Migne Reading Room

PG 35 · cols. 884–893 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:884Read from the page
χάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα, καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετατεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑποχωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ' ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ' εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖττον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύνασθαι, καὶ ταῦτα κατ' εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;
glory who glories, in this alone, that he understands and seeks out God (Jer. 9:24), and grieves with those who suffer, and lays up for himself something good towards the future. For the former things are fleeting and temporary, and, as in a game of draughts, tossed about and shifted now to one and now to another; and nothing so belongs to its possessor as not either to be brought to an end by time, or transferred by envy; whereas the latter stand fast and abide, and never slip away, nor change about, nor disappoint the hopes of those who have trusted in them. Nay, to me it seems to be for this very reason also that none of the good things here below is trustworthy for men, or long-lasting; but that this too, if anything else, has been well devised by the artificer the Word and by the Wisdom that surpasses all understanding: that we should be sported with among things seen, which change and are changed in different ways at different times, and are borne up and down and turned round about, and depart and flee away before they are grasped, so that having beheld the instability and unevenness that is in them, we may betake ourselves with speed towards the future. For what would we have done if our prosperity stood fast, seeing that, even when it does not abide, we are so bound to it, and the pleasure and deceit attending it have so enslaved us, that we are unable to conceive of anything better or loftier than the things present, even though we both hear and believe that we have been made according to the image of God, which both is above and draws us towards itself?
ΚΑʹ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παραδραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱσταμένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πόλιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρκα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμενα; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαβὶδ, καὶ τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων, ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χριστῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων
XXI. Who is wise, and will understand these things? (Hos. 14:10) Who will pass by the things that pass away? Who will cleave to the things that endure? Who will think of the things present as departing? Who will think of the things hoped for as standing fast? Who will divide between the things that are and the things that appear, and will follow after the one, while looking down upon the other? Who will divide between a picture and the truth? Who between the tabernacle below and the city above? Who between a sojourning and an abiding dwelling? Who between darkness and the light? Who between the mire of the deep and the holy land? Who between flesh and spirit? Who between God and the ruler of this world? Who between the shadow of death and life eternal? Who with the things present will purchase the future? Who with fleeting wealth that which is never dissolved? Who with the things seen the things that are not seen? Blessed indeed is he who, discerning these things and dividing them by the cutting edge of the Word, which divides the better from the worse, disposes ascents in his heart, as the divine David somewhere says, and fleeing this valley of weeping (Ps. 83:6-7) with all his might, seeks the things that are above (Col. 3:1), and being crucified to the world with Christ, stands together with Christ, and ascends together with Christ, an heir of the life that no longer changes nor deceives; where there is no longer a biting
PG 35:885Read from the page
ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμβοᾷ Δαβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περιέχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σίτου καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρχομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος, Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦτο μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύεται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ' ἀεὶ καὶ πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.
serpent upon the way (Gen. 49:17), nor one watching the heel, and having its head watched (Gen. 3:15). And to the rest of us the same David rightly cries aloud, like some herald of mightiest voice from a high and public place of proclamation, calling us heavy of heart and lovers of falsehood, bidding us not to cling exceedingly to the things seen, nor to suppose that all happiness derived hence is anything else than a surfeit of perishable corn and wine (Ps. 4:3-8). And perhaps the blessed Micah also, having this in mind, and rising up against the things that creep upon the ground and seem to be good, says: Draw near to the everlasting mountains; arise and depart, for this is not your rest (Mic. 2:9-10); and this indeed is already almost in agreement with the very words wherewith our Lord and Saviour commands us, saying what? Arise, let us go hence (John 14:31); not removing His disciples of that time alone from that place alone, as one might suppose, but always drawing all His disciples from earth and the things about the earth unto the heavens and heavenly things.
ΚΒʹ. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ, ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐντεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. Δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καταπίστευσον τῷ Δεσπότῃ. Δὸς μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ, τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ' οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάντα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖσι σεαυτὸν προσθῇς. Καὶ τοῦτο γάρ ἐστι λαβεῖν, τὸ τῷ Θεῷ δοθῆναι· ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν ὑποχωροῦσαν καθόσον πρόιμεν, καὶ τὸ ἴσον ἀεὶ προέχουσαν· οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος μέγεθος ὑπερκειμένην
XXII. Wherefore, let us now follow the Word, let us seek the rest that is yonder, let us cast away the abundance that is here below; let us gain that alone which is good in it, let us win our souls by almsgiving, let us impart of our goods to the poor, that we may be rich in the things yonder. Give a portion to the soul also, not to the flesh alone; give a portion to God also, not to the world alone; take away something from the belly, dedicate it to the spirit; snatch something from the fire, lay it up far from the flame that devours here below; snatch it from the tyrant, entrust it to the Master. Give a portion to the seven, to this life, and also to the eight (Eccles. 11:2), to that which awaits us after this; give a little to Him from Whom you have the greater part; give even the whole to Him Who has freely given all things. Never will you surpass the munificence of God, even if you should give away all your goods, even if to your goods you should add yourself. For even this is to receive: to be given to God; how much soever you may contribute, that which remains over is always greater; and you will give nothing of your own, because all things are from God. And just as it is impossible to overstep one's own shadow, which retreats in proportion as we advance, and always keeps an equal lead; nor can the stature of the body rise above the head, which lies above it
Notes, col. 885

