we given you; contend."
Ιʹ. Ταῦτα ἔλεγε, καὶ προσετίθει τοῖς παισὶν ἑαυτήν. Τίνα τρόπον; Ὡς ἐπὶ νυμφῶνα τὴν πυρκαϊὰν δραμοῦσα (ταύτην γὰρ κατεκρίθη), καὶ οὐδὲ τοὺς ἄγοντας ἀναμείνασα, ἵνα μηδὲ σῶμα ψαύσειεν ἄναγνον ἁγνοῦ καὶ γενναίου σώματος. Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης Ἐλεάζαρ, μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια, καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιάσας, ἀλλ' οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τελευτὴν τελευταῖον μυστήριον· οὕτω τῆς νεότητος οἱ παῖδες, οὐ ταῖς ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυριεύσαντες, καὶ τὸ σῶμα καθαγνίσαντες, καὶ πρὸς τὴν ἀπαθῆ ζωὴν μεταθέμενοι. Οὕτως ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ· οὕτω καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσι συνανεπαύσατο· οὓς ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα, καὶ τὰς ἑαυτῆς ὠδῖνας τοῖς ἄθλοις ἀπαριθμήσασα, καὶ τοῦ τόκου τὴν ἀκολουθίαν τοῖς θανάτοις γνωρίσασα. Ἀπὸ γὰρ τοῦ πρώτου τῶν παίδων μέχρι τοῦ τελευταίου τὰ τῆς ἀθλήσεως, καὶ ὥσπερ ἐν κυμάτων ἐπαναστάσεσιν, ἄλλος ἐπ' ἄλλῳ τὴν ἀρετὴν ἐπεδείκνυτο, καὶ εἰς τὸ πάσχειν ἦν προθυμότερος, τοῖς τοῦ προειληφότος κινδύνοις στομούμενος· ὥστε ἀγαπᾷν τὸν τύραννον, ὅτι μὴ πλειόνων ἐγεγόνει μήτηρ· μᾶλλον γὰρ ἂν ἀπῆλθε κατησχυμμένος, καὶ ἡττημένος. Καὶ τότε πρῶτον ἔγνω, μὴ πάντα τοῖς ὅπλοις ἰσχύων, ὁπότε παισὶν ἀόπλοις προσέβαλεν, ἑνὶ μόνῳ, τῇ εὐσεβείᾳ, καθωπλισμένοις, καὶ τῷ πάντα πάσχειν προθυμοτέροις, ἢ δρᾷν ἐκεῖνος παρεσκευάζετο.
X. These things she said, and she added herself to her children. In what manner? Having run to the pyre as to a bridal chamber (for to this she had been condemned), and not even having awaited those who led her, so that not even an impure body might touch a pure and noble body. Thus did Eleazar enjoy his priesthood, having been initiated into and having initiated others into the heavenly things, and having sanctified Israel not by outward sprinklings, but by his own blood, and having made his end a final mystery; thus did the children enjoy their youth, not having been enslaved to pleasures, but having mastered the passions, and having purified the body, and having passed over towards the impassible life. Thus did the mother enjoy her abundance of children; thus both while they lived was she adorned by them, and when they departed did she rest together with them; having presented to God those whom she bore for the world, and having reckoned up her own birth-pangs by their contests, and having made known the sequence of her childbearing by their deaths. For from the first of the children unto the last went the course of the contest, and as in the risings of waves, one upon another displayed his virtue, and was more eager for suffering, being tempered like steel by the dangers of him who had gone before; so that the tyrant was content that she had not become the mother of more; for else he would have departed all the more put to shame and defeated. And then first did he know that he did not prevail in all things by arms, when he attacked unarmed children, armed with one thing alone, piety, and more eager to suffer all things than he was prepared to inflict.
ΙΑʹ. Τοῦτο τῆς Ἰεφθάε θυσίας ἀσφαλέστερον, καὶ
XI. This was safer than the sacrifice of Jephthah (Judg. 11:30), and
Notes, col. 929

On the reading

Printed ει, for εἰ.