Migne Reading Room

PG 35 · cols. 896–905 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:896Read from the page
πτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως, τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.
down. To thee the poor man has been left behind, as to God, even if thou runnest past him very haughtily, for perhaps I shall put thee to shame by these words. Before thee lies a subject for humanity, even if the alien one alienates thee from receiving good.
ΚΗʹ. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς χρήζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόντων τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομένῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ' οὐδὲ τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. Δὸς ἀντὶ μεγάλου τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον· μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰδέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος Πνεύματος· ὃ δ' οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτουμένη;
Chapter XXVIII. Everyone who sails is near to shipwreck, and all the more so the more boldly he sails; and everyone who is compassed about with a body is near to the ills of the body, and all the more so the more uprightly he walks and does not look at those lying before him. While thou sailest with a fair wind, give a hand to the shipwrecked; while thou art in good health and art rich, help the one who suffers ill. Do not wait to learn in thine own case how great an evil inhumanity is, and what a good thing bowels of pity opened to the needy are. Do not wish that God should lift up His hand against those who carry their necks high and run past the poor. Be instructed in these things by the misfortunes of others; give even some small thing to the needy; for it is not small to him who is in want of all things, nor yet to God, if it be according to thy power. Give eagerness instead of a great gift; if thou have nothing, shed a tear; a great medicine for the unfortunate is mercy brought in from the soul; and genuine fellow-suffering lightens misfortune a great deal. Man is not less honourable to thee than thy beast, O man, which when it has fallen into a pit or gone astray the law commands thee to raise up and bring back; whether hiding something else more ineffable and deeper, such as are most things of the legal depth and twofold sense, it is not mine to know this, but belongs to the Spirit Who searches and knows all things; yet what I myself apprehend, and so far as comes within my reason, [it is] training us from humanity in small things unto that which is more perfect and greater. For how great is that [humanity] owed to those of the same race and of the same honour, when it is demanded even as far as irrational creatures?
ΚΘʹ. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν ἀνθρώπων οἱ μετριώτατοι, παρ' οἷς τὸ εὖ ποιεῖν τοῦ πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους ἔλεος. Τί δ' ἂν εἴποις περὶ τῶν καθ' ἡμᾶς σοφῶν; Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πάθεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ
Chapter XXIX. These things, then, reason, and the law, and the most moderate of men [enjoin], among whom doing good is more honourable than receiving it, and mercy is more eagerly pursued than gain. Yet what wouldst thou say about the wise men among us? For I forbear to speak of those outside, who, finding gods as advocates for their passions, both to the Gainful one, to whom
PG 35:897Read from the page
τὰ πρῶτα νεμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι, καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων, καὶ παρ' οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πονηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ' εἰσὶ τῶν ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥστε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμβαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμένας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτωσαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς, καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χορηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσπερ ἔχουσιν.
they assign the first place, and now—what is worse than this—even account human slaughter lawful for certain demons and among certain nations, and inhumanity is a part of piety for them, and in such sacrifices both they themselves rejoice and they suppose their gods do, becoming wicked priests and initiates of wicked ones. Yet there are some of our own people—which is even worthy of tears—who are so far from suffering with and helping those who labour that they even bitterly reproach them besides, and trample upon them besides, and philosophize vain and empty things, and truly utter sounds out of the earth, and speak into the air, and not into intelligent ears accustomed to divine doctrines, and dare to say: From God is it that those men are in misery, from God is it that we fare well; and who am I to loose a decree of God, and to show myself kinder than God? Let them labour, let them be in misery, let them be unfortunate; so it has seemed good. And here alone are they lovers of God, where they must guard their obols and act insolently against the wretched. Now that they do not suppose their faring well to be from God, they show clearly from what they say. For who would think thus about the needy, knowing God as the supplier of the things he possesses? For it belongs to the same men both to have something from God and to use the things they have in accordance with God.
