Migne Reading Room

PG 35 · cols. 704–713 · Read from the page

Orations

Orations

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 35:704Read from the page
σου, καὶ ψαλμὸν ὀργάνων σου, διακελεύεταί σοι προφήτης ἐμός· ᾳδέτω δὲ αὖθις σὺν ἐλευθερίᾳ Δαβὶδ, ὁ τὸν ὑψηλὸν Γολιὰθ λίθοις μυστικοῖς καταβαλὼν, ὁ διὰ τῆς πραότητος νικήσας πολλοὺς, καὶ διὰ τῆς πνευματικῆς ἁρμονίας θεραπεύσας Σαοὺλ τὸν τῷ πονηρῷ δαίμονι συμπνιγόμενον. Σβεσάτω τὸ πῦρ ὁ δᾳδοῦχος· ἁπτέτωσαν τῷ νυμφίῳ αἱ φρόνιμοι καὶ ἱεραὶ παρθένοι τὰς ἑαυτῶν λαμπάδας· ἀποθέσθω τὴν πορνικὴν ἱεροφάντης στολήν· ἱερεῖς ἐνδύσασθε δικαιοσύνην, καὶ καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας, καὶ τὸν μέγαν καὶ ἄσπιλον χιτῶνα Χριστὸν, τὸ ἡμέτερον κόσμημα.
and the psalm of thine instruments, my prophet charges you; and let David sing again with freedom, he who cast down the lofty Goliath with mystical stones, who through meekness overcame many, and through spiritual harmony healed Saul when he was choked by the evil demon. Let the torch-bearer quench his fire; let the wise and sacred virgins kindle their lamps for the Bridegroom; let the hierophant put off his harlot's robe; O priests, clothe yourselves with righteousness, and a garment of glory instead of a spirit of heaviness, and put on Christ, the great and spotless tunic, our adornment.
ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα· φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους· αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀνελιττέσθωσαν. Ἐπίσχες σου τὰς αἰσχρὰς καὶ σκότους γεμούσας νύκτας· ἀντεγερῶ τὰς ἱερὰς ἐγὼ καὶ λαμπρὰς παννυχίδας. Φρᾶξον τὰ ἄδυτά σου καὶ τὰς εἰς ᾅδου φερούσας ὁδούς· ἐγὼ τὰς φανερὰς καὶ φερούσας πρὸς οὐρανὸν ἐξηγήσομαι. Πόσαι ταῦτα κατέπραξαν ἂν ὅπλων παρασκευαὶ καὶ μηχανημάτων ἐπίνοιαι; πόσαι μυριάδες ἀνδρῶν καὶ φάλαγγες, ὅσα ἱκετεύοντες μόνον ἡμεῖς, καὶ Θεὸς βουληθεὶς κατειργάσατο; Λόγῳ τὸ σκότος ἔλυσε, λόγῳ τὸ φῶς ὑπεστήσατο, ἥδρασε γῆν, ἐγύρωσεν οὐρανὸν, ἀστέρας ἔταξεν, ἔσπειρεν ἀέρα, θάλασσαν ὥρισε, ποταμοὺς εἵλκυσε, ζῶα ἐψύχωσεν, ἄνθρωπον πρὸς ἑαυτὸν ἐμόρφωσε, κόσμον τοῖς ἅπασι περιέθηκε· λόγῳ καὶ τὴν νῦν σκοτόμηναν λύσας, εἰς φῶς ἅπαντα καὶ τάξιν καὶ ἁρμονίαν τὴν αὐτὴν ἐπανήγαγεν. Οὐκ ἔτι μὲν λίχνοι καὶ ἀπατηλοὶ δαίμονες δυναστεύουσιν· οὐκ ἔτι δὲ καθυβρίζεται κτίσις ἐν σχήματι τιμῆς ἀντὶ Θεοῦ προσκυνουμένη. Κατάβαλε τοὺς Τριπτολέμους σου, καὶ τοὺς Κελεοὺς, καὶ τοὺς μυστικοὺς δράκοντας· αἰσχύνθητί ποτε ταῖς τοῦ θεολόγου σου βίβλοις Ὀρφέως· δέξαι τοῦ καιροῦ τὸ δῶρον, τὴν ἀσχημοσύνην σοι συγκαλύπτοντος. Εἰ δὲ ταῦτα μῦθοι καὶ πλάσματα, ἐγώ σου τὰ τῆς νυκτὸς ἀποκαλύψω μυστήρια.