On the reading

Printed αεὶ, for ἀεὶ.

PG 35:888Read from the page
ἀεὶ τοῦ σώματος· οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδομεν, οὐδὲ ὑπὲρ τὴν ἐκείνου φιλοτιμίαν.
always [ahead] of the body; so neither can we conquer God by the things we give. For we give nothing outside what is His, nor beyond His munificence.
ΚΓʹ. Γνῶθι πόθεν σοι τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, αὐτὸ τὸ μέγιστον, τὸ γινώσκειν Θεὸν, βασιλείαν οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεωρίαν, νῦν μὲν τὴν ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, τότε δὲ τὴν τελεωτέραν τε καὶ καθαρωτέραν· υἱὸν γενέσθαι Θεοῦ, συγκληρονόμον Χριστοῦ, τολμήσας εἴπω, καὶ θεὸν αὐτόν; Πόθεν σοι ταῦτα πάντα, καὶ παρὰ τίνος; Ἢ, ἵνα τὰ μικρὰ λέγω καὶ τὰ ὁρώμενα, τίς ἔδωκέ σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ τὴν ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάττης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας, οἰκήσεις, νόμους, πολιτείας, βίον ἥμερον, οἰκείωσιν πρὸς τὸ συγγενές; Πόθεν σοι τῶν ζώων τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφῇ παραδέδοται; Τίς σε κύριον καὶ βασιλέα πάντων κατέστησε τῶν ἐπὶ τῆς γῆς; Τίς, ἵνα μὴ καθ' ἕκαστον λέγω, πάντα, οἷς προέχει τῶν ἄλλων ἄνθρωπος, ἐδωρήσατο; Οὐχ οὗτος, ὃς νῦν πρὸ πάντων καὶ ἀντὶ πάντων αἰτεῖ παρὰ σοῦ τὸ φιλάνθρωπον; Εἶτα οὐκ αἰσχυνόμεθα, ει τοσαῦτα παρ' αὐτοῦ, τὰ μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἓν τοῦτο εἰσοίσομεν τῷ Θεῷ, τὸ φιλάνθρωπον; Ἀλλ' ὁ μὲν τῶν θηρίων ἡμᾶς ἐχώρισε, καὶ λόγῳ μόνους τῶν ἐπὶ γῆς ἐτίμησεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς θηριώσομεν, καὶ τοσοῦτον ὑπὸ τῆς τρυφῆς διεφθάρμεθα, ἢ μεμήναμεν, ἢ, οὐκ ἔχω τί λέγειν, ὥστε ὁμοῦ τῇ μάζῃ καὶ τοῖς πιτύροις, ἃ κακῶς ἴσως ἐπορισάμεθα, καὶ τὴν φύσιν εἶναι βελτίους αὐτῶν οἰησόμεθα; Καὶ ὥσπερ ἦν τι τὸ παλαιὸν, ὅσον ἐπὶ τοῖς μύθοις, γένος γιγάντων καὶ τῶν λοιπῶν ἀνθρώπων· οὕτω καὶ ἡμεῖς τούτοις ἐσόμεθα ὑψηλοί τε καὶ ὑπὲρ ἄνθρωπον, οἷον Νεβρὼδ ἐκεῖνος, ἢ τὸ τοῦ Ἐνὰχ γένος, ἐκθλῖβον πάλαι τὸν Ἰσραὴλ, ἢ δι' οὓς ὁ κατακλυσμὸς τὴν γῆν ἐκάθηρεν; Καὶ ὁ μὲν οὐκ αἰσχύνεται Πατὴρ ἡμῶν καλεῖσθαι, Θεὸς ὢν καὶ Δεσπότης· ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνησόμεθα;
Chapter XXIII. Know whence thou hast thy being, thy breathing, thy thinking, and—what is greatest of all—thy knowing God, thy hoping for the kingdom of the heavens, equality of honour with angels, contemplation of glory, now indeed in mirrors and riddles, but then more perfect and purer; thy becoming a son of God, a fellow-heir of Christ, and—let me dare to say it—even god thyself? Whence hast thou all these things, and from whom? Or, to speak of the small things and those that are seen, who gave it to thee to behold the beauty of heaven, the course of the sun, the circle of the moon, the multitude of stars, and the harmony and order in all these, as in a lyre, keeping ever the same, the changes of seasons, the shifts of times, the revolutions of years, the equal portioning of day and night, the growths of the earth, the outpouring of the air, the breadths of the sea loosed and standing fast, the depths of rivers, the streams of winds? Who [gave] rains, husbandry, foods, arts, dwellings, laws, commonwealths, a gentle life, affinity towards one's kin? Whence for thee have some of the living creatures been tamed and brought under the yoke, while others have been given over for food? Who set thee as lord and king of all things upon the earth? Who, that I may not speak of each singly, bestowed all the things whereby man excels the rest? Is it not He Who now before all things and instead of all things asks of thee humanity? Then are we not ashamed if, having received so many things from Him and hoping for others, we shall not bring in even this one thing to God, humanity? Yet while He separated us from the wild beasts, and honoured us alone of those upon earth with reason, shall we make wild beasts of ourselves, and have we been so corrupted by luxury, or gone mad, or—I know not what to say—that along with the barley-cake and the husks, which perhaps we have badly procured, we shall also suppose ourselves to be better in nature than they? And just as there was of old, so far as the myths go, a certain race of giants and of the rest of men, so shall we too be lofty towards these and above man, like that Nimrod, or the race of Enach, oppressing Israel of old, or those on whose account the flood cleansed the earth? And while He is not ashamed to be called our Father, though He is God and Master, shall we deny even our kinship?
Notes, col. 888