Λʹ. Εἰ δὲ καὶ παρὰ Θεοῦ τὸ κακοπαθεῖν ἐκείνοις, οὔπω δῆλον, ἕως ἂν καὶ παρ' ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον, ὥσπερ ἐν ῥεύματι. Καὶ τίς οἶδεν, εἰ ὁ μὲν διὰ κακίαν κολάζεται, ὁ δὲ ὡς ἐπαινούμενος αἴρεται· ἀλλὰ μὴ τοὐναντίον, ὁ μὲν διὰ πονηρίαν ὑψοῦται, ὁ δὲ δι' ἀρετὴν δοκιμάζεται; ὁ μὲν πλεῖον ἐπαιρόμενος, ἵνα καὶ πέσῃ χαλεπώτερον, ὅλην ἐώμενος πρότερον, ὥσπερ τινὰ νόσον, ἐκρῆξαι τὴν ἑαυτοῦ κακίαν, ἵνα καὶ κολασθῇ δικαιότερον· ὁ δὲ καὶ παρὰ δόξαν πιεζόμενος, ἵνα ὥσπερ χρυσὸς ἐν καμίνῳ δοκιμασθεὶς, τῆς κακίας, εἴ τι καὶ μικρὸν ἔχει, τοῦτο ἐκτήξῃ· καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς, οὐκ οὖν ἐν γεννητῇ φύσει, ὥσπερ ἠκούσαμεν, εἰ καὶ φανῇ δοκιμώτερος. Εὑρίσκω γάρ τι καὶ τοιοῦτο ἐν τῇ θείᾳ Γραφῇ μυστήριον· καὶ μακρὸν ἂν εἴη πάσας ἀπαριθμεῖν τοῦ Πνεύματος τὰς φωνὰς, αἵ με πρὸς τοῦτο φέρουσιν. Ἀλλὰ τίς ἂν ψάμμον θαλασσῶν, καὶ σταγόνας ὑετοῦ, καὶ βυθοῦ μῆκος ἀναμετρήσαιτο; τίς δ' ἂν τοῦ Θεοῦ τῆς περὶ πάντα σοφίας τὸ βάθος ἐξιχνιάσειεν, ὑφ' ἧς
Chapter XXX. And whether suffering ill comes to those men from God is not yet clear, so long as matter also brings disorder from itself, as in a stream. And who knows whether the one is punished on account of wickedness, while the other is exalted as being praised; and not, on the contrary, that the one is lifted up on account of depravity, while the other is tested on account of virtue? The one being lifted up more, that he may also fall more grievously, being left first to burst forth all his own wickedness like some disease, that he may also be punished more justly; while the other is pressed down even contrary to expectation, that having been tested like gold in a furnace, if he has even some small bit of wickedness, he may melt this out; for no one at all is pure from filth, not then in a generated nature, as we have heard, even if he appear more approved. For I find some such mystery also in the divine Scripture; and it would be long to enumerate all the voices of the Spirit which carry me towards this. Yet who could measure the sand of the seas, and the drops of rain, and the depth of the abyss? And who could trace out the depth of the wisdom of God concerning all things, whereby
Notes, col. 897

On the reading

Printed νεμουσιν, for νέμουσιν.

