ρηνεύσαντα· εἴπωμεν τῷ κοινῷ Πατρὶ τούτῳ, τῇ σεμνῇ πολιᾷ, τῷ πράῳ καὶ ἠπίῳ ποιμένι· Ὁρᾷς τὰ ἐπίχειρα τῆς ἐπιεικείας; Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ἐπισυνηγμένα τὰ τέκνα σου, ὃν τρόπον ἐπόθεις, καὶ ὃ προστεθῆναί σοι μόνον ᾔτου νυκτὸς καὶ ἡμέρας, ἵν' ἐν γήρᾳ καλῷ καταλύσῃς τὴν παροικίαν· ἰδοὺ πάντες ἥκασι πρὸς σὲ, καὶ ὑπὸ τὰς σὰς ἀναπαύονται πτέρυγας, καὶ τὸ ἑαυτῶν κυκλοῦσι θυσιαστήριον, μετὰ δακρύων ἀποφοιτήσαντες, καὶ μετ' εὐφροσύνης προστρέχοντες. Χαῖρε καὶ κατατέρπου, πατέρων ἄριστε καὶ φιλοτεκνότατε, ὅτι πάντας αὐτοὺς ἐνδέδυσαι καὶ περιβέβλησαι, ὡς κόσμον νύμφη. Φθέγξαι καὶ σὺ πρὸς ἡμᾶς· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Πρόσθες καὶ ἄλλην φωνὴν δεσποτικὴν καὶ μάλα οἰκείαν· Οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
peace; let us say to this common Father, to this venerable hoary head, to this meek and gentle shepherd: Dost thou see the rewards of gentleness? Lift up thine eyes round about, and see thy children gathered together, in the manner thou didst long for, and which alone thou didst ask night and day to be granted to thee, that in a good old age thou mightest close thy sojourn; behold, all have come to thee, and rest beneath thy wings, and encircle their own altar, having departed with tears, and running back with gladness. Rejoice and delight thyself, O best of fathers and most loving of thy children, because thou hast clothed and arrayed thyself with them all, as a bride with her ornament. Utter thou also unto us: Behold, I and the children whom God hath given me. Add also another voice of the Master, and a very fitting one: Those whom Thou hast given Me I have kept, and not one of them have I lost.
ΚΒʹ. Μηδέ γε ἀπόλοιτο μηδεὶς, ἀλλὰ πάντες μένωμεν ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου, σύμψυχοι, τὸ ἓν φρονοῦντες, ὡπλισμένοι τῷ θυρεῷ τῆς πίστεως, περιεζωσμένοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἕνα μόνον εἰδότες τὸν κατὰ τοῦ πονηροῦ πόλεμον, καὶ τῶν ὑπ' ἐκείνου στρατηγουμένων, μὴ φοβούμενοι τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τῆς δὲ ψυχῆς λαβέσθαι μὴ δυναμένους, φοβούμενοι δὲ τὸν καὶ ψυχῆς καὶ σώματος Κύριον· φυλάσσοντες τὴν καλὴν παρακαταθήκην, ἣν παρὰ τῶν Πατέρων εἰλήφαμεν, προσκυνοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ἐν Υἱῷ τὸν Πατέρα, ἐν Πνεύματι τὸν Υἱὸν γινώσκοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, οἷς συντετάγμεθα, πρὶν συνάψαι διαιροῦντες, καὶ πρὶν διαιρεῖν συνάπτοντες, οὔτε τὰ τρία ὡς ἕνα (οὐ γὰρ ἀνυπόστατα, ἢ κατὰ μιᾶς ὑποστάσεως, ὡς εἶναι τὸν πλοῦτον ἡμῖν ἐν ὀνόμασιν, ἀλλ' οὐ πράγμασι), καὶ τὰ τρία ἕν. Ἕν γὰρ οὐχ ὑποστάσει, ἀλλὰ θεότητι· μονὰς ἐν Τριάδι προσκυνουμένη, καὶ Τριὰς εἰς μονάδα ἀνακεφαλαιουμένη, πᾶσα προσκυνητὴ, βασιλικὴ πᾶσα. ὁμόθρονος, ὁμόδοξος, ὑπερκόσμιος, ὑπέρχρονος, ἄκτιστος, ἀόρατος, ἀναφὴς, ἀπερίληπτος, πρὸς μὲν ἑαυτὴν ὅπως ἔχει τάξεως, αὐτῇ μόνῃ γινωσκομένη, σεπτὴ δ' ἡμῖν ὁμοίως καὶ λατρευτὴ, καὶ μόνη τοῖς Ἁγίοις τῶν ἁγίων ἐμβατεύουσα. τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶ-
22. And may none indeed perish, but may we all abide in one spirit, with one soul striving together for the faith of the Gospel, of one accord, minding the one thing, armed with the shield of faith, having our loins girt about in truth, knowing one war only, that against the evil one and those commanded by him, not fearing those who are able to kill the body, but are unable to lay hold of the soul, yet fearing the Lord of both soul and body; guarding the good deposit which we have received from the Fathers, worshipping Father, and Son, and Holy Spirit; in the Son knowing the Father, in the Spirit the Son, into Whom we have been baptized, in Whom we have believed, with Whom we have been enrolled, dividing before we unite, and uniting before we divide, neither receiving the Three as one person (for They are not impersonal, or predicated of one hypostasis, so as for our wealth to consist in names and not in realities), and believing the Three to be one. For They are one not in hypostasis, but in Godhead: a Monad worshipped in Trinity, and a Trinity summed up into a Monad, all adorable, all royal, sharing the same throne, sharing the same glory, above the world, above time, uncreated, invisible, intangible, incomprehensible, known to Itself alone as to how It stands in order towards Itself, yet equally venerable and adorable to us, and alone entering into the Holy of Holies, while leaving all creation outside,