On the reading

Printed ει, for εἰ.

PG 35:889Read from the page
ΚΔʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, μὴ γενώμεθα κακοὶ τῶν δοθέντων ἡμῖν οἰκονόμοι, ἵνα μὴ ἀκούωμεν Πέτρου λέγοντος· Αἰσχύνθητε, οἱ κατέχοντες τὰ ἀλλότρια, καὶ μιμήσασθε ἰσότητα Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης. Μὴ κάμνωμεν θησαυρίζοντες καὶ φυλάσσοντες, ἄλλων πενίᾳ καμνόντων, μὴ ὀνειδίσῃ καὶ ἀπειλήσῃ πικρῶς ἡμῖν, ἔνθεν μὲν ὁ θεῖος Ἀμὼς ἐν τούτοις τοῖς ῥήμασιν· Ἄγε νῦν, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσωμεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξωμεν θησαυρούς; καὶ τὰ ἐπὶ τούτοις, δι' ὧν τοῖς μέγα καὶ μικρὸν στάθμιον κτωμένοις, τὴν τοῦ Θεοῦ μῆνιν ἐπανατείνεται· ἔνθεν δὲ ὁ μακάριος Μιχαίας, τάχα μὲν καὶ αὐτὴν τὴν τρυφὴν ἐπικόπτων, ὡς τοῦ κόρου τὴν ὕβριν τίκτοντος, καὶ τὸ κατασπαταλᾷν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τοῖς πρώτοις τῶν μύρων θρύπτεσθαι, μόσχοις τε ἁπαλοῖς ἐκ βουκολίων καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτεῖν, καὶ ἔτι μᾶλλον τὸ οἴεσθαι στάσιμόν τι τούτων εἶναι καὶ μόνιμον· τάχα δὲ οὐχ οὕτω ταῦτα δεινὰ νομίζων, ὡς τὸ μηδὲν πάσχειν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ αὐτοὺς τρυφῶντας· τοῦτο γὰρ τῇ τῆς πλησμονῆς κατηγορίᾳ προστίθησιν· ὃ μὴ πάθωμεν νῦν ἡμεῖς, μηδὲ τοσοῦτον τρυφήσωμεν, ὥστε καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταφρονεῖν τούτοις δυσχεραίνοντος, κἂν μὴ παρὰ πόδας, μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγῃ τοῖς ἁμαρτάνουσιν.
Chapter XXIV. By no means, O friends and brethren, let us not become bad stewards of the things given to us, lest we hear Peter saying: Be ashamed, you who hold fast what belongs to others, and imitate the equality of God, and no one will be poor. Let us not weary ourselves laying up treasure and guarding it while others weary in poverty, lest on the one hand the divine Amos reproach and bitterly threaten us in these words: Come now, you who say: When will the month pass, and we shall sell; and the Sabbaths, and we shall open treasures? and what follows these, whereby he holds out the wrath of God over those who acquire a great and a small weight; and on the other hand the blessed Micah, perhaps rebuking luxury itself, since satiety begets insolence, and sprawling luxuriously upon beds of ivory, and pampering oneself with the first of ointments, and fattening oneself on tender calves from the herds and kids from the flocks, and applauding at the sound of instruments, and still more supposing that any of these things is stable and lasting; and perhaps not deeming these things so terrible as that they suffer nothing over the crushing of Joseph while they live in luxury; for this he adds to the accusation of repletion; which let us not suffer now ourselves, nor live in such luxury as even to despise the loving-kindness of God Who is displeased with these things, even if He does not bring wrath upon sinners immediately on the spot, nor along with their wickedness.
ΚΕʹ. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερσαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ ποταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῆν ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθηκεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρηστότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώτης τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι
Chapter XXV. Let us imitate the supreme and first law of God, Who rains upon the righteous and sinners, and makes the sun to rise for all alike; and has spread out the earth open to all land creatures, and springs, and rivers, and woods; and has freely bestowed air upon winged natures, and water upon as many as have their life in the water, and the primary means of living unstintingly upon all, not mastered by domination, not circumscribed by law, not divided off by boundaries; but has set them forth both common and rich, and in no way the more lacking on that account; both honouring the equal dignity of nature by the equality of the gift, and showing the wealth of His own goodness. Yet men, having buried gold, and silver, and whatever clothing is soft and beyond need, and transparent stones, or whatever else is of such a kind—which are tokens of war, and sedition, and the first tyranny—then lift up