PG 35:900Read from the page
καὶ πεποίηκε τὰ πάντα, καὶ διοικεῖ τρόπον, ὃν αὐτὸς καὶ βούλεται καὶ ἐπίσταται; Ἀρκεῖ γὰρ, κατὰ τὸν θεῖον Ἀπόστολον, θαυμάσαντας μόνον τὸ ταύτης δυστέκμαρτον καὶ δυσθεώρητον παρελθεῖν· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! καὶ, Τίς ἔγνω νοῦν Κυρίου; Εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφίκετο; φησὶν ὁ Ἰώβ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα, καὶ οὐχὶ τῷ ἀνεφίκτῳ μετρήσει τὸ ὑπὲρ μέτρησιν·
He both has made all things, and governs them in the way that He Himself both wills and knows? For it suffices, according to the divine Apostle, having only marvelled at what in her is hard to conjecture and hard to contemplate, to pass on: O depth of the riches, and wisdom, and knowledge of God! how unsearchable are His judgements, and untraceable His ways! and, Who has known the mind of the Lord? And unto the furthest bounds of His wisdom who has arrived? says Job. Who is wise, and will understand these things, and will not by its unattainability measure what is beyond measurement;
ΛΑʹ. Ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα τολμηρὸς καὶ γεννάδας, μᾶλλον δὲ εἴη μηδείς· ἐγὼ δὲ ὀκνῶ κακίᾳ δοῦναι πάντως τὴν ἐντεῦθεν κόλασιν, ἢ εὐσεβείᾳ τὴν ἄνεσιν· ἀλλ' ἔστι μὲν ὅτε καὶ πρός τι χρήσιμον, ἢ κακίας ἐγκοπτομένης δυσπαθείᾳ τῶν πονηρῶν, ἢ ἀρετῆς ὁδοποιουμένης εὐπαθείᾳ τῶν βελτιόνων· οὐκ ἀεὶ δὲ, οὐδὲ πάντως, ἀλλ' εἶναι τοῦτο μόνον καιροῦ τοῦ μέλλοντος, καθ' ὃν οἱ μὲν τὰ τῆς ἀρετῆς ἆθλα, οἱ δὲ τὰ τῆς κακίας ἐπιτίμια δέξονται. Ἀναστήσονται γὰρ οὗτοι, φησὶν, εἰς ἀνάστασιν ζωῆς, καὶ οὗτοι εἰς ἀνάστασιν κρίσεως· τὰ δὲ ἐντεῦθεν ἑτέρου τύπου εἶναι, καὶ ἀγωγῆς ἑτέρας, πάντα ἐκεῖσε φέροντα, ἐχούσης ὁμαλόν τι παρὰ Θεῷ πάντως καὶ τῆς δοκούσης ἡμῖν ἀνωμαλίας· ὥσπερ ἐν σώματι τὰς ἐξοχάς τε καὶ εἰσοχὰς, μεγέθη τε καὶ μικρότητας, καὶ γῆς ἐπαναστάσεις τε καὶ ὑφέσεις ἐξ ὧν τὸ κάλλος τῇ πρὸς ἄλληλα σχέσει συνιστάμενόν τε καὶ θεωρούμενον· ἐπεὶ καὶ τεχνίτου τὸ περὶ τὴν ὕλην τέως ἄτακτον καὶ ἀνώμαλον, λίαν ἔντεχνον ἦν, ἂν πρός τινος ἔργου κατασκευὴν εὐτρεπίσαιτο· τότε καὶ ἡμῖν καταλαμβανόμενόν τε καὶ ὁμολογούμενον, ὅταν τὸ ἀποτελεσθὲν κάλλος τοῦ δημιουργήματος θεωρήσωμεν. Ἀλλ' οὔτε ἐκεῖνος ἄτεχνος ᾗ ὡς ἡμεῖς, οὔτε ταῦτα διοικεῖται ἀτάκτως, ὅτι μὴ καὶ ἡμῖν ὁ λόγος γνώριμος.
Chapter XXXI. Let another, then, be bold and noble about these things, or rather let no one be; whereas I hesitate to assign punishment here below altogether to wickedness, or ease to piety; yet sometimes it is even for something useful, either as wickedness is checked by the ill plight of the wicked, or as a way is made for virtue by the well-being of the better; not always, however, nor altogether, but that this belongs solely to the time to come, in which the one shall receive the prizes of virtue, and the other the penalties of wickedness. For these shall rise, He says, unto a resurrection of life, and those unto a resurrection of judgement; whereas the things here below are of another stamp and another governance, tending altogether thither, even what seems to us unevenness having something altogether even with God; just as in a body projections and recesses, greatnesses and smallnesses, and elevations and depressions of earth, out of which beauty is both constituted and contemplated in their relation to one another; since an artificer's hitherto disorderly and uneven dealing with matter was also exceedingly artistic, if he was preparing it for the construction of some work; being both apprehended and confessed by us then, when we behold the completed beauty of the handiwork. Yet neither is that man unskilful in the way that we are, nor are these things governed disorderly, because the reason is not known to us also.
