νων θρασύτητος! Ἐπηγγέλθημεν ἀντ' ἄλλου τινὸς ἱερείου τοῖς δαίμοσι· καὶ ἡ μεγάλη τοῦ Θεοῦ κληρονομία, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, μιᾶς ἆθλον ἐλπίδος, καὶ ἑνὸς πολέμου νικητήριον ἐγενόμεθα.
for in audacity! We were promised instead of some other sacrificial victim to the demons; and the great inheritance of God, the holy nation, the royal priesthood, became the prize of a single hope, and the trophy of a single war.
ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ' ὧν ἐσώθης δι' αὐτῶν κακῶς τὰ ἐπίχειρα; Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας; Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ ἀνεβάλλετο τὴν ὑπὲρ ἡμῶν ὀργὴν ὁ Θεὸς, καὶ οὔπω πάντα τὸν ἑαυτοῦ ζῆλον ἐξέκαυσεν, ἀλλ' ὑψηλὴν ἔτι κατὰ τῶν ἀσεβῶν εἶχε τὴν χεῖρα, καὶ τὸ τόξον ἐνέτεινε μὲν καὶ ἡτοίμασε, κατεῖχε δὲ βίᾳ, καὶ ὥσπερ τι νόσημα ὕπουλον καὶ κακόηθες ἐκραγῆναι πρότερον ὅλην αὐτοῦ τὴν πονηρίαν ἀνέμενεν, ὥσπερ δὴ Θεοῦ κρίσεως νόμος, ἵν' ἢ σώσῃ τῇ μετανοίᾳ ἢ κολάσηται δικαιότερον· τότε μὲν, δυσανασχετοῦντες τοῖς γινομένοις, καὶ πρὸς τὸ μέλλον κάμνοντες ( οὐ γὰρ ἐφέρομεν τὴν ἀποκρυπτομένην αὐτοῦ τοῖς οἰκείοις χρηστότητα ), ἐκείνας ἠφίεμεν πρὸς τὸν Θεὸν τὰς φωνὰς, τὰ μὲν ὡς δεσπότην ἐπικαλούμενοι, τὰ δὲ ὡς πρὸς πατέρα χρηστὸν ποτνιώμενοι, τὰ δὲ οἷον ὀνειδίζοντες καὶ δικαιολογούμενοι πρὸς αὐτὸν, οἷα τὰ τῶν ἀλγούντων· Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Καὶ μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς, ἣν περιεποιήσω τοῖς τοῦ μονογενοῦς Λόγου σου πάθεσιν, ἣν τῆς μεγάλης σου διαθήκης ἠξίωσας, ἣν καὶ εἵλκυσας εἰς οὐρανοὺς τῷ καινῷ μυστηρίῳ, καὶ τῷ ἀρραβῶνι τοῦ Πνεύματος· καὶ, Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὑπομιμνήσκοντες ὅσα ἐπονηρεύσαντο κατὰ τῶν ἁγίων σου οἱ ἐχθροὶ, καὶ κατὰ τῶν ἑορτῶν σου ἐκαυχήσαντο· τὴν ῥομφαίαν τε προεκαλούμεθα, καὶ τὰς Αἰγυπτιακὰς μάστιγας, καὶ δικάσαι τὴν ἑαυτοῦ δίκην ἠξιοῦμεν, καὶ διαναστῆναί ποτε διεκελευόμεθα κατὰ τῶν ἀσεβῶν· Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, λέγοντες, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, τόν τε λαόν σου ταπεινώσουσι, καὶ τὴν κληρονομίαν σου κακώσουσι, φθέγξονταί τε ὁμοίως ἀνομίαν καὶ δράσουσι; καὶ μὴν κἀκείνας ἔτι τὰς γοερὰς καὶ τούτων οἰκειοτέρας φωνάς· Ἔθου ἡμᾶς εἰς ἀντιλο-
Chapter XXVII. Are these the wages from you to Christians in return for your having been saved by them, to our hurt? Have you rendered these things unto the Lord your God? Formerly, indeed, when God still held back and deferred His wrath on our behalf, and had not yet kindled all His jealousy, but still held His hand on high against the ungodly, and bent and made ready His bow indeed, yet restrained it by force, and waited for all his wickedness first to burst forth like some festering and malignant disease, as is indeed the law of God's judgement, that He may either save by repentance or punish more justly; at that time, being indignant at the things that were taking place, and growing weary towards the future (for we could not bear His goodness hidden from His own), we sent forth those cries unto God, partly calling upon Him as Master, partly making supplication as unto a kind Father, and partly as it were reproaching and pleading our cause before Him, after the manner of those in pain: Why hast Thou cast us off, O God, unto the end? Why is Thy wrath enraged against the sheep of Thy pasture? And remember Thy congregation, which Thou hast possessed from the beginning, which Thou hast purchased by the sufferings of Thine only-begotten Word, which Thou hast counted worthy of Thy great covenant, which Thou hast also drawn into the heavens by the new mystery, and by the earnest of the Spirit; and: Lift up Thy hands against their pride unto the end, calling to remembrance how much the enemies have wrought wickedly against Thy holy things, and have boasted themselves against Thy feasts; and we called forth the sword, and the Egyptian plagues, and besought Him to judge His own cause, and urged Him to rise up at length against the ungodly, saying: How long shall sinners, O Lord, how long shall sinners boast, and humble Thy people, and afflict Thine inheritance, and likewise utter and work iniquity? And truly those mournful cries also, even more fitting than these: Thou hast made us a contra-