PG 35:892Read from the page
τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγγενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσίας! ὢ τῆς σκαιότητος!) οὐδ' εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυμούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων, ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα, κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ' ἀρχῆς δὲ, φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ' ὁ πλάσας ἀπ' ἀρχῆς τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νόμῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι' ἑνὸς τοῦ πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ δουλεία, ἡ ταύτης παράβασις.
their brow out of folly, and shut out mercy from the unfortunate among their kinsfolk, not even willing to help their necessities with their superfluities (O the lack of education! O the perversity!), nor, if nothing else, bearing even this in mind, that poverty and wealth, and freedom, as we call it, and slavery, and such names, entered afterwards into the race of men, like certain common infirmities falling in together with wickedness, and being inventions of hers. From the beginning, however, He says, it was not so; but He Who fashioned man from the beginning left him free and master of his own will, governed solely by the law of the commandment, and rich in the luxury of paradise; having both willed and freely bestowed this upon the rest of the race of men also through the one first seed. And freedom and wealth were solely the keeping of the commandment; while true poverty and slavery were the transgression thereof.
ΚϚʹ. Ἀφ' οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονεξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος. Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευθερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταίσας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν, τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμενος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. Δός τι τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμένων ἐγένου, ἀλλ' οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ' εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρετὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γενοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμενος.
Chapter XXVI. But since envies, and strifes, and the deceitful tyranny of the serpent, ever dragging [men] down by the greed of pleasure and rousing up the bolder against the weaker, broke kinship apart into alienations of names, covetousness cut up the nobility of nature, taking to itself law also as an ally of domination. Yet look for me to the first equality of rights, not the last division; not the law of the one who prevailed, but that of the Creator. Help nature according to thy power, honour the ancient freedom, respect thyself, cover up the dishonour for thy race, relieve sickness, comfort need; thou who art strong, thou who art rich, [relieve] that of the sick, that of the needy; thou who hast not stumbled, that of the fallen and crushed; thou who art cheerful, that of the despondent; thou who art thriving in prosperous circumstances, [that] of the one labouring in adverse ones. Give some thank-offering to God, because thou wast born among those able to do good, and not among those needing to receive good; because thou dost not look to the hands of others, but others look to thine. Grow rich not in abundance only, but also in piety; not in gold only, but also in virtue, or rather in this alone. Become more honourable than thy neighbour by showing thyself kinder; become a god to the unfortunate, imitating the mercy of God.
ΚΖʹ. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος
Chapter XXVII. For man has nothing so much like creating as doing good
Notes, col. 892