ΛΒʹ. Ἀλλ' εἴ τινα δεῖ καὶ εἰκόνα λαβεῖν τοῦ ἡμετέρου πάθους, οὐ πόῤῥω τῶν ναυτιώντων ἐσμὲν καὶ ἰλιγγιώντων, οἳ στρέφεσθαι τὰ πάντα δοκοῦσιν, αὐτοὶ στρεφόμενοι· ὡς δὲ καὶ οὗτοι, περὶ ὧν ὁ λόγος. Οὐ γὰρ ἀνέχονται σοφώτερον αὐτῶν εἶναι τὸν Θεὸν, ἂν πρός τι τῶν συμβαινόντων ἰλιγγιάσωσιν· ἢ
Chapter XXXII. Yet if we must also take some image of our condition, we are not far from those who are seasick and dizzy, who suppose all things to be turning round while they themselves are turning round; and so too are these men of whom we speak. For they do not endure that God should be wiser than they, if they grow dizzy at something that happens; when either
PG 35:901Read from the page
καμεῖν περὶ τὸν λόγον δέον, ὡς τάχ' ἂν τῇ φιλοπονίᾳ δοθησομένης τῆς ἀληθείας, ἢ σοφωτέροις ἑαυτῶν ταῦτα συμφιλοσοφεῖν καὶ πνευματικωτέροις, ἐπειδὴ καὶ τοῦτο χάρισμα ἓν, καὶ οὐχὶ πάντων ἡ γνῶσις, ἢ καθάρσει βίου ταύτην θηρεύειν, καὶ παρὰ τῆς ὄντως Σοφίας σοφίαν ἐπιζητεῖν. Οἱ δὲ (ὢ τῆς ἀπαιδευσίας!) ἐπὶ τὸ ἑτοιμότερον τρέπονται, καὶ ἀλογίαν τοῦ παντὸς καταψεύδονται, αὐτοὶ τὸν λόγον οὐκ ἐπιστάμενοι· καὶ εἰσὶ δι' ἀπαιδευσίαν σοφοὶ, ἢ διὰ σοφίαν, ἵνα οὕτως εἴπω, τὴν περιττὴν, ἄσοφοι καὶ ἀσύνετοι. Ἐντεῦθεν οἱ μὲν τύχην καὶ τὸ αὐτόματον ἐδογμάτισαν, ὄντως αὐτόματα καὶ ὡς ἔτυχεν ἀναπλασθέντα ἐπινοήματα· οἱ δὲ ἀστέρων τινὰ δυναστείαν ἄλογόν τε καὶ ἄλυτον πλεκόντων, ὡς ἂν βούλωνται, τὰ ἡμέτερα, μᾶλλον δὲ καὶ αὐτὸ τὸ πλέκειν συνηναγκασμένων· καὶ πλανητῶν δή τινων καὶ ἀπλανῶν συνόδους καὶ ὑποχωρήσεις, καὶ κυρίαν τοῦ παντὸς κίνησιν. Οἱ δὲ, ὅ τι ἂν ἕκαστος ἐφαντάσθησαν, τῷ ταλαιπώρῳ γένει τῶν ἀνθρώπων φέροντες, ἐπεισήγαγον, ὅσον αὐτοῖς τῆς Προνοίας ἀνέφικτόν τε καὶ ἀθεώρητον, εἰς διαφόρους δόξας καὶ προσηγορίας καταμερίσαντες. Εἰσὶ δὲ οἳ καὶ πενίαν πολλὴν τῆς Προνοίας κατέγνωσαν, τὰ μὲν ὑπὲρ ἡμᾶς ταύτῃ διοικεῖσθαι νομίσαντες, ἄχρι δ' ἡμῶν τῶν καὶ μάλιστα δεομένων κατάγειν αὐτὴν ἀποκνήσαντες, ὥσπερ δεδοικότες, μὴ τῷ πλείονας εὐεργετεῖσθαι, ἀγαθώτερον ἀποφήνωσι τὸν εὐεργέτην, ἢ ἀποκάμνοι αὐτοῖς ὁ Θεὸς εὖ ποιῶν πλείονας.