Chapter XXXI. Let your herald be silent as to things dishonourable; let my herald utter things divine. Stop your books of sorcery and divination; and let the prophetic and apostolic books alone be unrolled. Check your shameful nights, full of darkness; I will raise up in their stead the sacred and bright all-night vigils. Wall up your shrines inaccessible to the profane and the ways that lead to Hades; I will point out the ways that are manifest and lead towards heaven. How many preparations of arms and contrivances of engines, how many myriads of men and phalanxes, would have accomplished these things, as many as we by supplicating alone, and God by willing it, wrought out? By a word He dissolved the darkness, by a word He brought light into subsistence, established the earth, rounded the heaven, set the stars in order, spread abroad the air, bounded the sea, drew forth the rivers, gave life to living creatures, fashioned man after Himself, set beauty round about all things; by a word having also dissolved the present moonless darkness, He brought all things back again into light and order and the same harmony. No longer do greedy and deceitful demons hold sway; no longer is creation insulted by being worshipped instead of God under a semblance of honour. Cast down your Triptolemuses, and your Celeuses, and your mystical serpents; be ashamed at length of the books of your theologian Orpheus; accept the gift of the season, which covers up your unseemliness for you. But if these things are myths and fictions, I will uncover for you the mysteries of the night.
ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς· οὐκ ἔτι λέβης μαντεύεται· οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ' ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμενον, ἀλλὰ γελώμενον· πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ Δάφνη φυτόν ἐστιν μύθῳ θρηνού-
Chapter XXXII. No longer does the oak utter speech; no longer does the cauldron divine; no longer is the Pythia filled, I know not wherewith, save with myths and ravings. Again Castalia has been silenced, and is silent, and is water not uttering divinations, but laughed to scorn; again Apollo is a voiceless statue, again Daphne is a plant lamented in
Notes, col. 704