On the reading

Printed ἀριστέροις, for ἀριστεροῖς.

PG 35:893Read from the page
ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύναμιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προφήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον, τῶν πραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας, παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παραδοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀποστόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰάσεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυσιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου μερισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ, εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργετεῖται ψυχὴ (πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰτοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φιλοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημένου προσθήκης, ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν, αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότερα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρησον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμακον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμφορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόσελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας, εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοικοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιούτοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶγμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ, καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεννές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς, μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπειρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμ-
of God; even if the One confers greater benefits, and the other lesser, each, I think, according to his own power. He created, and having dissolved, He gathers together again; do thou not overlook the one who has fallen. He showed mercy in the greatest things, having given besides all else the law, the prophets, and before these, the unwritten natural law, an examiner of things done, having reproved, admonished, and trained; finally, having given Himself up as a ransom for the life of the world; having freely bestowed apostles, evangelists, teachers, shepherds, healings, wonders, a return to life, the dissolution of death, a trophy against the conqueror, the covenant in shadow, the covenant in truth, distributions of the Holy Spirit, the mystery of the new salvation. And thou, if indeed thou art able in the greater things also, and those whereby a soul is benefited (for God has made thee rich in these things too, if thou shouldst be willing), do not refrain from doing good in these things either to the needy; or rather first and above all give to him who asks thee, and even before being asked, showing mercy and lending the word all the day long, and diligently demanding back the loan with the interest of the benefited man's addition, which he ever adds to the word, increasing for himself little by little the seeds of piety. But if not, at least the second and smaller things, and as many as come within thy power: lend aid, hold out food, hold out a rag, bring medicine, bind up wounds, ask something about his misfortune, discourse on endurance, take courage, draw near; thou wilt by no means become any worse than thyself on this account; thou wilt by no means partake of the affliction, even if the overly delicate suppose this, deceived by vain words; or rather they put forward this defence of their own either caution or impiety, fleeing for refuge to cowardice as though to something great and wise. Let both words persuade thee of this, and the sons of physicians, and their fellow-dwelling attendants, none of whom ever ran into danger by approaching such persons. Do thou therefore, even if the matter is fearful and worthy of suspicion, O servant of Christ, both lover of God and lover of man, suffer nothing ignoble; take courage in faith; let pity conquer cowardice, the fear of God delicacy; let piety stand before flesh-loving thoughts; do not overlook, do not pass by thy brother, do not turn away as from a pollution, as from a defilement, as from something else of the things to be shunned and forbidden; he is thy member, even if by misfortune he is bent-