they ought to labour over the reason, since the truth might perhaps be granted to industry, or philosophize together about these things with men wiser and more spiritual than themselves, since this too is one gift of grace and knowledge does not belong to all, or hunt after this by purification of life, and seek wisdom from the true Wisdom. Yet they (O the lack of education!) turn to what is readier at hand, and falsely charge the universe with irrationality, themselves not knowing the reason; and they are wise through lack of education, or through an excessive wisdom, so to speak, unwise and without understanding. Hence some have laid down as dogma fortune and spontaneity, inventions truly spontaneous and fashioned at random; while others [have laid down] a certain irrational and indissoluble domination of stars weaving our affairs as they will, or rather themselves compelled even to weave; and conjunctions and recessions of certain planets and fixed stars, and a sovereign motion of the universe. And others, bringing whatever each imagined, have introduced it upon the wretched race of men, dividing up into different opinions and appellations as much of Providence as was unattainable and uncontemplated by them. And there are some who have even condemned Providence to great poverty, supposing that the things above us are governed by her, yet shrinking from bringing her down as far as us who most of all stand in need of her, as though fearing lest, by more persons being benefited, they should show the Benefactor to be better, or lest God should grow weary for them in doing good to more.
ΛΓʹ. Ἀλλ' οὗτοι μὲν, ὅπερ εἶπον, ἐῤῥίφθων, ἐπεὶ καὶ καλῶς αὐτοὺς προλαβὼν ὁ λόγος ἠμύνατο· Ἐματαιώθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, μύθοις τισὶ καὶ σκιαῖς τὴν διὰ πάντων Πρόνοιαν καθυβρίσαντες. Ἡμεῖς δὲ μήτε αὐτοὶ ταῦτα τερατευώμεθα, εἴπερ τι μέλει τοῦ λόγου λογικοῖς οὖσιν ἡμῖν, καὶ λόγου θεραπευταῖς· μήτε τοὺς οἰομένους ἀποδεχώμεθα, κἂν εὐδρομῶσι τὴν γλῶτταν ἐν τοῖς ἀτόποις λόγοις καὶ δόγμασι, καὶ τῷ καινῷ τέρπωσιν. Ἀλλὰ καὶ Θεὸν εἶναι τὸν πάντων ποιητὴν καὶ δημιουργὸν πιστεύωμεν· πῶς γὰρ ἂν ὑπέστη τὸ πᾶν, μή τινος οὐσιώσαντός τε καὶ συναρμόσαντος; Καὶ Πρόνοιαν συνεισάγωμεν, τὴν τοῦδε τοῦ παντὸς συνεκτικήν τε καὶ συνδετικήν· ἐπεὶ καὶ προνοητὴν
Chapter XXXIII. Yet let these men, as I said, be cast aside, since the word too has well anticipated and warded them off: For their foolish heart, it says, was darkened; professing to be wise, they became fools, and changed the glory of the incorruptible God, having insulted the Providence that pervades all things with certain myths and shadows. Let us, however, neither talk portentously of these things ourselves, if indeed we care anything for reason, being rational and servants of the Word; nor let us accept those who suppose so, even if they run fluently with their tongue in absurd words and doctrines, and delight with novelty. Rather let us both believe that God is the Maker and Artificer of all things—for how could the universe have stood, had not Someone given it substance and fitted it together?