On the reading

Printed ᾳδέτω, for ᾀδέτω.

PG 35:705Read from the page
μενον· πάλιν ἀνδρόγυνος ὁ Διόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινόμενος· πάλιν Σεμέλη κεραυνῷ βάλλεται· πάλιν ἀμφιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος· πάλιν δεσμώτης Ἄρης διὰ μοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα· παλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις· πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα· πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται· πάλιν τὰ πάντα γίνεται δι' ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ Διὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος· σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον· ἕν σου μόνον αἰδέσιμον, αἱ παρ' Αἰγυπτίοις δι' ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἄλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρίαπον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς· ἐγὼ δὲ εἰς παραίνεσίν τινα καταλύσω τὸν λόγον.
myth; again Dionysus is an androgyne, having a chorus of drunkards hanging upon him, and your great mystery the phallus, and a god passionately enamoured of fair Prosymnus; again Semele is struck by a thunderbolt; again Hephaestus is lame in both feet, yet swift to catch adulterers, and a soot-begrimed god, even if famed for craft, and an Olympian Thersites; again Ares is a prisoner for adultery along with Rout, and Fear, and the din of battle, and wounded through rashness; again Aphrodite is a harlot, both shamefully born and a minister of shameful marriages; again Athena is a virgin, and yet gives birth to a dragon; again Heracles is mad, or rather has ceased from being mad; again Zeus becomes all things through licentiousness and uncleanness, he the counsellor and supreme ruler of the gods, who alone draws up all the gods together with all things that exist, while he himself is not pulled down by all. Again the tomb of Zeus is shown in Crete. Whenever I see your god of Gain, and of Eloquence, and of the Games, I cover my eyes altogether, and pass by your god out of shame at the spectacle; but do you for my part worship the intensity of speech and the purse; one thing alone of yours is worthy of reverence, the honours paid to the Nile among the Egyptians by androgynes, and the Isises, and the Mendesian gods, and the Apises, and all the other composite and strange wild beasts that you mould or paint. I laugh at your Pan, and Priapus, and Hermaphroditus, and the gods castrated or torn asunder in madness. But these things I will leave to the stage, and to the poets who deck them out; while I will bring my discourse to a close with a certain exhortation.
ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύριος, πρότερον μὲν ἐκ τῆς πλάνης καὶ τῆς ἀθεΐας, νυνὶ δὲ τῆς ἐπαναστάσεως τῶν ἐθνῶν, καὶ τῶν ἤδη γε παρόντων κακῶν καὶ προσδοκωμένων, ἀκούσατε λόγον ἀνδρὸς οὐ μετρίως τὰ τοιαῦτα πεπαιδευμένου, ἔκ τε τῶν ὁσημέραι συμβαινόντων, καὶ τῶν παλαιῶν ἱστοριῶν, καὶ βίβλων, καὶ πράξεων. Μέγα μὲν τὸ μηδενὸς πειραθῆναι τῶν δυσχερῶν· ἴσως δὲ οὐδὲ μέγα, εἴπερ ἀληθὴς ὁ λόγος, ὅτι Ὅν ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, καὶ οὗ κήδεται. Ἀλλὰ μέγα μὲν τὸ μηδὲ τὴν ἀρχὴν τυχεῖν διαμαρτόντας, ἢ μὴ τὰ μέ-
Chapter XXXIII. Men and women alike, young and old, both as many as belong to this sanctuary, and as many as are stationed in the lower place, all whom the Lord hath redeemed, formerly from error and ungodliness, and now from the uprising of the nations, and from the evils both already present and expected, hear the word of a man disciplined in no slight degree in such matters, both from the things that happen daily, and from ancient histories, and books, and deeds. It is a great thing indeed to have experienced no adversity; yet perhaps not even great, if the word be true, that Whom the Lord loveth He chasteneth, and scourgeth every son whom He receiveth, and for whom He careth. But it is a great thing indeed not to have sinned at all from the beginning, or not in the great-
Notes, col. 705

On the reading

Printed παλιν, for πάλιν.

