ΙΒʹ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν εἰς ὁμόνοιαν τοῖς γνησίοις τὰ πρὸς τὸν Θεὸν, ὡς ἡ περὶ Θεοῦ συμφωνία· καὶ οὐδὲν οὕτως ἕτοιμον εἰς διάστασιν, ὡς ἡ περὶ τοῦτο διαφωνία. Καὶ γὰρ ὁ τὰ ἄλλα ἐπιεικέστατος περὶ τοῦτο θερμότατος, καὶ ὁ πραῢς ὄντως γίνεται μαχητὴς, ὅταν ἴδῃ μακροθυμίᾳ Θεὸν ζημιούμενος, μᾶλλον δὲ Θεὸν ζημιῶν τῷ ἑαυτοῦ πτώματι, τὸν ἡμᾶς πλουτοῦντά τε καὶ πλουτίζοντα. Οὕτω μὲν οὖν, ὅπερ εἶπον, ἡμεῖς καὶ τὴν διάστασιν μετριώτεροι· ὡς περιφανεστέραν γενέσθαι καὶ τὴν ὁμόνοιαν τῆς διαζεύξεως, καὶ μικροῦ τὸ μέσον κλαπῆναι τοῖς ἀμφοτέρωθεν δεξιοῖς· ἐπεὶ δὲ οὐκ ἐξαρκεῖ τὸ τάχος τῆς εἰρήνης πρὸς τὴν ἀσφάλειαν, εἰ μή τις καὶ λόγος ὁ ταύτην κρατῶν φανείη, καὶ Θεὸς ἔλθοι τῷ λόγῳ σύμμαχος, παρ' οὗ καλὸν ἅπαν καὶ ἄρχεται, καὶ εἰς τέλος ἔρχεται· φέρε καὶ δι' εὐχῶν, καὶ διὰ λογισμῶν βεβαιωσώμεθα ταύτην εἰς δύναμιν· ἐκεῖνο πρῶτον ἐνθυμηθέντες, ὅτι κάλλιστον μὲν τῶν ὄντων καὶ ὑψηλότατον Θεὸς, εἰ μή τῳ φίλον καὶ ὑπὲρ τὴν οὐσίαν ἄγειν αὐτὸν, ἢ ὅλον ἐν αὐτῷ τιθέναι τὸ εἶναι, παρ' οὗ καὶ τοῖς ἄλλοις· δεύτερον δὲ ὅσα ἐκ Θεοῦ πρῶτα καὶ περὶ Θεὸν, τὰς ἀγγελικὰς λέγω δυνάμεις καὶ οὐρανίους, αἳ, πρῶται σπῶσαι τοῦ πρώτου φωτὸς, καὶ τῷ τῆς ἀληθείας λόγῳ τρανούμεναι, φῶς εἰσι καὶ αὐταὶ τελείου φωτὸς ἀπαυγάσματα· τούτων δὲ οὐδὲν οὕτως ἴδιον, ὡς τὸ ἄμαχόν τε καὶ ἀστασίαστον. Οὔτε γὰρ ἐν θεότητι στάσις, ὅτι μηδὲ λύσις· λύσις γὰρ στάσεως ἔκγονον· ἀλλὰ τοσοῦτον τὸ τῆς ὁμονοίας καὶ πρὸς ἑαυτὴν, καὶ πρὸς τὰ δεύτερα, ὥστε καὶ προσηγορίαν τῷ Θεῷ γενέσθαι μετὰ τῶν ἄλλων, καὶ πρὸ τῶν ἄλλων, οἷς χαίρει καλούμενος, τοῦτο τὸ πλεονέκτημα. Εἰρήνη γὰρ καὶ ἀγάπη, καὶ τὰ τοιαῦτα ὀνομάζεται, ἡμῖν παρέχων διὰ τῶν ὀνομάτων ὡς Θεοῦ τούτων μεταποιεῖσθαι τῶν ἀρετῶν.
XII. For nothing is so strong for concord among those who are genuine in the things that pertain to God as agreement concerning God; and nothing is so ready for division as disagreement concerning this. For indeed he who in other things is most gentle is in this matter most fervent, and the meek man truly becomes a warrior whenever he sees himself suffering the loss of God through long-suffering, or rather inflicting loss upon God by his own fall—Him Who both possesses us as His wealth and enriches us. Thus, then, as I said, we were more moderate even in our division, so that our concord became more conspicuous than our parting, and the interval between was almost stolen away by the auspicious things on both sides; yet since the speed of peace is not sufficient for security unless some discourse also appear to maintain it, and God come as an ally to the discourse, from Whom every good thing both begins and comes to perfection, come, let us confirm it so far as lies in our power both through prayers and through reflections; bearing this in mind first, that the fairest and highest of beings is God, unless one be pleased to exalt Him even above being, or to place in Him the whole of being, from Whom it belongs to other things also; and secondly, whatsoever things are first from God and around God—I mean the angelic and heavenly powers, which, drawing first from the first Light, and made clear by the Word of truth, are themselves also light, effulgences of perfect Light; and nothing is so proper to these as to be free from strife and faction. For in the Godhead there is no faction, because there is no dissolution either, for dissolution is the offspring of faction; rather, so great is the quality of concord both towards itself and towards the secondary things, that this excellence becomes even a title for God along with the others, and before the others, by which He delights to be called. For He is named Peace and Love, and the like, granting us through the names to lay claim to these virtues as belonging to God.
ΙΓʹ. Ἀγγέλων δὲ ὁ μὲν στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν ἀρθῆναι κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ τὴν ὑπὲρ τὰ νέφη καθέδραν ἐπινοῶν, ὡς ὁ τοῦ προφήτου λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς εἶναι κατακριθεὶς, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ὑφ'
XIII. Now of the angels, he who dared to raise a faction, and stiffened his neck to be lifted up above his worth over against the Lord Almighty, and devised a seat above the clouds, as the word of the prophet says, paid a fitting penalty for his madness, having been condemned to be darkness instead of light, or, to speak more truly, by