—and let us bring in Providence together with Him, which holds together and binds together this universe; since a Provider also
PG 35:904Read from the page
εἶναι τούτων, ὧν ποιητὴν εἶναι ἀναγκαιον· εἰ μὴ μέλλοι τὸ πᾶν τῷ αὐτομάτῳ φερόμενον, ὥσπερ ὑπὸ λαίλαπος ναῦς, αὐτίκα λυθήσεσθαί τε καὶ διασπασθήσεσθαι διὰ τὴν ἀταξίαν τῆς ὕλης, καὶ πρὸς τὴν ἀρχαίαν σύγχυσίν τε καὶ ἀκοσμίαν ἐπαναχθήσεσθαι. Καὶ τοῖς ἡμετέροις μάλιστα ἐπιστατεῖν δεξώμεθα τὸν ἡμέτερον, εἴτε ποιητὴν, εἴτε πλάστην βούλει καλεῖν· κἂν διὰ τῶν ἐναντίων ὁ βίος ἡμῖν διεξάγηται, διὰ τοῦτο τυχὸν καὶ ἀγνοουμένων, ἵνα τῷ δυσθεωρήτῳ τὸν ὑπὲρ πάντα λόγον θαυμάζωμεν. Ἐπειδὴ τὸ μὲν ῥᾳδίως ληπτὸν, ἅπαν εὐκαταφρόνητον· τὸ δὲ ὑπὲρ ἡμᾶς, ὅσῳ δυσεφικτότερον, τοσούτῳ θαυμασιώτερον· καὶ γυμνάζει τὸν πόθον ἅπαν τὸ διαφεῦγον τὴν ἔφεσιν.
be of these things, of which He must needs be the Maker; lest the universe, borne along by chance like a ship by a tempest, should straightway be dissolved and torn asunder through the disorder of matter, and be brought back to its ancient confusion and disorder. And let us accept that our own affairs especially are presided over by our own—whether thou willest to call Him Maker or Fashioner—even though our life be conducted through contraries, which are perchance unknown for this very reason, that by their inscrutability we may marvel at the Reason that is above all things. Since that which is easily grasped is all easily despised; whereas that which is above us, the more difficult it is to attain, the more admirable it is; and everything that eludes our pursuit exercises our longing.
ΛΔʹ. Διὰ τοῦτο μήτε ὑγίειαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μήτε πλούτῳ ῥέοντι προστιθώμεθα καρδίᾳ, πλέον ἢ καλῶς ἔχει, τῇ ῥοῇ προσκείμενοι, καὶ οἷον τῆς ψυχῆς τι ταύτῃ προσαναλίσκοντες· μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἰδῶμεν καὶ ὑγίειαν περιφρονεῖν ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους νικήσαντας, μή πού τις καὶ Ἰὼβ τοῖς νοσοῦσιν ἐγκέκρυπται, πολύ τι τῶν ὑγιαινόντων αἰδεσιμώτερος, κἂν τὸν ἰχῶρα ξέῃ, κἂν ταλαιπωρῇ νυκτὸς καὶ ἡμέρας αἴθριος, καὶ πληγῇ, καὶ γυναικὶ, καὶ φίλοις στενοχωρούμενος· ὡς δὲ καὶ πλοῦτον ἄδικον ἀποπέμπεσθαι, δι' ὃν κάμνει δικαίως ὁ ἐν τῇ φλογὶ πλούσιος, καὶ προσαιτεῖ ῥανίδα μικρὰν ἀναψύξεως, καὶ πενίαν ἐπαινεῖν εὐχάριστον καὶ φιλόσοφον, μεθ' ἧς Λάζαρος σώζεται, καὶ πλουτεῖ τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν.