PG 35:708Read from the page
γιστα· ἐπειδὴ τὸ παντελῶς ἀναμάρτητον ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἔταξεν ὁ Θεός· δεύτερον δὲ, ὡς ἔμοιγε δοκεῖ, τὸ πταίσαντάς τι καὶ παιδευθέντας, εἶτα ἐπανεθέντας, ἐν αἰσθήσει γοῦν διαμεῖναι τῆς παιδαγωγίας, καὶ φεύγειν δευτέραν ἐκ δευτέρας κακίας μάστιγα.
est matters; since God hath ordained complete sinlessness to be above human nature; and the second thing, as it seems to me, is that having stumbled in aught and been chastened, and afterwards been granted relief, we should at least abide in perception of the discipline, and flee a second scourge arising from a second wickedness.
ΛΔʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπολογησώμεθά τι περὶ τῆς κατασχούσης ἡμᾶς συμφορᾶς, ὅτι οὐχ ὡς κακοῦργοι τοῖς ἔθνεσι παρεδόθημεν, ἀλλ' ὡς παῖδες ἐσωφρονίσθημεν. Μὴ ἐπιλαθώμεθα τῆς ζάλης ἐν τῇ γαλήνῃ, μηδὲ τῆς ἀρρωστίας ἐν τῷ καιρῷ τῆς ὑγιείας, μηδὲ τῆς αἰχμαλωσίας, ἀνασωθέντες εἰς τὴν Ἱερουσαλὴμ, μηδὲ τῆς Αἰγύπτου μετὰ τὴν Αἰγύπτον· μὴ ποιήσωμεν ἀμείνω τὸν τῆς κακοπαθείας καιρὸν τοῦ τῆς ἀνέσεως· ποιήσομεν δὲ, εἰ φαινοίμεθα τότε μὲν συνεσταλμένοι καὶ μετριάζοντες, καὶ πάσας εἰς οὐρανὸν ἀνατείνοντες τὰς ἐλπίδας, νυνὶ δὲ ἐπαιρόμενοι καὶ χαυνούμενοι, καὶ πάλιν εἰς τὰς αὐτὰς ἀνατρέχοντες ἁμαρτίας, ἐξ ὧν εἰς τὰς συμπεσούσας ἡμῖν συμφορὰς ὑπήχθημεν. Μὴ οὕτω, τέκνα, μὴ, λέγει που νουθετῶν ὁ ἱερεὺς Ἠλεὶ τοὺς ἑαυτοῦ παῖδας εἰς Θεὸν ἁμαρτάνοντας· ἀλλ' εἰδότες, ὅτι ῥᾷόν ἐστιν εὐπραγίαν ἀπελθοῦσαν ἀνακαλέσασθαι, ἢ παραγενομένην ἐκ Θεοῦ διασώσασθαι (τὴν μὲν γὰρ τὸ σοφρονεῖν ἐπανάγει, τὴν δὲ διαλύει τὸ ῥᾴθυμον )· καὶ ὅτι τὰ σώματα κάμνοντα μὲν ταῖς θεραπείαις ἀναφέρει καὶ ταῖς ἐνδείαις, ἀνενεγκόντα δὲ ταῖς κατὰ μικρὸν ἀμελείαις καὶ ταῖς πλησμοναῖς, πάλιν ὑπορρεῖ, καὶ πρὸς τὰς αὐτὰς ἀρρωστίας ἐπάνεισι. Ταῦτα εἰδότες, καὶ ἀλλήλους διδάσκοντες, γενώμεθα ἡμῶν αὐτῶν, καὶ σωφρόνως τὸν καιρὸν διαθώμεθα.
Chapter XXXIV. Wherefore let us also perceive the divine chastening in deed. Let us show ourselves worthy, not of the things which we suffered at first, but of the things which we have obtained afterwards. Let us make some defence concerning the calamity that overtook us, that not as evildoers were we delivered up to the nations, but as children were we brought to moderation. Let us not forget the storm in the calm, nor sickness in the time of health, nor captivity after being brought back safe to Jerusalem, nor Egypt after Egypt; let us not make the time of affliction better than that of relief; and we shall do so, if we should appear at that time indeed humbled and moderate, and stretching out all our hopes towards heaven, but now lifted up and puffed up with vanity, and running back again into the same sins, from which we were led into the calamities that befell us. Not so, my sons, not so, says somewhere the priest Eli, admonishing his own sons when they sinned against God; but knowing that it is easier to recall prosperity when it has departed, than to preserve it safe when it has come from God (for sobriety brings back the former, whereas indolence dissolves the latter); and that bodies when sick recover by treatments and by abstinence, but after they have recovered, through gradual negligences and surfeits, slip back again, and return to the same sicknesses. Knowing these things, and teaching one another, let us be masters of ourselves, and dispose the season sobriety-mindedly.
ΛΕʹ. Πρωτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγείας τὸν καρπὸν ἐμάθετε· μηδὲ ἄνθεσι στέψωμεν ἀγυιὰς, μηδὲ μύρων αἰσχύναις τραπέζας, μηδὲ πρόθυρα καλλωπίσωμεν· μὴ τῷ αἰσθητῷ
Chapter XXXV. First indeed, brethren, let us keep festival, not with brightness of body, nor with changes and costly splendours of raiment, nor with revellings and drunkenness, the fruit whereof you have learned to be beds and licentiousness; neither let us crown the streets with flowers, nor the tables with the shames of unguents, nor let us adorn the vestibules; let us not with sensible
Notes, col. 708

On the reading

Printed Αἰγύπτον, for Αἴγυπτον.