Chapter XXXIV. Wherefore let us neither admire all health, nor spurn sickness, nor set our heart upon fleeting wealth (Ps. 61:11), cleaving to its stream more than is well, and spending, as it were, a part of our soul upon it; nor let us rise up against poverty, as utterly abominable and condemned, and of the hated lot; but let us know both how to despise senseless health, whose fruit is sin, and how to honour holy sickness, reverencing those who have conquered through suffering, lest perchance some Job also lie hidden among the sick, far more venerable than those who are in health, even though he scrape the discharge from his sores (Job 2:8), even though he suffer distress night and day in the open air, hard pressed by his plague, and by his wife, and by his friends; and so too let us cast away unrighteous wealth, on account of which that rich man justly suffers torment in the flame, and begs for a small drop of cooling water (Luke 16:24), and praise grateful and philosophic poverty, with which Lazarus is saved, and enjoys the riches of rest in Abraham's bosom.
ΛΕʹ. Ἀλλ' ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ ἀναγκαία τυγχάνειν ἡ φιλανθρωπία, καὶ τὸ πρὸς τοὺς δεομένους εὔσπλαγχνον, ἵνα τοὺς οὕτως ἔχοντας περὶ τούτων ἐπιστομίζωμεν, καὶ μὴ λόγοις ματαίοις παραχωρῶμεν, νομοθετοῦντες καθ' ἡμῶν αὐτῶν τὴν ὠμότητα· πάντων δὲ τὴν ἐντολὴν αἰδώμεθα πλέον, καὶ τὸ ὑπόδειγμα. Τίς ἡ ἐντολή; καὶ σκοπεῖτε τὸ ἐπίμονον αὐτῆς, καὶ τὸ γνήσιον. Οὐ γὰρ ἅπαξ, οὐδὲ δὶς εἰπόντες τι περὶ τῶν δεομένων, οἱ τοῦ Πνεύματος ἀπηλλάγησαν· οὐδὲ οἱ μὲν, οἱ δὲ οὔ, ἢ μᾶλλόν τινες,
Chapter XXXV. But to me, indeed, for this reason also humanity and tender compassion towards the needy seem to be necessary, that we may stop the mouths of those who are thus minded concerning these things, and not give way to vain words, enacting cruelty as a law against ourselves; and above all let us reverence the commandment more, and the example. What is the commandment? Observe too its persistence and its genuineness. For the men of the Spirit did not speak a word once or twice concerning the needy and then depart; nor did some speak while others did not, or some more,
Notes, col. 904

On the reading

Printed ἀναγκαιον, for ἀναγκαῖον.

PG 35:905Read from the page
οἱ δὲ ἧττον, ὡς ἂν μὴ περὶ μεγάλου τινὸς, μηδὲ τῶν σφόδρα κατεπειγόντων, ἀλλὰ καὶ πάντες, καὶ μετὰ σπουδῆς ἕκαστος, ἢ πρῶτον, ἢ ἐν πρώτοις, τοῦτο διακελευόμενοι, καὶ ποτὲ μὲν προτρέποντες, ποτὲ δὲ ἀπειλοῦντες, ποτὲ δὲ ὀνειδίζοντες· ἔστι δὲ ὅτε καὶ τοὺς κατορθοῦντας ἀποδεχόμενοι, ὡς ἂν τῷ συνεχεῖ τῆς ὑπομνήσεως τὴν ἐντολὴν ἐνεργήσωσιν. Ἕνεκεν μὲν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Τίς οὐ δέδοικεν ἀνιστάμενον Κύριον; Καὶ, Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἀπευξώμεθα τὴν τοιαύτην ὕψωσιν, καὶ μὴ βουληθῶμεν ἰδεῖν ἐπαιρομένην χεῖρα κατὰ τῶν ἀπειθούντων, ἔτι δὲ μᾶλλον ἐπαφιεμένην τοῖς σκληροτέροις. Καὶ οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων· Καὶ, Οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός· καὶ, Ὀφθαλμοὶ μὲν αὐτοῦ ἐπὶ τὸν πένητα ἐπιβλέπουσιν (ὃ τοῦ βλεφάρου κρεῖττον καὶ κυριώτερον), τὰ βλέφαρα δὲ αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἡ ἐλάσσων, ὡς ἂν εἴποι τις, ἐπισκοπὴ καὶ δευτέρα.