Printed σοφρονεῖν, for σωφρονεῖν.

Printed Πρωτον, for Πρῶτον.

PG 35:709Read from the page
φωτὶ καταλαμπέσθωσαν αἱ οἰκίαι, μηδὲ συναυλίαις καὶ κρότοις περιηχείσθωσαν· οὗτος μὲν γὰρ Ἑλληνικῆς ἱερομηνίας ὁ νόμος· ἡμεῖς δὲ μὴ τούτοις τὸν Θεὸν γεραίρωμεν, μηδὲ τὸν παρόντα καιρὸν ἐπαίρωμεν, οἷς οὐκ ἄξιον, ἀλλὰ ψυχῆς καθαρότητι, καὶ διανοίας φαιδρότητι, καὶ λύχνοις τοῖς ὅλον τὸ σῶμα φωτίζουσι τῆς Ἐκκλησίας, θείοις λέγω θεωρήμασι καὶ νοήμασιν, ἐπί τε τὴν ἱερὰν λυχνίαν ἐγειρομένοις, καὶ πᾶσαν τὴν οἰκουμένην καταλάμπουσι. Μικρόν μοι πρὸς τοῦτο τὸ φῶς, πάντα ὅσα ἰδίᾳ τε καὶ δημοσίᾳ πανηγυρίζοντες ἀνάπτουσιν ἄνθρωποι. Ἔχω τι καὶ μύρον, ἀλλ' ᾧ χρίονται μόνον ἱερεῖς τε καὶ βασιλεῖς, ὄντι ποικίλῳ τε καὶ πολυτελεῖ, καὶ δι' ἡμᾶς κενωθέντι, ἀλλὰ μεγάλου μυρεψοῦ τέχνῃ συγκείμενον. Εἴθε μοι γένοιτο τούτου τοῦ μύρου τὴν εὐωδίαν προσβαλεῖν τῷ Θεῷ! Ἔχω καὶ τράπεζαν τὴν πνευματικὴν ταύτην καὶ ἔνθεον, ἣν ἡτοίμασέ μοι Κύριος ἐξεναντίας τῶν θλιβόντων με, ᾗ προσαναπαύομαι καὶ τρυφῶ, καὶ οὐδὲν ἐξυβρίζω διὰ τὸν κόρον, ἀλλὰ καὶ κοιμίζω πᾶσαν παθῶν ἐπανάστασιν. Ἔχω καὶ ἄνθη, πάντων ἐαρινῶν εὐανθέστερά τε καὶ μονιμώτερα, τοῦ ἀγροῦ τοῦ πλήρους, ὃν εὐλόγησε Κύριος, τοὺς ἱεροὺς καὶ εὐώδεις ποιμένας καὶ διδασκάλους, καὶ τοῦ λαοῦ ὅσον καθαρόν τε καὶ ἔκκριτον. Τούτοις στεφανωθῆναι βούλομαι καὶ πομπεύειν, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας, καὶ τὴν πίστιν τηρήσας, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαριστήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρωδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ,
let the houses be illuminated with light, nor let them resound with concerts of flutes and applause; for this is the law of the Greek festival of the new moon; but let us not honour God with these things, nor exalt the present season with things whereby it is not worthy, but with purity of soul, and brightness of mind, and with lamps that enlighten the whole body of the Church, I mean with divine contemplations and thoughts, raised upon the sacred lampstand, and illuminating the whole world. Small to me in comparison with this light are all the lights that men kindle when keeping festival both privately and publicly. I also have a certain ointment, yet one wherewith priests and kings alone are anointed, since it is both manifold and costly, and poured out for our sake, yet compounded by the art of the great Perfumer. Oh that it might be granted to me to offer the sweet savour of this ointment to God! I also have a table, this spiritual and divine one, which the Lord hath prepared for me in the presence of them that afflict me, whereon I rest and delight myself, and in nowise break forth into insolence through satiety, Nay rather, I lull to sleep every uprising of the passions. I also have flowers, more blooming and more lasting than all the flowers of spring, from the full field which the Lord hath blessed, the sacred and fragrant pastors and teachers, and whatsoever of the people is pure and choice. With these I wish to be crowned and to walk in triumph, having fought the good fight, and finished the course, and kept the faith, according to the sacred Apostle. Let us take up hymns instead of timbrels, psalmody instead of base contortions and songs, applause of thanksgiving instead of theatrical applause, and a tuneful action of the hands, meditation instead of laughter, prudent discourse instead of drunkenness, gravity instead of luxury. And even if thou must dance, as a keeper of festival and a lover of feasts, dance indeed, yet not the dance of the shameless Herodias, whose work was the Baptist's death; but that of David at the resting of the ark,
PG 35:712Read from the page
ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατα Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως
which I reckon to be a mystery of the nimble and versatile walk according to God. This indeed is the first and greatest part of my exhortation
ΛϚʹ. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς· φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν δικαίαν ἔχων τὴν ὀργὴν ἐξ ὧν πέπονθεν, ἥκιστα λόγου πείθεσθαι χαλινοῖς τὸν θυμὸν ἀνακόπτοντος· ἀκουσθῆναι δὲ ὅμως καὶ προσδεχθῆναι ἄξιον. Μὴ ἀπλήστως χρησώμεθα τῷ καιρῷ, μὴ κατατρυφήσωμεν τῆς ἐξουσίας, μὴ πικροὶ γενώμεθα τοῖς ἠδικηκόσι, μὴ ὧν κατέγνωμεν, ταῦτα πράξωμεν· ἀλλ' ὅσον φυγεῖν τὰ δεινὰ τῆς μεταβολῆς ἀπολαύσαντες, ὅσον εἰς ἀντίδοσιν ἥκει, μισήσωμεν. Αὐτάρκης δίκη τοῖς γε μετρίοις τὸ τῶν λελυπηκότων δέος, καὶ τὸ προσδοκῆσαι ταῦτα παθεῖν, ὧν εἰσιν ἄξιοι, καὶ οἰκείῳ συνειδότι βασανισθῆναι· ἃ γάρ τις ὡς πεισόμενος δέδοικε, ταῦτα πέπονθε, κἂν μὴ πάθῃ, καὶ πλείω παρ' ἑαυτοῦ τυχὸν ἢ τῶν δρασόντων κολάζεται. Μὴ τοίνυν θελήσωμεν τὴν ὀργὴν μετρηθῆναι, μηδὲ φανῶμεν ἐλάττους κολασταὶ τῆς ἀξίας· ἀλλ' ἐπειδὴ τὸ πᾶν εἰσπράξασθαι μὴ δυνάμεθα, τὸ πᾶν συγχωρήσωμεν· γενώμεθα τούτῳ κρείττους τῶν ἠδικηκότων καὶ ὑψηλότεροι· δείξωμεν τί μὲν διδάσκουσιν ἐκείνους οἱ δαίμονες, τί δαὶ ἡμᾶς ἐκπαιδεύει Χριστὸς, ὃς, οἷς πέπονθε τὸ εὐδόκιμον ἔχων, οὐχ ἧττον νενίκηκεν οἷς δυνάμενος οὐ πεποίηκεν. Ἓν ἀντιδῶμεν τῷ Θεῷ χαριστήριον· αὐξήσωμεν χρηστότητι τὸ μυστήριον· εἰς τοῦτο τῷ καιρῷ χρησώμεθα.