and others less, as though concerning something of no great moment and not among things most urgent, but all of them, and each with earnestness, enjoining this either first or among the first things, at times exhorting, at times threatening, at times reproaching, and sometimes also commending those who do well, so that by the constancy of the reminder they might render the commandment effective. Because of the misery of the poor, and the groaning of the needy, now will I arise, He saith, saith the Lord (Ps. 11:6). Who doth not fear the Lord arising? And, Arise, O Lord my God, let Thy hand be lifted up; forget not the needy (Ps. 9:33). Let us deprecate such a lifting up, and let us not wish to see His hand raised against the disobedient, and still more let loose upon the more hard-hearted. And He hath not forgotten the cry of the needy (Ps. 9:13); and, The poor man shall not be forgotten unto the end (Ps. 9:19); and, His eyes look upon the needy (which is better and more sovereign than the eyelid), and His eyelids examine the sons of men (Ps. 10:5): the lesser, as one might say, and secondary visitation.
ΛϚʹ. Τάχα ἂν εἴποι τις· Ὑπὲρ τῶν ἀδικουμένων ταῦτα πτωχῶν καὶ πενήτων. Οὐ διαφέρομαι· ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. Ὧν γὰρ ἀδικουμένων τοσοῦτος ὁ λόγος, τούτων καὶ εὖ πασχόντων δηλαδὴ πλείων ἡ χάρις. Εἰ γὰρ ὁ ἀτιμάζων πένητα, παροξύνει τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα. Πάλιν δὲ ὅταν ἀκούῃς· Πένης καὶ πλούσιος συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησεν· μὴ τὸν μὲν πένητα, τὸν δὲ πλούσιον ὑπολάβῃς, ἵνα καὶ μᾶλλον κατεξαναστῇς τοῦ πένητος· οὐ γὰρ δῆλον, εἰ θεόθεν ἡ τοιαύτη διαίρεσις· πλάσμα δὲ Θεοῦ, φησὶν, ὁμοίως ἀμφότεροι, καὶ εἰ τὰ ἔξωθεν ἄνισα. Τοῦτό σε δυσωπείτω πρὸς τὸ συμπαθὲς καὶ φιλάδελφον, ἵνα ὅταν ὑπ' ἐκείνων ἐπαρθῇς, ὑπὸ τούτου συσταλῇς, καὶ γένῃ σεαυτοῦ μετριώτερος. Τί ἔτι; Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται τοιοῦτον χρεώστην, ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς ἐπικαρπίας τὸ δάνειον; Καὶ πάλιν· Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι
Chapter XXXVI. Perchance someone may say: These things are said on behalf of the poor and needy who are wronged. I do not dispute it; yet let this too spur you on towards humanity. For if so much account is taken of them when they are wronged, manifestly greater is the grace when they are treated well. For if he that dishonoureth a needy man provoketh Him Who made him (Prov. 14:31), he that cherisheth the work honoureth the Maker. Again, when you hear: The needy and the rich have met together, and the Lord hath made them both (Prov. 22:2); do not suppose that He made the one needy and the other rich, so that you may the more rise up in pride against the needy man; for it is not clear whether such a distinction comes from God; rather, both alike are the fashioning of God, it says, even if their outward circumstances are unequal. Let this move you to sympathy and brotherly love, so that whenever you are lifted up by those outward things, you may be humbled by this thought, and become more moderate in yourself. What more? He that hath pity on the poor lendeth unto God, it says (Prov. 19:17). Who would not accept such a Debtor, Who will repay the loan in due season with interest? And again: By almsgivings and faithfulness sins are purged away (Prov. 15:27)