XXXVI. And secondly, I know indeed that I shall speak a hard word and one difficult for the many to accept; for a man who has come into the power of retaliating with ill, especially even when having his anger just from the things which he has suffered, is least of all wont to obey the bridles of reason checking his wrath; yet it is worthy to be heard and accepted. Let us not use the occasion insatiably, let us not revel in our power, let us not become bitter to those who have wronged us, let us not do those things which we condemned; but having enjoyed the change so far as to escape the dreadful things, so far as pertains to requital let us hate it. Sufficient punishment, at least to moderate men, is the fear of those who have grieved them, and their expecting to suffer those things of which they are worthy, and being tortured by their own conscience; for the things which anyone fears as about to suffer, these he has suffered, even if he suffer them not, and perhaps he is punished more by himself than by those who would do them. Let us not therefore wish our anger to be measured out, nor appear avengers inferior to what is deserved; but since we cannot exact the whole, let us forgive the whole; let us become in this better than those who have wronged us and loftier; let us show what on the one hand the demons teach them, and what on the other hand Christ teaches us, Who, having His glory by the things which He suffered, conquered no less by the things which, though able, He did not do. Let us render one thank-offering to God: let us increase the mystery by kindness; for this let us use the season.
ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπίαν ἡμῖν, ἐν οἷς αὐτοὶ χρήζομεν· ᾧ γὰρ μέτρῳ μετροῦμεν, ἀντιμετρεῖσθαι γινώσκομεν· εἰ δὲ καὶ λίαν τις πικρῶς ἔχει, ἀφῶμεν Θεῷ τοὺς λελυπηκότας, καὶ τῷ ἐκεῖθεν δικαστηρίῳ· μηδὲν τῆς μελλούσης ὀργῆς διὰ τῆς ἡμετέρας χειρὸς ἐλαττώσωμεν. Μὴ δήμευσιν ἐννοήσωμεν, μὴ βήμασι παραστήσωμεν, μὴ πατρίδος ὑπερορίσωμεν, μὴ μάστιξιν αἰκισώμεθα, μηδέ τι τῶν ὅσα πεπόνθαμεν, ἵν' εἴπω συντόμως, δράσωμεν. Ποιήσωμεν κἀκείνους ἐπιεικεστέ-
XXXVII. Let us conquer by clemency those who played the tyrant, and above all let humanity be that which pardons, and the power of the commandment, rendering equal humanity to us in the things wherein we ourselves have need; for with what measure we mete, we know that it is measured back; and even if anyone is exceedingly bitter, let us leave to God those who have grieved us, and to the tribunal from yonder; let us diminish nothing of the wrath to come through our own hand. Let us not devise confiscation, let us not hale before tribunals, let us not banish from fatherland, let us not torture with scourges, nor, to speak briefly, let us do any of all the things that we have suffered. Let us make them also more clem-
Notes, col. 712

On the reading

Printed κατα, for κατὰ.

PG 35:713Read from the page
ρους, ἂν ἄρα δυνατὸν, τῷ καθ' ἡμᾶς ὑποδείγματι. Εἴ τῳ πέπονθεν υἱὸς, εἴ τῳ πατὴρ, εἴ τῳ γυνὴ, συγγενὴς, φίλος, ἢ ἄλλος τις τῶν τιμίων, πᾶσι τὸ παθεῖν ἔμμισθον καταστήσωμεν, διὰ τοῦ πεῖσαι φέρειν καρτερῶς ἃ πεπόνθασι· τοῦτο μεῖζον αὐτοῖς ἢ ἄλλο τι χαριούμεθα. Εἴπω καὶ τὸ μέγιστον ὧν εὖ πάσχομεν; δήμοις καταβοῶνται καὶ πόλεσιν οἱ διώξαντες, ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν συλλόγοις· τὰ παλαιὰ μακαρίζεται, τὰ νέα στηλιτεύεται, καὶ παρ' αὐτῶν τῶν συνδιωξάντων, ὃ καὶ παράδοξον, αὐτοὶ καθέλκονται παρ' αὐτῶν μετὰ πάσης καταβοήσεως οἱ θεοὶ, ὡς πολὺν αὐτοὺς ἀπατήσαντες χρόνον, καὶ ὀψέ ποτε τῆς ἀπάτης ἐληλεγμένης· καὶ ὁ χθὲς προσκυνητὴς σήμερον ὑβριστής. Τούτων τί μεῖζον ἐπιζητοῦμεν; Νῦν ταῦτα καὶ ἴσως μικρὰ τοῖς ἀθλίοις. Ἔσται καιρὸς, ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβριστὰς, καὶ τὸν μέγαν τούτων καθηγητὴν, τὴν ἑαυτῶν ἀποκλαιομένους κακίαν, ἡνίκα ἂν πᾶσα κρίνηται καὶ βασανίζηται πονηρία.
ent, if indeed it be possible, by our own example. If anyone's son has suffered, if anyone's father, if anyone's wife, kinsman, friend, or any other of those held dear, for all let us make their suffering gainful, by persuading them to bear steadfastly what they have suffered; in this we shall grant them a greater favour than anything else. Shall I speak also the greatest of the benefits we enjoy? In townships and cities the persecutors are cried down, in theatres, in market-places, in assemblies; the old things are accounted happy, the new are pilloried, and by their own fellow-persecutors, which is even a paradox, the gods themselves are dragged down by them with all outcry, as having deceived them for a long time, and the deceit having at last been convicted; and yesterday's worshipper is today's reviler. What greater thing than these do we seek? Now are these things, and perhaps they are small to the wretched men. There shall be a season when I shall see my revilers, and the great teacher of these men, bewailing their own wickedness, whensoever all iniquity is judged and tortured.
ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ' ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας· ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ καὶ ἀνδράσι φιλοσόφοις ἀρέσκοντας, τοὺς Πυριφλεγέθοντάς σου, καὶ τοὺς Κωκυτοὺς, καὶ τοὺς Ἀχέροντας, οἷς ἀδικίαν κολάζουσι, Τάνταλος, Τιτυὸς, Ἰξίων. Ἰουλιανὸς ταύτης ὁ βασιλεὺς ὑμῶν τῆς φρατρίας, μετ' ἐκείνων ἀριθμηθήσεται, καὶ πρὸ ἐκείνων, κατά γε τὸν ἐμὸν λόγον καὶ ὅρον· οὐ δίψῃ κολαζόμενος ἐν λίμναις ἐπιγενείοις, ἢ κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον, ὡς τῇ τραγῳδίᾳ δοκεῖ, ἀεὶ μὲν ἀνωθούμενον, ἀεὶ δὲ κατασυρόμενον· οὐδὲ ῥοιζουμένῳ τροχῷ συγκυκλούμενος, οὐδὲ ὄρνισι τὸ ἧπαρ κειρόμενος, οὔποτε λεῖπον, ἀεὶ δὲ πληρούμενον· εἴτε ἀλήθεια ταῦτά ἐστιν, εἴτε μῦθος, παραδεικνὺς τὴν ἀλήθειαν ἐν τοῖς πλάσμασιν· ἀλλ' ὀψόμεθα τίσι καὶ οἵοις
XXXVIII. I leave aside the divine things and our own, and the scourges laid up from yonder according to us; but come also to thy discourses and terrors pleasing not only to poets, but also to philosophic men, thy Pyriphlegethons, and Cocytuses, and Acherons, wherewith they punish injustice, Tantalus, Tityus, Ixion. Julian your king is of this brotherhood, with them he shall be numbered, and before them, at least according to my word and rule; not punished with thirst in chin-deep lakes, or dreading a rock overhanging his head, as seems good to tragedy, ever pushed up and ever dragged down; nor whirled around upon a hurtling wheel, nor having his liver shorn by birds, never failing, and ever being filled up; whether these things be truth, or a myth showing forth the truth in fictions; but we shall see with what and what manner of